Skip to the text

Isaiah · Brenton's Greek Septuagint

Isaiah 18 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

Isaiah is not in PT1904.

LXX Brenton's Greek Septuagint
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 Οὐαὶ γῆς πλοίων πτέρυγες, ἐπέκεινα ποταμῶν Αἰθιοπίας·
·
2 Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος· πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπόν· τίς αὐτοῦ ἐπέκεινα; ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον· νῦν οἱ ποταμοὶ τῆς γῆς
·
3 πάντες, ὡς χώρα κατοικουμένη κατοικηθήσεται· ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται.
·
4 Διότι οὕτως εἶπε Κύριός μοι, ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει, ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμητο ἔσται
·
5 πρὸ τοῦ θερισμοῦ, ὅταν συντελεσθῇ ἄνθος, καὶ ὄμφαξ ἐξανθήσῃ ἄνθος ὀμφακίζουσα· καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς κληματίδας ἀφελεῖ, καὶ ἀποκόψει,
·
6 καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ συναχθήσεται ἐπʼ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπʼ αὐτὸν ἥξει.
·
7 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίου σαβαὼθ, ὄρος Σιών. ὍΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ.
·
Cross references (7)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Zephaniah 3:10; 2 Kings 19:9; Ezekiel 30:4–5; Zephaniah 2:12; Psalm 63:7
  2. 2 Isaiah 18:7; Genesis 10:8–9; 2 Chronicles 16:8; 2 Chronicles 12:2–4; 2 Chronicles 14:9
  3. 3 Isaiah 5:26; Matthew 13:16; Isaiah 26:11; Micah 6:9; Matthew 13:9
  4. 4 Hosea 5:15; Isaiah 26:21; Isaiah 18:7; Isaiah 12:6; Psalm 132:13–14
  5. 5 Isaiah 17:10–11; Song of Songs 2:15; Song of Songs 2:13; Ezekiel 17:6–10
  6. 6 Jeremiah 7:33; Ezekiel 32:4–6; Ezekiel 39:17–20; Isaiah 14:19; Jeremiah 15:3
  7. 7 Zephaniah 3:10; Acts 8:27–28; Zechariah 14:16–17; Isaiah 18:4; Isaiah 45:14

Explore connections →

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences