Skip to the text

Ezekiel · Brenton's Greek Septuagint

Ezekiel 32 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐγένετο ἐν τῷ δεκάτῳ ἔτει, ἐν τῷ δεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς αὐτῷ, Λέοντι ἐθνῶν ὡμοιώθης σὺ, καὶ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου, καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου, καὶ κατεπάτεις τοὺς ποταμούς σου. 3 Τάδε λέγει Κύριος, καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν, καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου, 4 καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεται, καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐμπλήσω πάντα τὰ θηρία πάσης τῆς γῆς. 5 Καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη, καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου. 6 Καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου, ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων· φάραγγας ἐμπλήσω ἀπὸ σοῦ, 7 καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν, καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς. 8 Πάντα τὰ φαίνοντα φῶς ἐν τῷ οὐρανῷ, συσκοτάσουσιν ἐπὶ σέ· καὶ δώσω σκότος ἐπὶ τὴν γῆν, λέγει Κύριος Κύριος. 9 Καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν ἣν οὐκ ἔγνως. 10 Καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλὰ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται, ἐν τῷ πετᾶσθαι τὴν ῥομφαίαν μου ἐπὶ πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀφʼ ἡμέρας πτώσεώς σου. 11 Ὅτι τάδε λέγει Κύριος Κύριος, ῥομφαία βασιλέως Βαβυλῶνος ἥξει σοι 12 ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου, λοιμοὶ ἀπὸ ἐθνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς. 13 Καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀφʼ ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ πούς ἀνθρώπου ἔτι, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό. 14 Οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει Κύριος, 15 ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν, καὶ ἐρημωθῇ ἡ γῆ σὺν· τῇ πληρώσει αὐτῆς, ὅταν διασπερῶ πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 16 Θρῆνός ἐστι, καὶ θρηνήσεις αὐτὸν, καὶ αἱ θυγατέρες τῶν ἐθνῶν θρηνήσουσιν αὐτὸν, ἐπʼ Αἴγυπτον, καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς θρηνήσουσιν αὐτὴν, λέγει Κύριος Κύριος. 17 Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνὸς, πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 18 Υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον· 20 Ἐν μέσῳ μαχαίρας τραυματιῶν πεσοῦνται μετʼ αὐτοῦ, καὶ κοιμηθήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ· 21 καὶ ἐροῦσί σοι οἱ γίγαντες, ἐν βάθει βόθρου γίνου, τίνος κρείττων εἶ; καὶ κατάβηθι, καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων, ἐν μέσῳ τραυματιῶν μαχαίρας. 22 Ἐκεῖ Ἀσσοὺρ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν, καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, 23 οἱ δόντες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς. 24 Ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, καὶ οἱ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάθος, οἱ δεδωκότες αὐτῶν φόβον ἐπὶ γῆς ζωῆς· καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον, 25 ἐν μέσῳ τραυματιῶν. 26 Ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβὲλ, καὶ πᾶσα ἡ ἰσχὺς αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς. 27 Καὶ ἐκοιμήθησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπʼ αἰῶνος, οἳ κατέβησαν εἰς ᾅδου ἐν ὅπλοις πολεμικοῖς, καὶ ἔθηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεφαλὰς αὐτῶν, καὶ ἐγενήθησαν αἱ ἀνομῖαι αὐτῶν ἐπὶ τῶν ὀστέων αὐτῶν, ὅτι ἐξεφόβησαν πάντας ἐν τῇ ζωῇ αὐτῶν. 28 Καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ. 29 Ἐκεῖ ἐδόθησαν οἱ ἄρχοντες Ἀσσοὺρ, οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν, μετὰ καταβαινόντων εἰς βόθρον. 30 Ἐκεῖ οἱ ἄρχοντες τοῦ Βοῤῥᾶ πάντες στρατηγοὶ Ἀσσοὺρ, οἱ καταβαίνοντες τραυματίαι, σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύϊ αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας, καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον. 31 Ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ, καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, λέγει Κύριος Κύριος. 32 Ὅτι δέδωκα τὸν φόβον αὐτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας Φαραὼ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ μετʼ αὐτοῦ, λέγει Κύριος Κύριος.

