1 Ὑπολαβὼν δὲ Ἐλιοὺς, λέγει, 2 Τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ, ὅτι εἶπας, δίκαιός εἰμι ἔναντι Κυρίου; 4 Ἐγώ σοι δώσω ἀπόκρισιν, καὶ τοῖς τρισὶ φίλοις σου. 5 Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἴδε· κατάμαθε δὲ νέφη, ὡς ὑψηλὰ ἀπὸ σοῦ. 6 Εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; 7 Ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐκ χειρός σου λήψεται; 8 Ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. 9 Ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν. 10 Καὶ οὐκ εἶπε, ποῦ ἐστιν ὁ Θεὸς ὁ ποιήσας με, ὁ κατατάσσων φυλακὰς νυκτερινὰς, 11 ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ; 12 Ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ, καὶ ἀπὸ ὕβρεως πονηρῶν. 13 Ἄτοπα γὰρ οὐ βούλεται ἰδεῖν ὁ Κύριος, αὐτὸς γὰρ ὁ παντοκράτωρ. 14 Ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα, καὶ σώσει με· κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι, ὡς ἔστι καὶ νῦν. 15 “Ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ, καὶ οὐκ ἔγνω παράπτωμά τι σφόδρα· 16 καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.
Job · Brenton's Greek Septuagint
Job 35 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There is no verse 3 in this translation; the verses after it keep their usual numbers.
Cross references (14)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Matthew 12:36–37; Job 9:17; Job 34:5; Job 16:17; Job 19:6–7
- 4 Job 34:8; Proverbs 13:20
- 5 Job 22:12; Isaiah 55:9; Nahum 1:3; Isaiah 40:22–23; Job 37:16
- 6 Jeremiah 7:19; Proverbs 8:36; Proverbs 9:12
- 7 Psalm 16:2; Job 22:2–3; Luke 17:10; Proverbs 9:12; Romans 11:35
- 8 Jonah 1:12; Psalm 106:30; Hebrews 11:7; Job 42:8; Genesis 12:2
- 9 Exodus 2:23; Job 34:28; Exodus 3:9; Psalm 12:5; Nehemiah 5:1–5
- 10 Psalm 42:8; Acts 16:25; Psalm 149:5; Psalm 77:6; Isaiah 51:13
- 11 Psalm 94:12; Job 36:22; Job 32:8; Genesis 1:26; Genesis 2:7
- 12 Proverbs 1:28; John 9:31; Psalm 123:3–4; Isaiah 14:14–17; Psalm 73:6–8
- 13 Proverbs 15:29; James 4:3; Jeremiah 11:11; Isaiah 1:15; Proverbs 15:8
- 14 Job 9:11; Job 23:3; Isaiah 30:18; Job 9:19; Psalm 62:5
- 15 Psalm 89:32; Job 30:15–31; Hebrews 12:11–12; Job 13:15; Hosea 11:8–9
- 16 Job 38:2; Job 34:35–37; Job 33:8–12; Job 33:2; Job 3:1
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences