1 ΚΑΙ ἠθέτησε Μωὰβ ἐν Ἰσραὴλ μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ. 2 Καὶ ἔπεσεν Ὀχοζίας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ, καὶ ἠῤῥώστησε· καὶ ἀπέστειλεν ἀγγέλους, καὶ εἶπε πρὸς αὐτοὺς, δεῦτε καὶ ἐπιζητήσατε ἐν τῷ Βάαλ μυΐαν θεὸν Ἀκκαρὼν, εἰ ζήσομαι ἐκ τῆς ἀῤῥωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι διʼ αὐτοῦ. 3 Καὶ ἄγγελος Κυρίου ἐκάλεσεν Ἠλιοὺ τὸν Θεσβίτην, λέγων, ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Ὀχοζίου βασιλέως Σαμαρείας, καὶ λαλήσεις πρὸς αὐτοὺς, εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν Ἰσραὴλ, ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυΐαν θεὸν Ἀκκαρών; καὶ οὐχ οὕτως· 4 Ὅτι τάδε λέγει Κύριος, ἡ κλίνη ἐφʼ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπʼ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ· καὶ ἐπορεύθη Ἠλιοὺ, καὶ εἶπε πρὸς αὐτούς. 5 Καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν· καὶ εἶπε πρὸς αὐτοὺς, τί ὅτι ἐπεστρέψατε; 6 Καὶ εἶπαν πρὸς αὐτὸν, ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν, καὶ εἶπε πρὸς ἡμᾶς, δεῦτε, ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς, καὶ λαλήσατε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, εἰ παρὰ τὸ μὴ εἶναιι Θεὸν ἐν Ἰσραὴλ, σὺ πορεύῃ ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυΐαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη ἐφʼ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπʼ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. Καὶ ἐπιστρέψαντες ἀπήγγειλαν τῷ βασιλεῖ καθὰ ἐλάλησεν Ἠλιού· 7 καὶ ἐλάλησε πρὸς αὐτοὺς, τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους; 8 Καὶ εἶπον πρὸς αὐτὸν, ἀνὴρ δασὺς, καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφῦν αὐτοῦ· καὶ εἶπεν, Ἠλιοὺ ὁ Θεσβίτης οὗτός ἐστι. 9 Καὶ ἀπέστειλε πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν· καὶ ἰδοὺ Ἠλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους· καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν, καὶ εἶπεν, ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι. 10 Καὶ ἀπεκρίθη Ἠλιοὺ, καὶ εἶπε πρὸς τὸν πεντηκόνταρχον, καὶ εἰ ἄνθρωπος Θεοῦ ἐγὼ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. 11 Καὶ προσέθετο ὁ βασιλεὺς, καὶ ἀπέστειλε πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ· καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν, καὶ εἶπεν, ἄνθρωπε τοῦ Θεοῦ, τάδε λέγει ὁ βασιλεὺς, ταχέως κατάβηθι. 12 Καὶ ἀπεκρίθη Ἠλιοὺ καὶ ἐλάλησε πρὸς αὐτὸν, καὶ εἶπεν, εἰ ἄνθρωπος Θεοῦ ἐγὼ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. 13 Καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον καὶ τοὺς πεντήκοντα αὐτοῦ· καὶ ἦλθεν ὁ πεντηκόνταρχος ὁ τρίτος, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ἠλιοὺ, καὶ ἐδεήθη αὐτοῦ, καὶ ἐλάλησε πρὸς αὐτὸν, καὶ εἶπεν, ἄνθρωπε τοῦ Θεοῦ, ἐντιμωθήτω ἡ ψυχή μου, καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου. 14 Ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους· καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχή μου ἐν ὀφθαλμοῖς σου. 15 Καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς Ἠλιοὺ, καὶ εἶπε, κατάβηθι μετʼ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν· καὶ ἀνέστη Ἠλιοὺ καὶ κατέβη μετʼ αὐτοῦ πρὸς τὸν βασιλέα. 16 Καὶ ἐλάλησε πρὸς αὐτὸν, καὶ εἶπεν Ἠλιού, τάδε λέγει Κύριος, τί ὅτι ἀπέστειλας ἀγγέλους ἐκζητῆσαι ἐν τῷ Βάαλ μυΐαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη ἐφʼ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπʼ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. 17 Καὶ ἀπέθανε κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν Ἠλιού. 18 Καὶ τὰ λοιπὰ τῶν λόγων Ὀχοζίου ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 18a καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἔτη δεκαδύο, ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα· 18b καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ, οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ· 18c καὶ ἀπέστησε τὰς στήλας τοῦ Βάαλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ, καὶ συνέτριψεν αὐτάς· πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ἰεροβοὰμ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπʼ αὐτῶν· 18d καὶ ἐθυμώθη ὀργῇ Κύριος εἰς τὸν οἶκον Ἀχαάβ.
2 Kings · Brenton's Greek Septuagint
2 Kings 1 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Jehoram
Ahab's son, who succeeded his brother Ahaziah, reigned twelve years in Samaria, removed Baal's sacred pillar yet clung to Jeroboam's sins, campaigned against Moab with…
Cited in the guide: 2 Kings 1:17; 2 Kings 3:1; 2 Kings 3:8
Cross references (21)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 2 Samuel 8:2; 2 Kings 8:20; 2 Kings 3:4–5; Psalm 60:8; Numbers 24:7
- 2 2 Kings 1:16; 2 Kings 8:7–10; Mark 3:22; Matthew 10:25; Isaiah 37:19
- 3 1 Kings 17:1; Jonah 2:8; Acts 12:7–11; Psalm 76:1; Jeremiah 2:11–13
- 4 Ezekiel 18:4; Genesis 3:4; Genesis 2:17; 2 Kings 1:16; Proverbs 11:19
- 6 Psalm 16:4; 2 Kings 1:2–4; Isaiah 41:22–23; 1 Chronicles 10:13–14
- 7 Judges 8:18; 1 Samuel 28:14
- 8 Matthew 3:4; Zechariah 13:4; Mark 1:6; Matthew 11:8; Revelation 11:3
- 9 Hebrews 11:36; 2 Kings 6:13–14; Luke 6:11–12; Amos 7:12; Matthew 26:68
- 10 Luke 9:54; Daniel 3:25; 1 Kings 18:36–38; Daniel 3:22; Psalm 106:18
- 11 John 18:5–12; Isaiah 26:11; Jeremiah 5:3; 1 Samuel 22:17–19; Numbers 16:41
- 12 2 Kings 1:9–10
- 13 Isaiah 1:5; Psalm 72:14; Proverbs 27:22; Isaiah 66:2; Psalm 102:17
- 14 Acts 20:24; Psalm 116:15; Psalm 49:8; 2 Kings 1:10–11; Matthew 16:25–26
- 15 Isaiah 51:12; Ezekiel 2:6; Jeremiah 1:17; Genesis 15:1; 2 Kings 1:3
- 16 2 Kings 1:2–4; 1 Kings 21:18–24; Exodus 4:22–23; 1 Kings 14:6–13; Psalm 132:3
- 17 2 Kings 3:1; 1 Kings 22:51; 2 Kings 8:16–17
- 18 1 Kings 14:19; 1 Kings 22:39
- 18a 1 Kings 14:19; 1 Kings 22:39
- 18b 1 Kings 14:19; 1 Kings 22:39
- 18c 1 Kings 14:19; 1 Kings 22:39
- 18d 1 Kings 14:19; 1 Kings 22:39
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Hence it is that Elijah inflicted death on many, both with his own hand and by calling down fire from heaven; as was done also without rashness by many other great and godlike men, in the same spirit of concern for the good of humanity.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
Thus, for instance, both Peter appears to have been "girded," and Paul; for it saith, "the man that owneth this girdle." And Elijah too was thus arrayed, and every one of the saints, because they were at work continually, laboring, and busying themselves either in journeyings, or about some other necessary matter; and not for this cause only, but also …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)