There is no verse 19 in this translation; the verses after it keep their usual numbers.

Cross references (30)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Ezekiel 32:17; Ezekiel 30:20; Ezekiel 1:2; Ezekiel 29:17; Ezekiel 29:1
  2. 2 Ezekiel 29:3; Nahum 2:11–13; Ezekiel 27:2; Ezekiel 32:16; Isaiah 27:1
  3. 3 Ezekiel 12:13; Jeremiah 16:16; Lamentations 1:13; Hosea 7:12; Habakkuk 1:14–17
  4. 4 Isaiah 18:6; Ezekiel 29:5; Ezekiel 31:12–13; Isaiah 34:2–7; 1 Samuel 17:44–46
  5. 5 Ezekiel 31:12
  6. 6 Isaiah 34:3; Isaiah 34:7; Revelation 14:20; Exodus 7:17; Revelation 16:6
  7. 7 Matthew 24:29; Joel 2:31; Ezekiel 30:3; Joel 2:2; Isaiah 34:4
  8. 8 Genesis 1:14; Proverbs 20:20
  9. 9 Revelation 18:10–15; Ezekiel 30:26; Ezekiel 29:12; Jeremiah 25:15–25; Ezekiel 30:23
  10. 10 Ezekiel 26:16; Ezekiel 27:35; Ezekiel 30:9; Revelation 18:10; Zechariah 11:2
  11. 11 Ezekiel 30:22–25; Jeremiah 46:24–26; Jeremiah 43:10; Ezekiel 30:4; Jeremiah 46:13
  12. 12 Ezekiel 28:7; Ezekiel 31:11; Ezekiel 29:19; Ezekiel 30:11; Habakkuk 1:6–7
  13. 13 Ezekiel 29:11; Ezekiel 29:8; Ezekiel 30:12; Ezekiel 32:2; Ezekiel 34:18
  14. 15 Ezekiel 6:7; Exodus 7:5; Exodus 14:18; Exodus 14:4; Psalm 9:16
  15. 16 2 Samuel 1:17; Ezekiel 26:17; Ezekiel 32:2; 2 Chronicles 35:25; 2 Samuel 3:33–34
  16. 17 Ezekiel 32:1; Ezekiel 33:21; Ezekiel 31:1; Ezekiel 1:2
  17. 18 Ezekiel 32:2; Ezekiel 31:14; Micah 1:8; Ezekiel 32:16; Jeremiah 1:10
  18. 20 Psalm 28:3; Ezekiel 32:23–26; Jeremiah 22:19; Proverbs 24:11; Ezekiel 29:8–12
  19. 21 Isaiah 14:9–10; Ezekiel 32:27; Psalm 55:15; Ezekiel 32:19; Psalm 9:17
  20. 22 Ezekiel 32:26; Ezekiel 32:29–30; Ezekiel 32:24; Nahum 3:1–19; Psalm 83:8–10
  21. 23 Ezekiel 26:20; Ezekiel 32:24–27; Psalm 27:13; Ezekiel 26:17; Ezekiel 32:32
  22. 24 Ezekiel 26:20; Ezekiel 32:18; Ezekiel 16:52; Jeremiah 49:34–39; Ezekiel 32:25
  23. 25 Psalm 139:8; 1 Chronicles 10:4; Acts 7:51; Ezekiel 32:19; Revelation 2:22
  24. 26 Ezekiel 27:13; Genesis 10:2; Ezekiel 39:1; Ezekiel 38:2–3; Ezekiel 32:23–24
  25. 27 Isaiah 14:18–19; Psalm 109:18; Ezekiel 32:21; Job 3:13–15; Job 20:11
  26. 28 Daniel 2:34–35
  27. 29 Jeremiah 49:7–22; Malachi 1:3–4; Genesis 25:30; Isaiah 34:1–17; Obadiah 1–9
  28. 30 Ezekiel 38:6; Ezekiel 28:21; Ezekiel 38:15; Ezekiel 39:2; Jeremiah 25:22
  29. 31 Ezekiel 31:16; Ezekiel 14:22; Lamentations 2:13
  30. 32 Ezekiel 32:27; Jeremiah 25:15–38; Revelation 6:15–17; 2 Corinthians 5:11; Genesis 35:5

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences