LXX Brenton's Greek Septuagint WEB World English Bible (Classic, with Deuterocanon) 1 Ἐν ἔτει ἑπτακαιδεκάτῳ Φακεὲ υἱοῦ Ῥομελίου ἐβασίλευσεν Ἄχαζ υἱὸς Ἰωάθαμ βασιλέως Ἰούδα. 1 In the seventeenth year of Pekah the son of Remaliah, Ahaz the son of Jotham king of Judah began to reign.
2 Υἱὸς εἴκοσι ἐτῶν ἦν Ἄχαζ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου Θεοῦ αὐτοῦ πιστῶς, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 2 Ahaz was twenty years old when he began to reign, and he reigned sixteen years in Jerusalem. He didn’t do that which was right in Yahweh his God’s eyes, like David his father.
3 Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. 3 But he walked in the way of the kings of Israel, and even made his son to pass through the fire, according to the abominations of the nations whom Yahweh cast out from before the children of Israel.
4 Καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς, καὶ ἐπὶ τῶν βουνῶν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. 4 He sacrificed and burned incense in the high places, on the hills, and under every green tree.
5 Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἐπολιόρκουν ἐπὶ Ἄχαζ, καὶ οὐκ ἠδύναντο πολεμεῖν. 5 Then Rezin king of Syria and Pekah son of Remaliah king of Israel came up to Jerusalem to wage war. They besieged Ahaz, but could not overcome him.
6 Ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψε Ῥαασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ, καὶ ἐξέβαλε τοὺς Ἰουδαίους ἐξ Αἰλὰθ, καὶ Ἰδουμαῖοι ἦλθον εἰς Αἰλὰθ, καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης. 6 At that time Rezin king of Syria recovered Elath to Syria, and drove the Jews from Elath; and the Syrians came to Elath, and live there to this day.
7 Καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς Θαλγαθφελλασὰρ βασιλέα Ἀσσυρίων, λέγων, δοῦλός σου καὶ υἱός σου ἐγὼ, ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ, τῶν ἐπανισταμένων ἐπʼ ἐμέ. 7 So Ahaz sent messengers to Tiglath Pileser king of Assyria, saying, “I am your servant and your son. Come up and save me out of the hand of the king of Syria and out of the hand of the king of Israel, who rise up against me.”
8 Καὶ ἔλαβεν Ἄχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα. 8 Ahaz took the silver and gold that was found in Yahweh’s house, and in the treasures of the king’s house, and sent it for a present to the king of Assyria.
9 Καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων· καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτὴν, καὶ τὸν Ῥαασσὼν βασιλέα ἐθανάτωσε. 9 The king of Assyria listened to him; and the king of Assyria went up against Damascus and took it, and carried its people captive to Kir, and killed Rezin.
10 Καὶ ἐπορεύθη βασιλεὺς Ἄχαζ εἰς Δαμασκὸν εἰς ἀπαντὴν Θαλγαθφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν· καὶ εἶδε τὸ θυσιαστήριον ἐν Δαμασκῷ· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ καὶ πᾶσαν ποίησιν αὐτοῦ. 10 King Ahaz went to Damascus to meet Tiglath Pileser king of Assyria, and saw the altar that was at Damascus; and King Ahaz sent to Urijah the priest a drawing of the altar and plans to build it.
11 Καὶ ᾠκοδόμησεν Οὐρίας ὁ ἱερεὺς τὸ θυσιαστήριον, κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ ἐκ Δαμασκοῦ. 11 Urijah the priest built an altar. According to all that King Ahaz had sent from Damascus, so Urijah the priest made it for the coming of King Ahaz from Damascus.
12 Καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον, καὶ ἀνέβη ἐπʼ αὐτὸ, 12 When the king had come from Damascus, the king saw the altar; and the king came near to the altar, and offered on it.
13 καὶ ἐθυμίασε τὴν ὁλοκαύτωσιν αὐτοῦ, καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν σπονδὴν αὐτοῦ, καὶ προσέχεε τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν 13 He burned his burnt offering and his meal offering, poured his drink offering, and sprinkled the blood of his peace offerings on the altar.
14 τὸ ἀπέναντι Κυρίου· καὶ προσήγαγε τὸ πρόσωπον τοῦ οἴκου Κυρίου, ἀπὸ τοῦ ἀναμέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀναμέσον τοῦ οἴκου Κυρίου· καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βοῤῥᾶν. 14 The bronze altar, which was before Yahweh, he brought from the front of the house, from between his altar and Yahweh’s house, and put it on the north side of his altar.
15 Καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἄχαζ τῷ Οὐρίᾳ τῷ ἱερεῖ, λέγων, ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωϊνὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινήν, καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ, καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν, καὶ πᾶν αἷμα ὁλοκαυτώσεως, καὶ πᾶν αἷμα θυσίας ἐπʼ αὐτῶ ἐκχεεῖς· καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τοπρωΐ. 15 King Ahaz commanded Urijah the priest, saying, “On the great altar burn the morning burnt offering, the evening meal offering, the king’s burnt offering and his meal offering, with the burnt offering of all the people of the land, their meal offering, and their drink offerings; and sprinkle on it all the blood of the burnt offering, and all the blood of the sacrifice; but the bronze altar will be for me to inquire by.”
16 Καὶ ἐποίησεν Οὐρίας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς Ἄχαζ. 16 Urijah the priest did so, according to all that King Ahaz commanded.
17 Καὶ συνέκοψεν ὁ βασιλεὺς Ἄχαζ τὰ συνκλείσματα τῶν μεχωνὼθ, καὶ μετῇρεν ἀπʼ αὐτῶν τὸν λουτῆρα, καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς, καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην. 17 King Ahaz cut off the panels of the bases, and removed the basin from off them, and took down the sea from off the bronze oxen that were under it, and put it on a pavement of stone.
18 Καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου, καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ Κυρίου ἀπὸ προσώπου βασιλέως Ἀσσυρίων. 18 He removed the covered way for the Sabbath that they had built in the house, and the king’s outer entrance to Yahweh’s house, because of the king of Assyria.
19 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἄχαζ ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 19 Now the rest of the acts of Ahaz which he did, aren’t they written in the book of the chronicles of the kings of Judah?
20 Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 20 Ahaz slept with his fathers, and was buried with his fathers in David’s city; and Hezekiah his son reigned in his place.