Skip to the text

Ezekiel · Brenton's Greek Septuagint

Ezekiel 19 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ σὺ λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ἰσραὴλ, 2 καὶ ἐρεῖς, τί ἡ μήτηρ σου σκύμνος ἐν μέσῳ λεόντων ἐγενήθη; ἐν μέσῳ λεόντων ἐπλήθυεν σκύμνους αὐτῆς. 3 Καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο, καὶ ἔμαθε τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε. 4 Καὶ ἤκουσαν κατʼ αὐτοῦ ἔθνη, ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήφθη, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου. 5 Καὶ εἶδεν ὅτι ἀπῶσται ἀπʼ αὐτῆς, ἀπώλετο ἡ ὑπόστασις αὐτῆς· καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς· λέοντα ἔταξεν αὐτὸν. 6 Καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε, 7 καὶ ἐνέμετο τῷ θράσει αὐτοῦ, καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσε, καὶ ἠφάνισε γῆν, καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὐτοῦ. 8 Καὶ ἔδωκαν ἐπʼ αὐτὸν ἔθνη ἐκ χωρῶν κυκλόθεν, καὶ ἐξεπέτασαν ἐπʼ αὐτὸν δίκτυα αὐτῶν, ἐν διαφθορᾷ αὐτῶν συνελήφθη· 9 Καὶ ἔθεντο αὐτὸν ἐν κημῷ καὶ ἐν γαλεάγρᾳ, ἦλθε πρὸς βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγεν αὐτὸν εἰς φυλακὴν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ ἐπὶ τὰ ὄρη τοῦ Ἰσραήλ. 10 Ἡ μήτηρ σου ὡς ἄμπελος καὶ ὡς ἄνθος ἐν ῥοᾷ, ἐν ὕδατι πεφυτευμένη, ὁ καρπὸς αὐτῆς καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ. 11 Καὶ ἐγένετο αὕτη ῥάβδος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη τῷ μεγέθει αὐτῆς ἐν μέσῳ στελεχῶν· καὶ εἶδε τὸ μέγεθος αὐτῆς ἐν πλήθει κλημάτων αὐτῆς. 12 Καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐῤῥίφη, καὶ ἄνεμος ὁ καύσων ἐξήρανε τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήθησαν, καὶ ἐξηράνθη ἡ ῥάβδος ἰσχύος αὐτῆς· πῦρ ἀνήλωσεν αὐτήν. 13 Καὶ νῦν πεφύτευκαν αὐτὴν ἐν τῇ ἠρημῳ, ἐν γῇ ἀνύδρῳ. 14 Καὶ ἐξῆλθε πῦρ ἐκ ῥάβδου ἐκλεκτῶν αὐτῆς, καὶ κατέφαγεν αὐτὴν, καὶ οὐκ ἦν ἐν αὐτῇ ῥάβδος ἰσχύος· φυλὴ εἰς παραβολὴν θρήνου ἐστὶ, καὶ ἐσται εἰς θρῆνον.

Cross references (14)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Ezekiel 26:17; Ezekiel 27:2; 2 Kings 23:29–30; 2 Kings 24:12; 2 Kings 25:5–7
  2. 2 Isaiah 5:29; Psalm 58:6; Zechariah 11:3; Nahum 2:11–12; Zephaniah 3:1–4
  3. 3 Ezekiel 19:6; Ezekiel 22:25; 2 Chronicles 36:1–2; 2 Kings 23:31–32
  4. 4 2 Chronicles 36:4; 2 Kings 23:33–34; 2 Chronicles 36:6; Jeremiah 22:11–12; 2 Kings 23:31
  5. 5 Ezekiel 19:3; 2 Kings 23:34–37
  6. 6 2 Chronicles 36:9; Jeremiah 36:1–32; 2 Kings 24:9; Jeremiah 22:13–17; 2 Kings 24:1–7
  7. 7 Ezekiel 30:12; Ezekiel 12:19; Proverbs 28:15–16; Amos 6:8; Proverbs 19:12
  8. 8 Ezekiel 12:13; Lamentations 4:20; Ezekiel 19:4; 2 Kings 24:11; 2 Kings 24:1–6
  9. 9 2 Chronicles 36:6; Ezekiel 6:2; 2 Kings 24:15; Ezekiel 36:1; Jeremiah 22:18–19
  10. 10 Psalm 80:8–11; Deuteronomy 8:7; Matthew 21:33–41; Numbers 24:6–7; Psalm 89:25–29
  11. 11 Ezekiel 31:3; Psalm 80:15; Daniel 4:11; Psalm 110:2; Ezekiel 21:13
  12. 12 Ezekiel 17:10; Hosea 13:15; Isaiah 27:11; Jeremiah 31:28; Ezekiel 15:4
  13. 13 Hosea 2:3; Ezekiel 19:10; Psalm 63:1; Jeremiah 52:27–31; Psalm 68:6
  14. 14 Ezekiel 19:1; Ezekiel 19:11; Psalm 80:15–16; Isaiah 9:18–19; 2 Kings 24:20

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences