1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις. 2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται· 3 ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. 4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. 5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. 6 οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ· 7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. 8 Λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· 9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. 10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11 ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· 12 τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν. 13 Εἶπε δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου· διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι τὴν κληρονομίαν μετ᾽ ἐμοῦ. 14 ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς; 15 εἶπε δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ. 16 Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· 17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου, 19 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; 21 οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν. 22 Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. 23 οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 24 κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; 25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 26 εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε· 30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων· 31 πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα [πάντα] προστεθήσεται ὑμῖν. 32 Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· 34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. 35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· 36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. 37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38 καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. 39 τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ. 40 καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 41 εἶπε δὲ αὐτῷ ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; 42 εἶπε δὲ ὁ Κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον; 43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα. 44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, 46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47 ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· 48 ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. 49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη! 50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ! 51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν. 52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί· 53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατρὶ καὶ θυγάτηρ ἐπὶ μητρί, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς. 54 Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις· ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτω· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε; 57 τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν. 59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.
Lucas · Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Lucas 12 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- eBible.org's accented text of the 1904 edition with 20 corrections from later printings. For the 1912-based text checked by Maurice Robinson, see PT (Robinson).
Referencias cruzadas (58)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 1 Corintios 5:7–8; 1 Pedro 2:1; Santiago 3:17; Mateo 16:6–12; Marcos 8:15–21
- 2 Marcos 4:22; 2 Corintios 5:10; Lucas 8:17; Eclesiastés 12:14; Mateo 10:26–33
- 3 Mateo 10:27; Eclesiastés 10:20; Mateo 12:36; Eclesiastés 10:12–13; Job 24:14–15
- 4 Mateo 10:28; Jeremías 1:8; Apocalipsis 2:10; Filipenses 1:28; 1 Pedro 3:14
- 5 2 Pedro 2:4; Mateo 10:28; Apocalipsis 14:7; Salmo 9:17; Hebreos 10:31
- 6 Lucas 12:24; Salmo 147:9; Salmo 145:15–16; Mateo 10:29; Salmo 113:5–6
- 7 Mateo 10:30–31; Mateo 6:26; Isaías 43:3–4; 2 Samuel 14:11; Lucas 21:18
- 8 Mateo 10:32–33; 1 Juan 2:23; Romanos 10:9–10; 2 Timoteo 2:12; Lucas 15:10
- 9 2 Timoteo 2:12; Marcos 8:38; Mateo 10:33; Lucas 9:26; Mateo 7:23
- 10 Mateo 12:31–32; 1 Juan 5:16; 1 Timoteo 1:13; Marcos 3:28–30; Hebreos 6:4–8
- 11 Mateo 10:17–20; Hechos 4:5–7; Lucas 12:22; Lucas 21:12–14; Mateo 23:34
- 12 Lucas 21:15; Mateo 10:20; Hechos 4:8; Hechos 6:10; Éxodo 4:11
- 13 1 Timoteo 6:5; Lucas 6:45; Ezequiel 33:31; Hechos 8:18–19; Salmo 17:14
- 14 Romanos 9:20; Romanos 2:3; Juan 6:15; Éxodo 2:14; Romanos 2:1
