Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 9 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και εμβας εις πλοιον διεπερασεν και ηλθεν εις την ιδιαν πολιν.
1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
2 και ιδου προσεφερον αυτω παραλυτικον επι κλινης βεβλημενον· και ιδων ο ιησους την πιστιν αυτων ειπεν τω παραλυτικω· θαρσει, τεκνον· αφεωνται σοι αι αμαρτιαι σου.
2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
3 και ιδου τινες των γραμματεων ειπον εν εαυτοις· ουτος βλασφημει.
3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.
4 και ιδων ο ιησους τας ενθυμησεις αυτων ειπεν· ινα τι υμεις ενθυμεισθε πονηρα εν ταις καρδιαις υμων;
4 καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
5 τι γαρ εστιν ευκοπωτερον, ειπειν, αφεωνται σου αι αμαρτιαι, η ειπειν, εγειρε και περιπατει;
5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει;
6 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου επι της γης αφιεναι αμαρτιας— τοτε λεγει τω παραλυτικω· εγερθεις αρον σου την κλινην και υπαγε εις τον οικον σου.
6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας — τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
7 και εγερθεις απηλθεν εις τον οικον αυτου.
7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
8 ιδοντες δε οι οχλοι εθαυμασαν και εδοξασαν τον θεον τον δοντα εξουσιαν τοιαυτην τοις ανθρωποις.
8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
9 και παραγων ο ιησους εκειθεν ειδεν ανθρωπον καθημενον επι το τελωνιον, ματθαιον λεγομενον, και λεγει αυτω· ακολουθει μοι. και αναστας ηκολουθησεν αυτω.
9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
10 και εγενετο αυτου ανακειμενου εν τη οικια, και ιδου πολλοι τελωναι και αμαρτωλοι ελθοντες συνανεκειντο τω ιησου και τοις μαθηταις αυτου.
10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
11 και ιδοντες οι φαρισαιοι ειπον τοις μαθηταις αυτου· διατι μετα των τελωνων και αμαρτωλων εσθιει ο διδασκαλος υμων;
11 καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;
12 ο δε ιησους ακουσας ειπεν αυτοις· ου χρειαν εχουσιν οι ισχυοντες ιατρου, αλλ οι κακως εχοντες.
12 ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες.
13 πορευθεντες δε μαθετε τι εστιν ελεον θελω και ου θυσιαν. ου γαρ ηλθον καλεσαι δικαιους, αλλα αμαρτωλους εις μετανοιαν.
13 πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
14 τοτε προσερχονται αυτω οι μαθηται ιωαννου λεγοντες· διατι ημεις και οι φαρισαιοι νηστευομεν πολλα, οι δε μαθηται σου ου νηστευουσιν;
14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· διατί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσι;
15 και ειπεν αυτοις ο ιησους· μη δυνανται οι υιοι του νυμφωνος πενθειν εφ οσον [χρονον] μετ αυτων εστιν ο νυμφιος; ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιος, και τοτε νηστευσουσιν.
15 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾽ ὅσον [χρόνον] μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.
16 ουδεις δε επιβαλλει επιβλημα ρακους αγναφου επι ιματιω παλαιω· αιρει γαρ το πληρωμα αυτου απο του ιματιου, και χειρον σχισμα γινεται.
16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται.
17 ουδε βαλλουσιν οινον νεον εις ασκους παλαιους· ει δε μηγε, ρηγνυνται οι ασκοι, και ο οινος εκχειται και οι ασκοι απολουνται· αλλα οινον νεον εις ασκους βαλλουσιν καινους, και αμφοτεροι συντηρουνται.
17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς βάλλουσιν καινούς, καὶ ἀμφότεροι συντηροῦνται.
18 ταυτα αυτου λαλουντος αυτοις ιδου αρχων [εις] προσελθων προσεκυνει αυτω λεγων οτι η θυγατηρ μου αρτι ετελευτησεν· αλλα ελθων επιθες την χειρα σου επ αυτην και ζησεται.
18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων [εἷς] προσελθὼν προσεκύνει αὐτῷ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτὴν καὶ ζήσεται.
19 και εγερθεις ο ιησους ηκολουθησεν αυτω και οι μαθηται αυτου.
19 καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
20 και ιδου γυνη, αιμορροουσα δωδεκα ετη, προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου·
20 Καὶ ἰδοὺ γυνή, αἱμορροοῦσα δώδεκα ἔτη, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ.
21 ελεγεν γαρ εν εαυτη, εαν μονον αψωμαι του ιματιου αυτου, σωθησομαι.
21 ἔλεγε γὰρ ἐν ἑαυτῇ, ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι.
22 ο δε ιησους επιστραφεις και ιδων αυτην ειπεν· θαρσει, θυγατερ· η πιστις σου σεσωκεν σε. και εσωθη η γυνη απο της ωρας εκεινης.
22 ὁ δὲ Ἰησοῦς ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπε· θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέ σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
23 και ελθων ο ιησους εις την οικιαν του αρχοντος και ιδων τους αυλητας και τον οχλον θορυβουμενον,
23 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον, λέγει αὐτοῖς·
24 λεγει αυτοις· αναχωρειτε· ου γαρ απεθανεν το κορασιον, αλλα καθευδει. και κατεγελων αυτου.
24 ἀναχωρεῖτε· οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ.
25 οτε δε εξεβληθη ο οχλος, εισελθων εκρατησεν της χειρος αυτης, και ηγερθη το κορασιον.
25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησε τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.
26 και εξηλθεν η φημη αυτη εις ολην την γην εκεινην.
26 καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
27 και παραγοντι εκειθεν τω ιησου ηκολουθησαν αυτω δυο τυφλοι κραζοντες και λεγοντες· ελεησον ημας, υιε δαυιδ.
27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ.
28 ελθοντι δε εις την οικιαν προσηλθον αυτω οι τυφλοι, και λεγει αυτοις ο ιησους· πιστευετε οτι δυναμαι τουτο ποιησαι; λεγουσιν αυτω· ναι, κυριε.
28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε.
29 τοτε ηψατο των οφθαλμων αυτων λεγων· κατα την πιστιν υμων γενηθητω υμιν.
29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.
30 και ανεωχθησαν αυτων οι οφθαλμοι· και ενεβριμησατο αυτοις ο ιησους λεγων· ορατε μηδεις γινωσκετω.
30 καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω.
31 οι δε εξελθοντες διεφημισαν αυτον εν ολη τη γη εκεινη.
31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
32 αυτων δε εξερχομενων ιδου προσηνεγκαν αυτω ανθρωπον κωφον δαιμονιζομενον·
32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον·
33 και εκβληθεντος του δαιμονιου ελαλησεν ο κωφος, και εθαυμασαν οι οχλοι λεγοντες οτι ουδεποτε εφανη ουτως εν τω ισραηλ.
33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
34 οι δε φαρισαιοι ελεγον· εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια.
34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
35 και περιηγεν ο ιησους τας πολεις πασας και τας κωμας διδασκων εν ταις συναγωγαις αυτων και κηρυσσων το ευαγγελιον της βασιλειας και θεραπευων πασαν νοσον και πασαν μαλακιαν εν τω λαω.
35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
36 ιδων δε τους οχλους εσπλαγχνισθη περι αυτων, οτι ησαν εκλελυμενοι και ερριμμενοι ως προβατα μη εχοντα ποιμενα.
36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα.
37 τοτε λεγει τοις μαθηταις αυτου· ο μεν θερισμος πολυς, οι δε εργαται ολιγοι·
37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι.
38 δεηθητε ουν του κυριου του θερισμου οπως εκβαλη εργατας εις τον θερισμον αυτου.
38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Matthew

