LXX Brenton's Greek Septuagint WEB World English Bible (Classic, with Deuterocanon) 1 Ἐλθῶν δὲ Ἰωσὴφ ἀπήγγειλε τῷ Φαραῶ, λέγων, ὁ πατὴρ μου, καὶ οἱ ἀδελφοί μου, καὶ τὰ κτήνη, καὶ οἱ βόες αὐτῶν, καὶ πάντα τὰ αὐτῶν, ἦλθον ἐκ γῆς Χαναάν· καὶ ἰδού εἰσιν ἐν γῇ Γεσέμ. 1 Then Joseph went in and told Pharaoh, and said, “My father and my brothers, with their flocks, their herds, and all that they own, have come out of the land of Canaan; and behold, they are in the land of Goshen.”
2 Ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβε πέντε ἄνδρας, καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραώ. 2 From among his brothers he took five men, and presented them to Pharaoh.
3 Καὶ εἶπε Φαραὼ τοῖς ἀδελφοῖς Ἰωσὴφ, Τί τὸ ἔργον ὑμῶν; οἱ δὲ εἶπαν τῷ Φαραῷ, ποιμένες προβάτων οἱ παῖδές σου, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν. 3 Pharaoh said to his brothers, “What is your occupation?” They said to Pharaoh, “Your servants are shepherds, both we, and our fathers.”
4 Εἶπαν δὲ τῷ Φαραῷ, παροικεῖν ἐν τῇ γῇ ἥκαμεν, οὐ γάρ ἐστι νομὴ τοῖς κτήνεσι τῶν παιδων σου, ἐνίσχυσε γὰρ ὁ λιμὸς ἐν γῇ Χανάαν· νῦν οὖν κατοικήσομεν ἐν γῇ Γεσέμ. Εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, Κατοικείτωσαν ἐν γῇ Γεσέμ· εἰ δὲ ἐπίστῃ, ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοὶ, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Ἦλθον δὲ εἰς Αἴγυπτον πρὸς Ἰωσὴφ Ἰακὼβ, καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ἤκουσε Φαραὼ βασιλεὺς Αἰγύπτου. 4 They also said to Pharaoh, “We have come to live as foreigners in the land, for there is no pasture for your servants’ flocks. For the famine is severe in the land of Canaan. Now therefore, please let your servants dwell in the land of Goshen.”
5 Καὶ εἶπε Φαραὼ πρὸς Ἰωσὴφ, λέγων, ὁ πατήρ σου, καὶ οἱ ἀδελφοί σου, ἥκασι πρὸς σέ. 5 Pharaoh spoke to Joseph, saying, “Your father and your brothers have come to you.
6 Ἰδοὺ ἡ γῆ Αἰγύπτου ἐναντίον σου ἐστίν· ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου, καὶ τοὺς ἀδελφούς σου. 6 The land of Egypt is before you. Make your father and your brothers dwell in the best of the land. Let them dwell in the land of Goshen. If you know any able men among them, then put them in charge of my livestock.”
7 Εἰσήγαγε δὲ Ἰωσὴφ Ἰακὼβ τὸν πατέρα αὐτοῦ, καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραώ· καὶ ηὐλόγησεν Ἰακὼβ τὸν Φαραώ. 7 Joseph brought in Jacob, his father, and set him before Pharaoh; and Jacob blessed Pharaoh.
8 Εἶπε δὲ Φαραὼ τῷ Ἰακὼβ, πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου; 8 Pharaoh said to Jacob, “How old are you?”
9 Καὶ εἶπεν Ἰακὼβ τῷ Φαραῷ, αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη· μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου· οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζῶης τῶν πατέρων μου, ἃς ἡμέρας παρῴκησαν. 9 Jacob said to Pharaoh, “The years of my pilgrimage are one hundred thirty years. The days of the years of my life have been few and evil. They have not attained to the days of the years of the life of my fathers in the days of their pilgrimage.”
10 Καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ, ἐξῆλθεν ἀπʼ αὐτοῦ. 10 Jacob blessed Pharaoh, and went out from the presence of Pharaoh.
11 Καὶ κατῴκισεν Ἰωσὴφ τὸν πατέρα αὐτοῦ, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτῳ, ἐν τῇ βελτίστῃ γῇ, ἐν γῇ Ῥαμεσσῆ, καθὰ προσέταξε Φαραώ. 11 Joseph placed his father and his brothers, and gave them a possession in the land of Egypt, in the best of the land, in the land of Rameses, as Pharaoh had commanded.
12 Καὶ ἐσιτομέτρει Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ, καὶ τοῖς ἀδελφοῖς, καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, σῖτον κατὰ σῶμα. 12 Joseph provided his father, his brothers, and all of his father’s household with bread, according to the sizes of their families.
13 Σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ, ἐνίσχυσε γὰρ ὁ λιμὸς σφόδρα· ἐξέλιπε δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χαναὰν ἀπὸ τοῦ λιμοῦ. 13 There was no bread in all the land; for the famine was very severe, so that the land of Egypt and the land of Canaan fainted by reason of the famine.
14 Συνήγαγε δὲ Ἰωσὴφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Χαναὰν, τοῦ σίτου, οὗ ἠγόραζον, καὶ ἐσιτομέτρει αὐτοῖς, καὶ εἰσήνεγκεν Ἰωσὴφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραώ. 14 Joseph gathered up all the money that was found in the land of Egypt, and in the land of Canaan, for the grain which they bought: and Joseph brought the money into Pharaoh’s house.
15 Καὶ ἐξέλιπε πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χαναάν· ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ἰωσὴφ, λέγοντες, δὸς ἡμῖν ἄρτους, καὶ ἱνατί ἀποθνήσκομεν ἐναντίον σου; ἐκλέλοιπε γὰρ τὸ ἀργύριον ἡμῶν. 15 When the money was all spent in the land of Egypt, and in the land of Canaan, all the Egyptians came to Joseph, and said, “Give us bread, for why should we die in your presence? For our money fails.”
16 Εἶπε δὲ αὐτοῖς Ἰωσὴφ, φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους, ἀντὶ τῶν κτηνῶν ὑμῶν, εἰ ἐκλέλοιπε τὸ ἀργύριον ὑμῶν. 16 Joseph said, “Give me your livestock; and I will give you food for your livestock, if your money is gone.”
17 Ἤγαγον δὲ τὰ κτήνη αὐτῶν πρὸς Ἰωσήφ· καὶ ἔδωκεν αὐτοῖς Ἰωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων, καὶ ἀντὶ τῶν προβάτων, καὶ ἀντὶ τῶν βοῶν, καὶ ἀντὶ τῶν ὄνων· καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. 17 They brought their livestock to Joseph, and Joseph gave them bread in exchange for the horses, and for the flocks, and for the herds, and for the donkeys: and he fed them with bread in exchange for all their livestock for that year.
18 Ἐξῆλθε δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ, καὶ εἶπαν αὐτῷ, μή ποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν; εἰ γὰρ ἐκλέλοιπε τὸ ἀργύριον ἡμῶν, καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρός σε τὸν κύριον, καὶ οὐχ ὑπολέλειπται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν, ἀλλʼ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν, 18 When that year was ended, they came to him the second year, and said to him, “We will not hide from my lord how our money is all spent, and the herds of livestock are my lord’s. There is nothing left in the sight of my lord, but our bodies, and our lands.
19 ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου, καὶ ἡ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων, καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες τῷ Φαραώ· δὸς σπέρμα, ἵνα σπείρωμεν, καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν, καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται. 19 Why should we die before your eyes, both we and our land? Buy us and our land for bread, and we and our land will be servants to Pharaoh. Give us seed, that we may live, and not die, and that the land won’t be desolate.”
20 Καὶ ἐκτήσατο Ἰωσὴφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ· ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ Φαραώ· ἐπεκράτησε γὰρ αὐτῶν ὁ λιμός· καὶ ἐγένετο ἡ γῆ τῷ Φαραώ. 20 So Joseph bought all the land of Egypt for Pharaoh, for every man of the Egyptians sold his field, because the famine was severe on them, and the land became Pharaoh’s.