- 15 Hebreos 13:5; 1 Timoteo 6:6–10; Salmo 119:36–37; Proverbios 16:16; Proverbios 15:16
- 16 Génesis 26:12–14; Génesis 41:47–49; Oseas 2:8; Salmo 73:12; Mateo 5:45
- 17 Mateo 5:42; Isaías 58:7; Romanos 12:13; 2 Corintios 9:6–15; Hechos 16:30
- 18 Santiago 3:15; Santiago 4:15; Lucas 18:6; Lucas 12:21; Salmo 17:14
- 19 Proverbios 27:1; Santiago 4:13–15; Mateo 6:19–21; 1 Corintios 15:32; Filipenses 3:19
- 20 Job 27:8; Jeremías 17:11; 1 Timoteo 6:7; Salmo 39:6; Santiago 4:14
- 21 Mateo 6:19–20; Lucas 12:33; Santiago 2:5; Santiago 5:1–3; 1 Timoteo 6:18–19
- 22 Mateo 6:25–34; Filipenses 4:6; Hebreos 13:5; 1 Corintios 7:32; Lucas 12:29
- 23 Job 2:6; Proverbios 13:8; Job 2:4; Hechos 27:18–19; Job 1:12
- 24 Lucas 12:7; Mateo 10:31; Salmo 147:9; Job 38:41; Salmo 145:15–16
- 25 Mateo 6:27; Mateo 5:36
- 26 1 Pedro 5:7; Salmo 39:6; Eclesiastés 7:13
- 27 Mateo 6:28–30; Lucas 12:24; 1 Reyes 10:1–13; 2 Crónicas 9:1–12; Santiago 1:10–11
- 28 Isaías 40:6; Mateo 14:31; Mateo 6:30; 1 Pedro 1:24; Mateo 17:20
- 29 Lucas 12:22; Mateo 6:31; Lucas 22:35; Lucas 10:7–8
- 30 Mateo 6:32; Mateo 6:8; Efesios 4:17; Lucas 12:32; 1 Pedro 4:2–4
- 31 Mateo 6:33; Hebreos 13:5; Salmo 34:9; 1 Reyes 3:11–13; Juan 6:27
- 32 Hebreos 12:28; 1 Pedro 1:3–5; Apocalipsis 1:6; Filipenses 2:13; Lucas 10:21
- 33 Mateo 19:21; Hechos 2:45; Lucas 18:22; Hechos 4:34–35; Mateo 6:19–21
- 34 Mateo 6:21; Colosenses 3:1–3; Filipenses 3:20
- 35 1 Pedro 1:13; Efesios 6:14; Mateo 25:4–10; Mateo 25:1; Mateo 5:16
- 36 Judas 20–21; Santiago 5:7–8; Apocalipsis 3:20; Lamentaciones 3:25–26; Isaías 64:4
- 37 2 Pedro 3:14; Mateo 24:42; Juan 13:4–5; Mateo 24:45–47; 1 Corintios 2:9
- 38 1 Tesalonicenses 5:4–5; Mateo 25:6
- 39 Apocalipsis 3:3; 2 Pedro 3:10; Apocalipsis 16:15; Mateo 24:43–44; 1 Tesalonicenses 5:2–3
- 40 1 Tesalonicenses 5:6; Mateo 25:13; Romanos 13:11; Mateo 24:44; Apocalipsis 19:7
- 41 Marcos 13:37; 1 Pedro 4:7; Marcos 14:37
- 42 Mateo 24:45–46; Hebreos 13:17; 1 Corintios 4:1–2; 1 Pedro 4:10; 1 Pedro 5:1–4
- 44 Lucas 22:29–30; Mateo 24:47; Lucas 19:17–19; Daniel 12:2–3; Apocalipsis 3:18
- 45 Mateo 24:48–50; Apocalipsis 18:7–8; Ezequiel 34:8; Jeremías 20:2; Ezequiel 12:22
- 46 Apocalipsis 16:15; Lucas 12:40; Mateo 24:51; Salmo 11:5; Salmo 37:9
- 47 Santiago 4:17; Juan 9:41; Juan 15:22–24; Juan 12:48; Deuteronomio 25:2–3
- 48 Santiago 3:1; Levítico 5:17; Lucas 16:10–12; Mateo 25:14–29; Mateo 13:12
- 49 Malaquías 4:1; Mateo 3:10–12; Malaquías 3:2–3; Lucas 12:51–52; Joel 2:30–31
- 50 Juan 12:27–28; Juan 19:30; Juan 4:34; Juan 7:6–8; Marcos 10:32–38
- 51 Mateo 10:34–36; Lucas 12:49; Mateo 24:7–10; Zacarías 11:10–11; Zacarías 11:14
- 52 Juan 15:18–21; Hechos 14:1–4; Miqueas 7:5–6; Juan 16:2; Hechos 28:24
- 53 Miqueas 7:6; Mateo 10:21–22; Mateo 24:10; Zacarías 13:2–6
- 54 Mateo 16:2–4; 1 Reyes 18:44–45
- 55 Mateo 20:12; Job 37:17
- 56 Mateo 16:3; Mateo 24:32–33; Mateo 11:25; 1 Crónicas 12:32; Lucas 19:42–44
- 57 Juan 7:24; Deuteronomio 32:29; 1 Corintios 11:14; Hechos 13:26–38; Hechos 2:40
- 58 Mateo 5:23–26; Lucas 13:24–28; Job 23:7; Isaías 55:6; Proverbios 25:8–9
- 59 Marcos 12:42; Mateo 18:34; Mateo 25:46; Mateo 25:41; 2 Tesalonicenses 1:3
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
I doubt not but that ye who fear God, do hear His word with awe, and execute it with cheerfulness; that what He hath promised, ye may at present hope for, hereafter receive. We have just now heard the Lord Christ Jesus, the Son of God, giving us a precept.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
And to this He refers when He says, "And I have another baptism to be baptized with, and I hasten eagerly towards it." Moreover, they affirm that the Lord added this redemption to the sons of Zebedee, when their mother asked that they might sit, the one on His right hand, and the other on His left, in His kingdom, …
If this be so, then that is false which Christ says, "Be not afraid of them that kill the body, and after that have no more that they can do;" for it seems they can do great injury to the dead body.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
"For mighty" men (it is said) "shall be mightily tormented:" and "He that knew his Lord's will, and doeth it not, shall be beaten with many stripes." So that more knowledge is a ground of more punishment.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
And he who says again that the Father is one, and the maker of the world another, opposes the Son when He says, If then God so clothes the grass of the field which to-day is, and to-morrow is cast into the furnace of fire; and, Who maketh His sun to rise on the evil and on the good, …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)