LXX Brenton's Greek Septuagint WEB World English Bible (Classic, with Deuterocanon) 1 Ἐν ἔτει δωδεκάτῳ τοῦ Ἄχαζ βασιλέως Ἰούδα ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη. 1 In the twelfth year of Ahaz king of Judah, Hoshea the son of Elah began to reign in Samaria over Israel for nine years.
2 Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ἰσραὴλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ. 2 He did that which was evil in Yahweh’s sight, yet not as the kings of Israel who were before him.
3 Ἐπʼ αὐτὸν ἀνέβη Σαλαμανασσὰρ βασιλεὺς Ἀσσυρίων· καὶ ἐγενήθη αὐτῷ Ὠσηὲ δοῦλος, καὶ ἐπέστρεψεν αὐτῷ μαναά. 3 Shalmaneser king of Assyria came up against him; and Hoshea became his servant, and brought him tribute.
4 Καὶ εὗρε βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ὠσηὲ ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου, καὶ οὐκ ἤνεγκε μαναὰ τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ· καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς. 4 The king of Assyria discovered a conspiracy in Hoshea; for he had sent messengers to So king of Egypt, and offered no tribute to the king of Assyria, as he had done year by year. Therefore the king of Assyria seized him, and bound him in prison.
5 Καὶ ἀνέβη ὁ βασιλεὺς Ἀσσυρίων ἐν πάσῃ τῇ γῇ, καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν ἐπʼ αὐτὴν τρία ἔτη. 5 Then the king of Assyria came up throughout all the land, went up to Samaria, and besieged it three years.
6 Ἐν ἔτει ἐννάτῳ Ὠσῆε συνέλαβε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν, καὶ ἀπῴκισεν Ἰσραὴλ εἰς Ἀσσυρίους, καὶ κατῴκισεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμοῖς Γωζὰν, καὶ ὄρη Μήδων. 6 In the ninth year of Hoshea the king of Assyria took Samaria and carried Israel away to Assyria, and placed them in Halah, and on the Habor, the river of Gozan, and in the cities of the Medes.
7 Καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ Θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐφοβήθησαν θεοὺς ἐτέρους, 7 It was so because the children of Israel had sinned against Yahweh their God, who brought them up out of the land of Egypt from under the hand of Pharaoh king of Egypt, and had feared other gods,
8 καὶ ἐπορεύθησαν τοῖς δικαιώμασι τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἐκ προσώπου υἱῶν Ἰσραὴλ, καὶ οἱ βασιλεῖς Ἰσραὴλ ὅσοι ἐποίησαν, 8 and walked in the statutes of the nations whom Yahweh cast out from before the children of Israel, and of the kings of Israel, which they made.
9 καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ Ἰσραὴλ λόγους, οὐχ οὕτως κατὰ Κυρίου Θεου αὐτῶν· καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς, 9 The children of Israel secretly did things that were not right against Yahweh their God; and they built high places for themselves in all their cities, from the tower of the watchmen to the fortified city;
10 καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, 10 and they set up for themselves pillars and Asherah poles on every high hill and under every green tree;
11 καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς, καθὼς τὰ ἔθνη ἃ ἀπῴκησε Κύριος ἐκ προσώπου αὐτῶν, καὶ ἐποίησαν κοινωνοὺς, καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν Κύριον, 11 and there they burned incense in all the high places, as the nations whom Yahweh carried away before them did; and they did wicked things to provoke Yahweh to anger;
12 καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις οἷς εἶπε Κύριος αὐτοῖς, οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο τῷ Κυρίῳ. 12 and they served idols, of which Yahweh had said to them, “You shall not do this thing.”
13 Καὶ διεμαρτύρατο Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ Ἰούδα καὶ ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ παντὸς ὁρῶντος, λέγων, ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν, καὶ φυλάξατε τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου, καὶ πάντα τὸν νόμον ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν. 13 Yet Yahweh testified to Israel and to Judah, by every prophet and every seer, saying, “Turn from your evil ways, and keep my commandments and my statutes, according to all the law which I commanded your fathers, and which I sent to you by my servants the prophets.”
14 Καὶ οὐκ ἤκουσαν, καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νώτον τῶν πατέρων αὐτῶν. 14 Notwithstanding, they would not listen, but hardened their neck like the neck of their fathers who didn’t believe in Yahweh their God.
15 Καὶ τὰ μαρτύρια αὐτοῦ ὅσα διεμαρτύρατο αὐτοῖς οὐκ ἐφύλαξαν, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν, καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο Κύριος αὐτοῖς μὴ ποιῆσαι κατὰ ταῦτα. 15 They rejected his statutes and his covenant that he made with their fathers, and his testimonies which he testified to them; and they followed vanity, and became vain, and followed the nations that were around them, concerning whom Yahweh had commanded them that they should not do like them.
