Skip to the text

Ezekiel · Brenton's Greek Septuagint

Ezekiel 38 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγὼγ, ἄρχοντα Ῥὼς Μεσὸχ, καὶ Θοβὲλ, καὶ προφήτευσον ἐπʼ αὐτόν. 3 Καὶ εἰπὸν αὐτῷ, τάδε λέγει Κύριος Κύριος, 4 Ἰδοὺ ἐγὼ ἐπὶ σὲ ἄρχοντα Ῥὼς Μεσὸχ, καὶ Θοβὲλ, καὶ συνάξω σε, καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας συναγωγῇ πολλῇ, πέλται καὶ περικεφαλαίαι καὶ μάχαιραι· 5 Πέρσαι, καὶ Αἰθίοπες, καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις, 6 Γομὲρ, καὶ πάντες οἱ περὶ αὐτὸν, οἶκος τοῦ Θοργαμὰ, ἀπʼ ἐσχάτου Βοῤῥᾶ, καὶ πάντες οἱ περὶ αὐτὸν, καὶ ἔθνη πολλὰ μετὰ σοῦ. 7 Ἑτοιμάσθητι, ἑτοίμασον σεαυτὸν σὺ, καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηγμένη μετὰ σοῦ, καὶ ἔσῃ μοι εἰς προφυλακήν. 8 Ἀφʼ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται, καὶ ἐπʼ ἐσχάτου ἐτῶν ἐλεύσεται, καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγενήθη ἔρημος διʼ ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθε, καὶ κατοικήσουσιν ἐπʼ εἰρήνης ἅπαντες. 9 Καὶ ἀναβήσῃ ὡς ὑετὸς, καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν, καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ. 10 Τάδε λέγει Κύριος Κύριος, καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς, 11 καὶ ἐρεῖς, ἀναβήσομαι ἐπὶ γῆν ἀπεῤῥιμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν τῇ ἡσυχίᾳ, καὶ οἰκοῦντας ἐπʼ εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος, οὐδὲ μοχλοὶ, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς, 12 προνομεῦσαι προνομὴν, καὶ σκῦλα σκυλεῦσαι αὐτῶν, τοῦ ἐπιστρέψαι χεῖράς μου εἰς τὴν ἠρημωμένην ἣ κατῳκίσθη, καὶ ἐπʼ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν, πεποιηκότας κτήσεις, κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς. 13 Σαββὰ, καὶ Δαιδὰν, καὶ ἔμποροι Καρχηδόνιοι, καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσί σοι, εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ, καὶ σκυλεῦσαι σκῦλα, συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν, τοῦ σκυλεῦσαι σκῦλα. 14 Διατοῦτο προφήτευσον υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ Γὼγ, τάδε λέγει Κύριος, οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ἰσραὴλ ἐπʼ εἰρήνης, ἐγερθήσῃ, 15 καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπʼ ἐσχάτου Βοῤῥᾶ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ; ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή. 16 Καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ ὡς νεφέλη καλύψαι γῆν· ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσι πάντα τὰ ἔθνη ἐμὲ, ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν. 17 Τάδε λέγει Κύριος Κύριος τῷ Γὼγ, σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν, διὰ χειρὸς τῶν δούλων μου τῶν προφητῶν τοῦ Ἰσραὴλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, τοῦ ἀναγαγεῖν σε ἐπʼ αὐτούς. 18 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ἡμέρᾳ ᾗ ἂν ἔλθῃ Γὼγ ἐπὶ τὴν γῆν Ἰσραὴλ, λέγει Κύριος Κύριος, ἀναβήσεται ὁ θυμός μου, 19 καὶ ὁ ζῆλός μου· ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα, εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ἰσραήλ· 20 Καὶ σεισθήσονται ἀπὸ προσώπου Κυρίου οἱ ἰχθύες τῆς θαλάσσης, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὰ θηρία τοῦ πεδίου, καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς, καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ῥαγήσεται τὰ ὄρη, καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται. 21 Καὶ καλέσω ἐπʼ αὐτὸ καὶ πᾶν φόβον, λέγει Κύριος· μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται. 22 Καὶ κρινῶ αὐτὸν θανάτῳ, καὶ αἵματι, καὶ ὑετῷ κατακλύζοντι, καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπʼ αὐτὸν, καὶ ἐπὶ πάντας τοὺς μετʼ αὐτοῦ, καὶ ἐπʼ ἔθνη πολλὰ μετʼ αὐτοῦ. 23 Καὶ μεγαλυνθήσομαι, καὶ ἁγιασθήσομαι, καὶ ἐνδοξασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Gog

    Prince of Meshech and Tubal

    The one of the land of Magog, chief prince of Meshech and Tubal, against whom Ezekiel is told to set his face and prophesy.

    Cited in the guide: Ezekiel 38:2; Ezekiel 38:3; Ezekiel 39:1

Cross references (22)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 2 Ezekiel 39:1; Genesis 10:2; Ezekiel 27:13; Ezekiel 38:3; Revelation 20:8–9
  2. 3 Ezekiel 13:8; Ezekiel 29:3; Ezekiel 39:1–10; Ezekiel 35:3
  3. 4 Ezekiel 29:4; Daniel 11:40; 2 Kings 19:28; Ezekiel 38:15; Ezekiel 39:2
  4. 5 Ezekiel 27:10; Genesis 10:6; Ezekiel 30:5; Genesis 10:8; Nahum 3:9
  5. 6 Genesis 10:2–3; Ezekiel 27:14; 1 Chronicles 1:5–6; Daniel 11:40
  6. 7 2 Chronicles 25:8; Joel 3:9–12; Jeremiah 51:12; Isaiah 37:22; Jeremiah 46:14–16
  7. 8 Ezekiel 38:16; Isaiah 24:22; Ezekiel 38:11–12; Amos 9:14–15; Ezekiel 36:1–8
  8. 9 Isaiah 28:2; Jeremiah 4:13; Joel 2:2; Ezekiel 38:16; Isaiah 25:4
  9. 10 Psalm 36:4; Micah 2:1; Proverbs 19:21; Psalm 83:3–4; Acts 8:22
  10. 11 Zechariah 2:4–5; Exodus 15:9; Proverbs 1:11–16; Isaiah 37:24–25; Judges 18:27
  11. 12 Ezekiel 38:8; Isaiah 10:6; Ezekiel 29:19; Ezekiel 36:33–35; Zechariah 13:7
  12. 13 Ezekiel 27:15; Ezekiel 32:2; Ezekiel 27:22–23; Ezekiel 27:20; Nahum 2:11–13
  13. 14 Zechariah 2:5; Ezekiel 38:8; Jeremiah 23:6; Ezekiel 38:11; Zechariah 2:8
  14. 15 Ezekiel 39:2; Ezekiel 38:6; Revelation 20:8; Revelation 16:16; Revelation 16:14
  15. 16 Ezekiel 39:21; Ezekiel 38:23; Hosea 3:5; Micah 4:1; Ezekiel 36:23
  16. 17 Daniel 11:40–45; Joel 3:9–14; Isaiah 63:1–6; Ezekiel 38:16; Isaiah 34:1–6
  17. 18 Ezekiel 36:5–6; Deuteronomy 32:22; Hebrews 12:29; Psalm 89:46; Nahum 1:2
  18. 19 Haggai 2:6–7; Haggai 2:21–22; Hebrews 12:26; Ezekiel 5:13; Revelation 16:18
  19. 20 Hosea 4:3; Nahum 1:4–6; Revelation 6:12–13; Zechariah 14:4–5; 2 Corinthians 10:4
  20. 21 Haggai 2:22; Judges 7:22; Ezekiel 14:17; 2 Chronicles 20:23; 1 Samuel 14:20
  21. 22 Revelation 16:21; Psalm 11:6; Isaiah 66:16; Isaiah 28:17; Jeremiah 25:31
  22. 23 Psalm 9:16; Ezekiel 38:16; Ezekiel 37:28; Ezekiel 36:23; Revelation 19:1–6

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences