PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 επειδηπερ πολλοι επεχειρησαν αναταξασθαι διηγησιν περι των πεπληροφορημενων εν ημιν πραγματων 1 Since many have undertaken to set in order a narrative concerning those matters which have been fulfilled among us,
1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων
2 καθως παρεδοσαν ημιν οι απ αρχης αυτοπται και υπηρεται γενομενοι του λογου, 2 even as those who from the beginning were eyewitnesses and servants of the word delivered them to us,
2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
3 εδοξεν καμοι, παρηκολουθηκοτι ανωθεν πασιν ακριβως, καθεξης σοι γραψαι, κρατιστε θεοφιλε, 3 it seemed good to me also, having traced the course of all things accurately from the first, to write to you in order, most excellent Theophilus;
3 ἔδοξε κἀμοί, παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
4 ινα επιγνως περι ων κατηχηθης λογων την ασφαλειαν. 4 that you might know the certainty concerning the things in which you were instructed.
4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
5 εγενετο εν ταις ημεραις ηρωδου του βασιλεως της ιουδαιας ιερευς τις ονοματι ζαχαριας εξ εφημεριας αβια, και η γυνη αυτου εκ των θυγατερων ααρων, και το ονομα αυτης ελισαβετ. 5 There was in the days of Herod, the king of Judea, a certain priest named Zacharias, of the priestly division of Abijah. He had a wife of the daughters of Aaron, and her name was Elizabeth.
5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.
6 ησαν δε δικαιοι αμφοτεροι ενωπιον του θεου, πορευομενοι εν πασαις ταις εντολαις και δικαιωμασιν του κυριου αμεμπτοι. 6 They were both righteous before God, walking blamelessly in all the commandments and ordinances of the Lord.
6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.
7 και ουκ ην αυτοις τεκνον, καθοτι η ελισαβετ ην στειρα, και αμφοτεροι προβεβηκοτες εν ταις ημεραις αυτων ησαν. 7 But they had no child, because Elizabeth was barren, and they both were well advanced in years.
7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
8 εγενετο δε εν τω ιερατευειν αυτον εν τη ταξει της εφημεριας αυτου εναντι του θεου, 8 Now while he executed the priest’s office before God in the order of his division
8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ,
9 κατα το εθος της ιερατειας ελαχεν του θυμιασαι εισελθων εις τον ναον του κυριου· 9 according to the custom of the priest’s office, his lot was to enter into the temple of the Lord and burn incense.
9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου·
10 και παν το πληθος ην του λαου προσευχομενον εξω τη ωρα του θυμιαματος. 10 The whole multitude of the people were praying outside at the hour of incense.
10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
11 ωφθη δε αυτω αγγελος κυριου εστως εκ δεξιων του θυσιαστηριου του θυμιαματος. 11 An angel of the Lord appeared to him, standing on the right side of the altar of incense.
11 ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
12 και εταραχθη ζαχαριας ιδων, και φοβος επεπεσεν επ αυτον. 12 Zacharias was troubled when he saw him, and fear fell upon him.
12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν.
13 ειπεν δε προς αυτον ο αγγελος· μη φοβου, ζαχαρια· διοτι εισηκουσθη η δεησις σου, και η γυνη σου ελισαβετ γεννησει υιον σοι, και καλεσεις το ονομα αυτου ιωαννην· 13 But the angel said to him, “Don’t be afraid, Zacharias, because your request has been heard. Your wife, Elizabeth, will bear you a son, and you shall call his name John.
13 εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην·
14 και εσται χαρα σοι και αγαλλιασις, και πολλοι επι τη γεννησει αυτου χαρησονται. 14 You will have joy and gladness, and many will rejoice at his birth.
14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται.
15 εσται γαρ μεγας ενωπιον του κυριου, και οινον και σικερα ου μη πιη, και πνευματος αγιου πλησθησεται ετι εκ κοιλιας μητρος αυτου, 15 For he will be great in the sight of the Lord, and he will drink no wine nor strong drink. He will be filled with the Holy Spirit, even from his mother’s womb.
15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
16 και πολλους των υιων ισραηλ επιστρεψει επι κυριον τον θεον αυτων· 16 He will turn many of the children of Israel to the Lord their God.
16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν·
17 και αυτος προελευσεται ενωπιον αυτου εν πνευματι και δυναμει ηλιου, επιστρεψαι καρδιας πατερων επι τεκνα και απειθεις εν φρονησει δικαιων, ετοιμασαι κυριω λαον κατεσκευασμενον. 17 He will go before him in the spirit and power of Elijah, ‘to turn the hearts of the fathers to the children,’ and the disobedient to the wisdom of the just; to prepare a people prepared for the Lord.”
17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.
18 και ειπεν ζαχαριας προς τον αγγελον· κατα τι γνωσομαι τουτο; εγω γαρ ειμι πρεσβυτης και η γυνη μου προβεβηκυια εν ταις ημεραις αυτης. 18 Zacharias said to the angel, “How can I be sure of this? For I am an old man, and my wife is well advanced in years.”
18 καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
19 και αποκριθεις ο αγγελος ειπεν αυτω· εγω ειμι γαβριηλ ο παρεστηκως ενωπιον του θεου, και απεσταλην λαλησαι προς σε και ευαγγελισασθαι σοι ταυτα· 19 The angel answered him, “I am Gabriel, who stands in the presence of God. I was sent to speak to you and to bring you this good news.
19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα.
20 και ιδου εση σιωπων και μη δυναμενος λαλησαι αχρι ης ημερας γενηται ταυτα, ανθ ων ουκ επιστευσας τοις λογοις μου, οιτινες πληρωθησονται εις τον καιρον αυτων. 20 Behold, you will be silent and not able to speak until the day that these things will happen, because you didn’t believe my words, which will be fulfilled in their proper time.”
20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
21 και ην ο λαος προσδοκων τον ζαχαριαν, και εθαυμαζον εν τω χρονιζειν αυτον εν τω ναω. 21 The people were waiting for Zacharias, and they marveled that he delayed in the temple.
21 καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ.
22 εξελθων δε ουκ ηδυνατο λαλησαι αυτοις, και επεγνωσαν οτι οπτασιαν εωρακεν εν τω ναω· και αυτος ην διανευων αυτοις, και διεμενεν κωφος. 22 When he came out, he could not speak to them. They perceived that he had seen a vision in the temple. He continued making signs to them, and remained mute.
22 ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός.
23 και εγενετο ως επλησθησαν αι ημεραι της λειτουργιας αυτου, απηλθεν εις τον οικον αυτου. 23 When the days of his service were fulfilled, he departed to his house.
23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
24 μετα δε ταυτας τας ημερας συνελαβεν ελισαβετ η γυνη αυτου, και περιεκρυβεν εαυτην μηνας πεντε, λεγουσα 24 After these days Elizabeth his wife conceived, and she hid herself five months, saying,
24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε,
25 οτι ουτως μοι πεποιηκεν ο κυριος εν ημεραις αις επειδεν αφελειν το ονειδος μου εν ανθρωποις. 25 “Thus has the Lord done to me in the days in which he looked at me, to take away my reproach among men.”
25 λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.
26 εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελος γαβριηλ υπο του θεου εις πολιν της γαλιλαιας, η ονομα ναζαρετ, 26 Now in the sixth month, the angel Gabriel was sent from God to a city of Galilee named Nazareth,
26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ,
27 προς παρθενον μεμνηστευμενην ανδρι, ω ονομα ιωσηφ, εξ οικου δαυιδ, και το ονομα της παρθενου μαριαμ. 27 to a virgin pledged to be married to a man whose name was Joseph, of David’s house. The virgin’s name was Mary.
27 πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυΐδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
28 και εισελθων ο αγγελος προς αυτην ειπεν· χαιρε, κεχαριτωμενη· ο κυριος μετα σου· ευλογημενη συ εν γυναιξιν. 28 Having come in, the angel said to her, “Rejoice, you highly favored one! The Lord is with you. Blessed are you among women!”
28 καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν.
29 η δε ιδουσα διεταραχθη επι τω λογω αυτου, και διελογιζετο ποταπος ειη ο ασπασμος ουτος. 29 But when she saw him, she was greatly troubled at the saying, and considered what kind of salutation this might be.
29 ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
30 και ειπεν ο αγγελος αυτη· μη φοβου, μαριαμ· ευρες γαρ χαριν παρα τω θεω. 30 The angel said to her, “Don’t be afraid, Mary, for you have found favor with God.
30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.
31 και ιδου συλληψη εν γαστρι και τεξη υιον, και καλεσεις το ονομα αυτου ιησουν. 31 Behold, you will conceive in your womb and give birth to a son, and shall name him ‘Jesus.’
31 καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
32 ουτος εσται μεγας και υιος υψιστου κληθησεται, και δωσει αυτω κυριος ο θεος τον θρονον δαυιδ του πατρος αυτου, 32 He will be great and will be called the Son of the Most High. The Lord God will give him the throne of his father David,
32 οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ,
33 και βασιλευσει επι τον οικον ιακωβ εις τους αιωνας, και της βασιλειας αυτου ουκ εσται τελος. 33 and he will reign over the house of Jacob forever. There will be no end to his Kingdom.”
33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
34 ειπεν δε μαριαμ προς τον αγγελον· πως εσται μοι τουτο, επει ανδρα ου γινωσκω; 34 Mary said to the angel, “How can this be, seeing I am a virgin?”
34 εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
35 και αποκριθεις ο αγγελος ειπεν αυτη· πνευμα αγιον επελευσεται επι σε και δυναμις υψιστου επισκιασει σοι· διο και το γεννωμενον αγιον κληθησεται υιος θεου. 35 The angel answered her, “The Holy Spirit will come on you, and the power of the Most High will overshadow you. Therefore also the holy one who is born from you will be called the Son of God.
35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ.
36 και ιδου ελισαβετ η συγγενης σου και αυτη συνειληφυια υιον εν γηρει αυτης, και ουτος μην εκτος εστιν αυτη τη καλουμενη στειρα· 36 Behold, Elizabeth your relative also has conceived a son in her old age; and this is the sixth month with her who was called barren.
36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
37 οτι ουκ αδυνατησει παρα τω θεω παν ρημα. 37 For nothing spoken by God is impossible.”
37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα.
38 ειπεν δε μαριαμ· ιδου η δουλη κυριου· γενοιτο μοι κατα το ρημα σου. και απηλθεν απ αυτης ο αγγελος. 38 Mary said, “Behold, the servant of the Lord; let it be done to me according to your word.” Then the angel departed from her.
38 εἶπε δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.
39 αναστασα δε μαριαμ εν ταις ημεραις ταυταις επορευθη εις την ορεινην μετα σπουδης εις πολιν ιουδα, 39 Mary arose in those days and went into the hill country with haste, into a city of Judah,
39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα,
40 και εισηλθεν εις τον οικον ζαχαριου και ησπασατο την ελισαβετ. 40 and entered into the house of Zacharias and greeted Elizabeth.
40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
41 και εγενετο ως ηκουσεν η ελισαβετ τον ασπασμον της μαριας, εσκιρτησεν το βρεφος εν τη κοιλια αυτης· και επλησθη πνευματος αγιου η ελισαβετ 41 When Elizabeth heard Mary’s greeting, the baby leaped in her womb; and Elizabeth was filled with the Holy Spirit.
41 καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ
42 και ανεφωνησεν φωνη μεγαλη και ειπεν· ευλογημενη συ εν γυναιξιν και ευλογημενος ο καρπος της κοιλιας σου. 42 She called out with a loud voice and said, “Blessed are you among women, and blessed is the fruit of your womb!
42 καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
43 και ποθεν μοι τουτο ινα ελθη η μητηρ του κυριου μου προς με; 43 Why am I so favored, that the mother of my Lord should come to me?
43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;
44 ιδου γαρ ως εγενετο η φωνη του ασπασμου σου εις τα ωτα μου, εσκιρτησεν το βρεφος εν αγαλλιασει εν τη κοιλια μου. 44 For behold, when the voice of your greeting came into my ears, the baby leaped in my womb for joy!
44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου.
45 και μακαρια η πιστευσασα οτι εσται τελειωσις τοις λελαλημενοις αυτη παρα κυριου. 45 Blessed is she who believed, for there will be a fulfillment of the things which have been spoken to her from the Lord!”
45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.
46 και ειπεν μαριαμ· μεγαλυνει η ψυχη μου τον κυριον 46 Mary said, “My soul magnifies the Lord.
46 Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον
47 και ηγαλλιασεν το πνευμα μου επι τω θεω τω σωτηρι μου, 47 My spirit has rejoiced in God my Savior,
47 καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου,
48 οτι επεβλεψεν επι την ταπεινωσιν της δουλης αυτου. ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι· 48 for he has looked at the humble state of his servant. For behold, from now on, all generations will call me blessed.
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί·
49 οτι εποιησεν μοι μεγαλεια ο δυνατος και αγιον το ονομα αυτου, 49 For he who is mighty has done great things for me. Holy is his name.
49 ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
50 και το ελεος αυτου εις γενεας γενεων τοις φοβουμενοις αυτον. 50 His mercy is for generations and generations on those who fear him.
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις αὐτόν.
51 εποιησεν κρατος εν βραχιονι αυτου, διεσκορπισεν υπερηφανους διανοια καρδιας αυτων· 51 He has shown strength with his arm. He has scattered the proud in the imagination of their hearts.
51 Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
52 καθειλεν δυναστας απο θρονων και υψωσεν ταπεινους, 52 He has put down princes from their thrones, and has exalted the lowly.
52 καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς,
53 πεινωντας ενεπλησεν αγαθων και πλουτουντας εξαπεστειλεν κενους. 53 He has filled the hungry with good things. He has sent the rich away empty.
53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
54 αντελαβετο ισραηλ παιδος αυτου μνησθηναι ελεους, 54 He has given help to Israel, his servant, that he might remember mercy,
54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους,
55 καθως ελαλησεν προς τους πατερας ημων, τω αβρααμ και τω σπερματι αυτου εις τον αιωνα. 55 as he spoke to our fathers, to Abraham and his offspring forever.”
55 καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
56 εμεινεν δε μαριαμ συν αυτη ωσει μηνας τρεις και υπεστρεψεν εις τον οικον αυτης. 56 Mary stayed with her about three months, and then returned to her house.
56 Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
57 τη δε ελισαβετ επλησθη ο χρονος του τεκειν αυτην, και εγεννησεν υιον. 57 Now the time that Elizabeth should give birth was fulfilled, and she gave birth to a son.
57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
58 και ηκουσαν οι περιοικοι και οι συγγενεις αυτης οτι εμεγαλυνεν κυριος το ελεος αυτου μετ αυτης, και συνεχαιρον αυτη. 58 Her neighbors and her relatives heard that the Lord had magnified his mercy toward her, and they rejoiced with her.
58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
59 και εγενετο εν τη ογδοη ημερα ηλθον περιτεμειν το παιδιον, και εκαλουν αυτο επι τω ονοματι του πατρος αυτου ζαχαχαριαν. 59 On the eighth day, they came to circumcise the child; and they would have called him Zacharias, after the name of his father.
59 Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
60 και αποκριθεισα η μητηρ αυτου ειπεν· ουχι, αλλα κληθησεται ιωαννης. 60 His mother answered, “Not so; but he will be called John.”
60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.
61 και ειπον προς αυτην οτι ουδεις εστιν εν τη συγγενεια σου ος καλειται τω ονοματι τουτω· 61 They said to her, “There is no one among your relatives who is called by this name.”
61 καὶ εἶπον πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ·
62 ενενευον δε τω πατρι αυτου το τι αν θελοι καλεισθαι αυτον. 62 They made signs to his father, what he would have him called.
62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν.
63 και αιτησας πινακιδιον εγραψεν λεγων· ιωαννης εστιν το ονομα αυτου· και εθαυμασαν παντες. 63 He asked for a writing tablet, and wrote, “His name is John.” They all marveled.
63 καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες.
64 ανεωχθη δε το στομα αυτου παραχρημα και η γλωσσα αυτου, και ελαλει ευλογων τον θεον. 64 His mouth was opened immediately and his tongue freed, and he spoke, blessing God.
64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.
65 και εγενετο επι παντας φοβος τους περιοικουντας αυτους, και εν ολη τη ορεινη της ιουδαιας διελαλειτο παντα τα ρηματα ταυτα, 65 Fear came on all who lived around them, and all these sayings were talked about throughout all the hill country of Judea.
65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
66 και εθεντο παντες οι ακουσαντες εν τη καρδια αυτων λεγοντες· τι αρα το παιδιον τουτο εσται; και χειρ κυριου ην μετ αυτου. 66 All who heard them laid them up in their heart, saying, “What then will this child be?” The hand of the Lord was with him.
66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ᾽ αὐτοῦ.
67 και ζαχαριας ο πατηρ αυτου επλησθη πνευματος αγιου και προεφητευσεν λεγων· 67 His father Zacharias was filled with the Holy Spirit, and prophesied, saying,
67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος Ἁγίου καὶ προεφήτευσε λέγων·
68 ευλογητος κυριος, ο θεος του ισραηλ, οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου, 68 “Blessed be the Lord, the God of Israel, for he has visited and redeemed his people;
68 Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ,
69 και ηγειρεν κερας σωτηριας ημιν εν τω οικω δαυιδ του παιδος αυτου, 69 and has raised up a horn of salvation for us in the house of his servant David
69 καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ,
70 καθως ελαλησεν δια στοματος των αγιων, των απ αιωνος προφητων αυτου, 70 (as he spoke by the mouth of his holy prophets who have been from of old),
70 καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ,
71 σωτηριαν εξ εχθρων ημων και εκ χειρος παντων των μισουντων ημας, 71 salvation from our enemies and from the hand of all who hate us;
71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
72 ποιησαι ελεος μετα των πατερων ημων και μνησθηναι διαθηκης αγιας αυτου, 72 to show mercy toward our fathers, to remember his holy covenant,
72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
73 ορκον ον ωμοσεν προς αβρααμ τον πατερα ημων, του δουναι ημιν 73 the oath which he swore to Abraham our father,
73 ὅρκον ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
74 αφοβως, εκ χειρος των εχθρων ημων ρυσθεντας, λατρευειν αυτω 74 to grant to us that we, being delivered out of the hand of our enemies, should serve him without fear,
74 ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας, λατρεύειν αὐτῷ
75 εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασας τας ημερας της ζωης ημων. 75 in holiness and righteousness before him all the days of our life.
75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
76 και συ, παιδιον, προφητης υψιστου κληθηση· προπορευση γαρ προ προσωπου κυριου ετοιμασαι οδους αυτου, 76 And you, child, will be called a prophet of the Most High; for you will go before the face of the Lord to prepare his ways,
76 Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
77 του δουναι γνωσιν σωτηριας τω λαω αυτου, εν αφεσει αμαρτιων αυτων 77 to give knowledge of salvation to his people by the remission of their sins,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν
78 δια σπλαγχνα ελεους θεου ημων, εν οις επεσκεψατο ημας ανατολη εξ υψους 78 because of the tender mercy of our God, by which the dawn from on high will visit us,
78 διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους
79 επιφαναι τοις εν σκοτει και σκια θανατου καθημενοις, του κατευθυναι τους ποδας ημων εις οδον ειρηνης. 79 to shine on those who sit in darkness and the shadow of death; to guide our feet into the way of peace.”
79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
80 το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι, και ην εν ταις ερημοις εως ημερας αναδειξεως αυτου προς τον ισραηλ. 80 The child was growing and becoming strong in spirit, and was in the desert until the day of his public appearance to Israel.
80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.