Skip to the text

Genesis · Brenton's Greek Septuagint

Genesis 47 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἐλθῶν δὲ Ἰωσὴφ ἀπήγγειλε τῷ Φαραῶ, λέγων, ὁ πατὴρ μου, καὶ οἱ ἀδελφοί μου, καὶ τὰ κτήνη, καὶ οἱ βόες αὐτῶν, καὶ πάντα τὰ αὐτῶν, ἦλθον ἐκ γῆς Χαναάν· καὶ ἰδού εἰσιν ἐν γῇ Γεσέμ. 2 Ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβε πέντε ἄνδρας, καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραώ. 3 Καὶ εἶπε Φαραὼ τοῖς ἀδελφοῖς Ἰωσὴφ, Τί τὸ ἔργον ὑμῶν; οἱ δὲ εἶπαν τῷ Φαραῷ, ποιμένες προβάτων οἱ παῖδές σου, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν. 4 Εἶπαν δὲ τῷ Φαραῷ, παροικεῖν ἐν τῇ γῇ ἥκαμεν, οὐ γάρ ἐστι νομὴ τοῖς κτήνεσι τῶν παιδων σου, ἐνίσχυσε γὰρ ὁ λιμὸς ἐν γῇ Χανάαν· νῦν οὖν κατοικήσομεν ἐν γῇ Γεσέμ. Εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, Κατοικείτωσαν ἐν γῇ Γεσέμ· εἰ δὲ ἐπίστῃ, ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοὶ, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Ἦλθον δὲ εἰς Αἴγυπτον πρὸς Ἰωσὴφ Ἰακὼβ, καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ἤκουσε Φαραὼ βασιλεὺς Αἰγύπτου. 5 Καὶ εἶπε Φαραὼ πρὸς Ἰωσὴφ, λέγων, ὁ πατήρ σου, καὶ οἱ ἀδελφοί σου, ἥκασι πρὸς σέ. 6 Ἰδοὺ ἡ γῆ Αἰγύπτου ἐναντίον σου ἐστίν· ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου, καὶ τοὺς ἀδελφούς σου. 7 Εἰσήγαγε δὲ Ἰωσὴφ Ἰακὼβ τὸν πατέρα αὐτοῦ, καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραώ· καὶ ηὐλόγησεν Ἰακὼβ τὸν Φαραώ. 8 Εἶπε δὲ Φαραὼ τῷ Ἰακὼβ, πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου; 9 Καὶ εἶπεν Ἰακὼβ τῷ Φαραῷ, αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη· μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου· οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζῶης τῶν πατέρων μου, ἃς ἡμέρας παρῴκησαν. 10 Καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ, ἐξῆλθεν ἀπʼ αὐτοῦ. 11 Καὶ κατῴκισεν Ἰωσὴφ τὸν πατέρα αὐτοῦ, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτῳ, ἐν τῇ βελτίστῃ γῇ, ἐν γῇ Ῥαμεσσῆ, καθὰ προσέταξε Φαραώ. 12 Καὶ ἐσιτομέτρει Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ, καὶ τοῖς ἀδελφοῖς, καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, σῖτον κατὰ σῶμα. 13 Σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ, ἐνίσχυσε γὰρ ὁ λιμὸς σφόδρα· ἐξέλιπε δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χαναὰν ἀπὸ τοῦ λιμοῦ. 14 Συνήγαγε δὲ Ἰωσὴφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Χαναὰν, τοῦ σίτου, οὗ ἠγόραζον, καὶ ἐσιτομέτρει αὐτοῖς, καὶ εἰσήνεγκεν Ἰωσὴφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραώ. 15 Καὶ ἐξέλιπε πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χαναάν· ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ἰωσὴφ, λέγοντες, δὸς ἡμῖν ἄρτους, καὶ ἱνατί ἀποθνήσκομεν ἐναντίον σου; ἐκλέλοιπε γὰρ τὸ ἀργύριον ἡμῶν. 16 Εἶπε δὲ αὐτοῖς Ἰωσὴφ, φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους, ἀντὶ τῶν κτηνῶν ὑμῶν, εἰ ἐκλέλοιπε τὸ ἀργύριον ὑμῶν. 17 Ἤγαγον δὲ τὰ κτήνη αὐτῶν πρὸς Ἰωσήφ· καὶ ἔδωκεν αὐτοῖς Ἰωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων, καὶ ἀντὶ τῶν προβάτων, καὶ ἀντὶ τῶν βοῶν, καὶ ἀντὶ τῶν ὄνων· καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. 18 Ἐξῆλθε δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ, καὶ εἶπαν αὐτῷ, μή ποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν; εἰ γὰρ ἐκλέλοιπε τὸ ἀργύριον ἡμῶν, καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρός σε τὸν κύριον, καὶ οὐχ ὑπολέλειπται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν, ἀλλʼ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν, 19 ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου, καὶ ἡ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων, καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες τῷ Φαραώ· δὸς σπέρμα, ἵνα σπείρωμεν, καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν, καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται. 20 Καὶ ἐκτήσατο Ἰωσὴφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ· ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ Φαραώ· ἐπεκράτησε γὰρ αὐτῶν ὁ λιμός· καὶ ἐγένετο ἡ γῆ τῷ Φαραώ. 21 Καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας, ἀπʼ ἄκρων ὁρίων Αἰγύπτου ἕως τῶν ἄκρων, 22 χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἐκτήσατο ταύτην Ἰωσήφ· ἐν δόσει γὰρ ἔδωκε δόμα τοῖς ἱερεῦσι Φαραὼ, καὶ ἤσθιον τὴν δόσιν, ἣν ἔδωκεν αὐτοῖς Φαραώ· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν. 23 Εἶπε δὲ Ἰωσὴφ πᾶσι τοῖς Αἰγυπτίοις, ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραῷ· λάβετε ἑαυτοῖς σπέρμα, καὶ σπείρατε τὴν γῆν. 24 Καὶ ἔσται τὰ γεννήματα αὐτῆς· καὶ δώσετε τὸ πεμπτὸν μέρος τῷ Φαραώ· τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ, καὶ εἰς βρῶσιν ὑμῖν, καὶ πᾶσι τοῖς ἐν τοῖς οἴκοις ὑμῶν. 25 Καὶ εἶπαν, σέσωκας ἡμᾶς· εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν, καὶ ἐσόμεθα παῖδες τῷ Φαραώ. 26 Καὶ ἔθετο αὐτοῖς Ἰωσὴφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης, ἐπὶ γῆς Αἰγύπτου τῷ Φαραὼ ἀποπεμπτοῦν, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἧν τῷ Φαραώ. 27 Κατῶκησε δὲ Ἰσραὴλ ἐν γῇ Αἰγύπτῳ ἐπὶ γῆς Γεσὲμ, καὶ ἐκληρονόμησαν ἐπʼ αὐτῆς· καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα. 28 Ἐπέζησε δὲ Ἰακὼβ ἐν γῇ Αἰγύπτῳ δεκαεπτὰ ἔτη· καὶ ἐγένοντο αἱ ἡμέραι Ἰακὼβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσαρακονταεπτὰ ἔτη. 29 Ἤγγισαν δὲ αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀποθανεῖν· καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ Ἰωσὴφ, καὶ εἶπεν αὐτῷ, εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ποιήσεις ἐπʼ ἐμὲ ἐλεημοσύνην, καὶ ἀλήθειαν, τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ· 30 Ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου· καὶ ἀρεῖς με ἐξ Αἰγύπτου, καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν· ὁ δὲ εἶπεν, ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου. 31◆ Εἶπε δὲ, ὄμοσόν μοι· καὶ ὤμοσεν αὐτῷ· καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Jacob

    Father of the tribes

    He wrestled with God through the night and rose as Israel, father of twelve tribes.

    Cited in the guide: Genesis 25–35; 46–49

  • Joseph

    Ruler in Egypt

    Betrayed and enslaved, he rose to rule Egypt and saved his family from famine.

    Cited in the guide: Genesis 37; 39–50

Cross references (28)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Genesis 45:10; Genesis 46:31; Genesis 46:28; Genesis 45:16; Exodus 9:26
  2. 2 Acts 7:13; 2 Corinthians 4:14; Jude 24; Colossians 1:28
  3. 3 Genesis 46:33–34; 2 Thessalonians 3:10; Amos 7:14–15; Jonah 1:8; Genesis 4:2
  4. 4 Genesis 46:34; Deuteronomy 26:5; Genesis 15:13; Genesis 43:1; Acts 7:11
  5. 6 Exodus 18:21; Genesis 47:11; Proverbs 22:29; 2 Chronicles 26:10; Exodus 18:25
  6. 7 Genesis 47:10; 2 Samuel 14:22; Exodus 12:32; Luke 22:19; Matthew 26:26
  7. 9 Job 14:1; Psalm 39:12; Genesis 35:28; Psalm 39:5; Exodus 7:7
  8. 10 Genesis 47:7; Deuteronomy 33:1; Hebrews 7:7; 2 Samuel 8:10; Genesis 14:19
  9. 11 Genesis 47:6; Exodus 12:37; Exodus 1:11; John 17:24; John 14:2
  10. 12 Genesis 45:11; Mark 7:10–13; Exodus 20:12; Genesis 47:1; Ruth 4:15
  11. 13 Acts 7:11; Jeremiah 9:12; Lamentations 4:9; Genesis 41:30–31; 1 Kings 18:5
  12. 14 Genesis 41:56; Luke 16:10–12; 1 Peter 4:10; Luke 16:1–2; 1 Corinthians 4:2
  13. 15 Judges 8:8; Judges 8:5; Matthew 6:11; Psalm 37:3; Genesis 47:18–19
  14. 16 Philippians 4:8; 1 Corinthians 10:32; Proverbs 12:17; Colossians 4:5; Daniel 6:5–7
  15. 17 Isaiah 31:1; Job 2:4; Matthew 6:24; 1 Kings 10:28; Exodus 9:3
  16. 18 Jeremiah 38:9; 2 Kings 6:26
  17. 19 Nehemiah 5:2–3; Job 2:4; Lamentations 1:11; Lamentations 5:9; Lamentations 5:6
  18. 21 Genesis 41:48
  19. 22 Ezra 7:24; Joshua 21:1–45; Nehemiah 13:10; 1 Corinthians 9:13; Genesis 41:50
  20. 23 Isaiah 55:10; Isaiah 28:24–25; Genesis 45:6; Psalm 112:5; Proverbs 12:11
  21. 24 Genesis 41:34; Psalm 112:5; Psalm 41:1; Genesis 47:25; 1 Samuel 8:15–17
  22. 25 Genesis 33:15; Proverbs 11:26–27; Genesis 41:45; Genesis 50:20; Genesis 45:6–8
  23. 26 Genesis 47:22; Ezekiel 7:24
  24. 27 Genesis 46:3; Exodus 1:7; Acts 7:17; Psalm 107:38; Psalm 105:24
  25. 28 Psalm 90:10; Psalm 119:84; Psalm 90:12; Genesis 47:8–9; Genesis 37:2
  26. 29 Genesis 24:2; Deuteronomy 31:14; Genesis 24:49; 1 Kings 2:1; Genesis 50:24–25
  27. 30 Genesis 49:29–32; Genesis 25:9; Genesis 23:19; Genesis 50:25; 2 Samuel 19:37
  28. 31 1 Kings 1:47; Genesis 24:3; Hebrews 11:21; Genesis 47:29; Genesis 24:26

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

Why does my Bible say something different?

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 47:9 Basil of Caesarea, Hexaemeron (Homily II)

    "Few and evil have the days of the years of my life been," said Jacob, and elsewhere "all the days of my life." Thus under the form of history the law is laid down for what is to follow.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)