16 Ἐγκατέλιπον τὰς ἐντολὰς Κυρίου Θεοῦ αὐτῶν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις, καὶ ἐποίησαν ἄλση, καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐλάτρευσαν τῷ Βάαλ. 16 They abandoned all the commandments of Yahweh their God, and made molten images for themselves, even two calves, and made an Asherah, and worshiped all the army of the sky, and served Baal.
17 Καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ, καὶ ἐμαντεύοντο μαντείας, καὶ οἰωνίζοντο· καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν. 17 They caused their sons and their daughters to pass through the fire, used divination and enchantments, and sold themselves to do that which was evil in Yahweh’s sight, to provoke him to anger.
18 Καὶ ἐθυμώθη Κύριος σφόδρα ἐν τῷ Ἰσραὴλ, καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑμελείφθη πλὴν φυλὴ Ἰούδα μονωτάτη. 18 Therefore Yahweh was very angry with Israel, and removed them out of his sight. There was none left but the tribe of Judah only.
19 Καί γε Ἰούδας οὐκ ἐφύλαξε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ αὐτῶν· καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν Ἰσραὴλ οἷς ἐποίησαν, καὶ ἀπεώσαντο τὸν Κύριος. 19 Also Judah didn’t keep the commandments of Yahweh their God, but walked in the statutes of Israel which they made.
20 Καὶ ἐθυμώθη Κύριος παντὶ σπέρματι Ἰσραὴλ, καὶ ἐσάλευσεν αὐτοὺς, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτοὺς, ἕως οὗ ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. 20 Yahweh rejected all the offspring of Israel, afflicted them, and delivered them into the hands of raiders, until he had cast them out of his sight.
21 Ὅτι πλὴν Ἰσραὴλ ἐπάνωθεν οἴκου Δαυὶδ, καὶ ἐβασίλευσαν τὸν Ἱεροβοὰμ υἱὸν Ναβάτ· καὶ ἐξέωσεν Ἱεροβοὰμ τὸν Ἰσραὴλ ἐξόπισθε Κυρίου, καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην. 21 For he tore Israel from David’s house; and they made Jeroboam the son of Nebat king; and Jeroboam drove Israel from following Yahweh, and made them sin a great sin.
22 Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν πάσῃ ἁμαρτία Ἱεροβοὰμ ἧς ἐποιήσεν, οὐκ ἀπέστησαν ἀπʼ αὐτῆς 22 The children of Israel walked in all the sins of Jeroboam which he did; they didn’t depart from them
23 ἕως οὗ μετέστησε Κύριος τὸν Ἰσραὴλ ἀπὸ προσώπου αὐτοῦ, καθὼς ἐλάλησε Κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προφητῶν· καὶ ἀπῳκίσθη Ἰσραὴλ ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας ταύτης. 23 until Yahweh removed Israel out of his sight, as he said by all his servants the prophets. So Israel was carried away out of their own land to Assyria to this day.
24 Καὶ ἤγαγε βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος τὸν ἐκ Χουνθὰ, ἀπὸ Ἀϊὰ, καὶ ἀπὸ Αἱμὰθ, καὶ Σεπφαρουαῒν, καὶ κατῳκίσθησαν ἐν πόλεσι Σαμαρείας ἀντὶ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν, καὶ κατῴκίσθησαν ἐν ταῖς πόλεσιν αὐτῆς. 24 The king of Assyria brought people from Babylon, from Cuthah, from Avva, and from Hamath and Sepharvaim, and placed them in the cities of Samaria instead of the children of Israel; and they possessed Samaria and lived in its cities.
25 Καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν Κύριον, καὶ ἀπέστειλε Κύριος ἐν αὐτοῖς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτενίοντες ἐν αὐτοῖς. 25 So it was, at the beginning of their dwelling there, that they didn’t fear Yahweh. Therefore Yahweh sent lions among them, which killed some of them.
26 Καὶ εἶπαν τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες, τὰ ἔθνη ἃ ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσι Σαμαρείας οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἰδού εἰσι θανατοῦντες αὐτοὺς, καθότι οὐκ οἴδασι τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς. 26 Therefore they spoke to the king of Assyria, saying, “The nations which you have carried away and placed in the cities of Samaria don’t know the law of the god of the land. Therefore he has sent lions among them; and behold, they kill them, because they don’t know the law of the god of the land.”
27 Καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἀσσυρίων, λέγων, ἀπαγάγετε ἐκεῖθεν, καὶ πορευέσθωσαν, καὶ κατοικήτωσαν ἐκεῖ, καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς. 27 Then the king of Assyria commanded, saying, “Carry there one of the priests whom you brought from there; and let him go and dwell there, and let him teach them the law of the god of the land.”
28 Καὶ ἤγαγον ἕνα τῶν ἱερέων ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθὴλ, καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσι τὸν Κύριον. 28 So one of the priests whom they had carried away from Samaria came and lived in Bethel, and taught them how they should fear Yahweh.
29 Καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν· καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν ὧν ἐποίησαν οἱ Σαμαρεῖται, ἔθνη ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν ἐν αἷς κατῴκουν. 29 However every nation made gods of their own, and put them in the houses of the high places which the Samaritans had made, every nation in their cities in which they lived.
30 Καὶ οἱ ἄνδρες Βαβυλῶνος ἐποίησαν τὴν Σωκχὼθ Βενὶθ, καὶ οἱ ἄνδρες Χοὺθ ἐποίησαν τὴν Ἐργέλ, καὶ οἱ ἄνδρες Αἱμὰθ ἐποίησαν τὴν Ἀσιμὰθ, 30 The men of Babylon made Succoth Benoth, and the men of Cuth made Nergal, and the men of Hamath made Ashima,
31 καὶ οἱ Εὐαῖοι ἐποίησαν τὴν Ἐβλαζὲρ καὶ τὴν Θαρθὰκ, καὶ ὁ Σεπφαρουαῒμ ἡνίκα κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ Ἀδραμέλεχ καὶ Ἀνημελὲχ θεοῖς Σεπφαρουαΐμ. 31 and the Avvites made Nibhaz and Tartak; and the Sepharvites burned their children in the fire to Adrammelech and Anammelech, the gods of Sepharvaim.
32 Καὶ ἦσαν φοβούμενοι τὸν Κύριον· καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν ἃ ἐποίησαν ἐν Σαμαρείᾳ, ἔθνος ἔθνος ἐν πόλει ἐν ᾗ κατῴκουν ἐν αὐτῇ· καὶ ἦσαν φοβούμενοι τὸν Κύριον· καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν, καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν. 32 So they feared Yahweh, and also made from among themselves priests of the high places for themselves, who sacrificed for them in the houses of the high places.
33 Καὶ τὸν Κύριον ἐφοβοῦντο, καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν, ὅθεν ἀπῴκισαν αὐτοὺς ἐκεῖθεν. 33 They feared Yahweh, and also served their own gods, after the ways of the nations from among whom they had been carried away.
34 Ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ φοβοῦνται, καὶ αὐτοὶ ποιοῦσι κατὰ τὰ δικαιώματα αὐτῶν, καὶ κατὰ τὴν κρίσιν αὐτῶν, καὶ κατὰ τὸν νόμον, καὶ κατὰ τὴν ἐντολὴν ἣν ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰακὼβ, οὗ ἔθηκε τὸ ὄνομα αὐτοῦ Ἰσραήλ. 34 To this day they do what they did before. They don’t fear Yahweh, and they do not follow the statutes, or the ordinances, or the law, or the commandment which Yahweh commanded the children of Jacob, whom he named Israel;
35 Καὶ διέθετο Κύριος μετʼ αὐτῶν διαθήκην, καὶ ἐνετείλατο αὐτοῖς, λέγων, οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους, καὶ οὐ προσκυνήσετε αὐτοῖς, καὶ οὐ λατρεύσετε αὐτοῖς, καὶ οὐ θυσιάσετε αὐτοῖς· 35 with whom Yahweh had made a covenant and commanded them, saying, “You shall not fear other gods, nor bow yourselves to them, nor serve them, nor sacrifice to them;
36 Ὅτι ἀλλʼ ἢ τῷ Κυρίῳ ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, αὐτὸν φοβηθήσεσθε, καὶ αὐτῷ προσκυνήσετε, αὐτῷ θύσετε. 36 but you shall fear Yahweh, who brought you up out of the land of Egypt with great power and with an outstretched arm, and you shall bow yourselves to him, and you shall sacrifice to him.
37 Τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολὰς, ἃς ἔγραψεν ὑμῖν ποιεῖν, φυλάσσεσθε πάσας τὰς ἡμέρας, καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους. 37 The statutes and the ordinances, and the law and the commandment which he wrote for you, you shall observe to do forever more. You shall not fear other gods.
38 Καὶ τὴν διαθήκην ἣν διέθετο μεθʼ ὑμῶν οὐκ ἐπιλήσεσθε· καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους· 38 You shall not forget the covenant that I have made with you. You shall not fear other gods.
39 Ἀλλʼ ἢ τὸν Κύριον Θεὸν ὑμῶν φοβηθήσεσθε, καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν. 39 But you shall fear Yahweh your God, and he will deliver you out of the hand of all your enemies.”
40 Καὶ οὐκ ἀκούσεσθε ἐτὶ τῷ κρίματι αὐτῶν, ὃ αὐτοὶ ποιοῦσι. 40 However they didn’t listen, but they did what they did before.
41 Καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν Κύριον, καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες· καί γε οἱ υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτῶν, καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν, ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης. 41 So these nations feared Yahweh, and also served their engraved images. Their children did likewise, and so did their children’s children. They do as their fathers did to this day.