21 Καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας, ἀπʼ ἄκρων ὁρίων Αἰγύπτου ἕως τῶν ἄκρων, 21 As for the people, he moved them to the cities from one end of the border of Egypt even to the other end of it.
22 χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἐκτήσατο ταύτην Ἰωσήφ· ἐν δόσει γὰρ ἔδωκε δόμα τοῖς ἱερεῦσι Φαραὼ, καὶ ἤσθιον τὴν δόσιν, ἣν ἔδωκεν αὐτοῖς Φαραώ· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν. 22 Only he didn’t buy the land of the priests, for the priests had a portion from Pharaoh, and ate their portion which Pharaoh gave them. That is why they didn’t sell their land.
23 Εἶπε δὲ Ἰωσὴφ πᾶσι τοῖς Αἰγυπτίοις, ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραῷ· λάβετε ἑαυτοῖς σπέρμα, καὶ σπείρατε τὴν γῆν. 23 Then Joseph said to the people, “Behold, I have bought you and your land today for Pharaoh. Behold, here is seed for you, and you shall sow the land.
24 Καὶ ἔσται τὰ γεννήματα αὐτῆς· καὶ δώσετε τὸ πεμπτὸν μέρος τῷ Φαραώ· τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ, καὶ εἰς βρῶσιν ὑμῖν, καὶ πᾶσι τοῖς ἐν τοῖς οἴκοις ὑμῶν. 24 It will happen at the harvests, that you shall give a fifth to Pharaoh, and four parts will be your own, for seed of the field, for your food, for them of your households, and for food for your little ones.”
25 Καὶ εἶπαν, σέσωκας ἡμᾶς· εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν, καὶ ἐσόμεθα παῖδες τῷ Φαραώ. 25 They said, “You have saved our lives! Let us find favor in the sight of my lord, and we will be Pharaoh’s servants.”
26 Καὶ ἔθετο αὐτοῖς Ἰωσὴφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης, ἐπὶ γῆς Αἰγύπτου τῷ Φαραὼ ἀποπεμπτοῦν, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἧν τῷ Φαραώ. 26 Joseph made it a statute concerning the land of Egypt to this day, that Pharaoh should have the fifth. Only the land of the priests alone didn’t become Pharaoh’s.
27 Κατῶκησε δὲ Ἰσραὴλ ἐν γῇ Αἰγύπτῳ ἐπὶ γῆς Γεσὲμ, καὶ ἐκληρονόμησαν ἐπʼ αὐτῆς· καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα. 27 Israel lived in the land of Egypt, in the land of Goshen; and they got themselves possessions therein, and were fruitful, and multiplied exceedingly.
28 Ἐπέζησε δὲ Ἰακὼβ ἐν γῇ Αἰγύπτῳ δεκαεπτὰ ἔτη· καὶ ἐγένοντο αἱ ἡμέραι Ἰακὼβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσαρακονταεπτὰ ἔτη. 28 Jacob lived in the land of Egypt seventeen years. So the days of Jacob, the years of his life, were one hundred forty-seven years.
29 Ἤγγισαν δὲ αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀποθανεῖν· καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ Ἰωσὴφ, καὶ εἶπεν αὐτῷ, εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ποιήσεις ἐπʼ ἐμὲ ἐλεημοσύνην, καὶ ἀλήθειαν, τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ· 29 The time came near that Israel must die, and he called his son Joseph, and said to him, “If now I have found favor in your sight, please put your hand under my thigh, and deal kindly and truly with me. Please don’t bury me in Egypt,
30 Ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου· καὶ ἀρεῖς με ἐξ Αἰγύπτου, καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν· ὁ δὲ εἶπεν, ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου. 30 but when I sleep with my fathers, you shall carry me out of Egypt, and bury me in their burying place.” Joseph said, “I will do as you have said.”
31◆ Εἶπε δὲ, ὄμοσόν μοι· καὶ ὤμοσεν αὐτῷ· καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. 31 Israel said, “Swear to me,” and he swore to him. Then Israel bowed himself on the bed’s head.