    Tax collector, apostle

    A tax collector sitting at the tax booth whom Jesus told 'Follow Me'; Matthew calls him Matthew, while Mark and Luke tell the same call and name him Levi, and Mark 2:14 calls Levi…

    Cited in the guide: Matthew 9:9; Matthew 10:3; Mark 2:14

Cross references (37)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 4:13; Luke 8:37; Matthew 8:18; Mark 5:21; Revelation 22:11
  2. 2 Mark 2:1–12; Luke 5:18–26; Jeremiah 31:33–34; Matthew 9:22; Psalm 32:1–2
  3. 3 Matthew 26:65; Leviticus 24:16; Luke 5:21; Mark 14:64; John 10:33–36
  4. 4 Luke 6:8; Matthew 12:25; Revelation 2:23; Luke 9:46–47; Psalm 139:2
  5. 5 John 5:8–14; Mark 2:9–12; Acts 3:16; Luke 5:23–25; Acts 14:8–11
  6. 6 Isaiah 43:25; Matthew 9:5; 2 Corinthians 5:20; John 20:21–23; 2 Corinthians 2:10
  7. 8 Luke 7:16; Matthew 15:31; Acts 4:21; Mark 2:12; Luke 23:47
  8. 9 Luke 5:27–38; Mark 2:14–22; 1 Kings 19:19–21; Luke 19:2–10; Mark 3:18
  9. 10 Luke 5:29–32; Mark 2:15–17; 1 Timothy 1:13–16; Matthew 5:46–47; John 9:31
  10. 11 Matthew 11:19; Luke 5:30; Luke 15:1–2; Mark 2:16; 1 Corinthians 5:9–11
  11. 12 Luke 5:31; Revelation 3:17–18; Jeremiah 33:6; Luke 9:11; Mark 2:17
  12. 13 Mark 2:17; Luke 19:10; Hosea 6:6; Luke 5:32; Matthew 12:7
  13. 14 Luke 5:33–39; Mark 2:18–22; Matthew 6:16; Matthew 11:18–19; Luke 18:9–12
  14. 15 Revelation 19:9; Revelation 21:2; John 3:29; Acts 13:1–3; John 16:20–22
  15. 16 1 Corinthians 3:1–2; John 16:12; Psalm 125:3; 1 Corinthians 13:13; Isaiah 40:11
  16. 17 Job 32:19; Joshua 9:4
  17. 18 Luke 8:41–56; Mark 5:22–43; Matthew 8:2; 2 Kings 5:11; Luke 13:14
  18. 19 Acts 10:38; Matthew 8:7; John 4:34; Galatians 6:9–10
  19. 20 Luke 8:43–56; Mark 6:56; Matthew 14:36; Mark 5:25–43; Deuteronomy 22:12
  20. 21 Mark 5:26–33; Luke 8:45–47; Acts 19:12
  21. 22 Luke 7:50; Matthew 15:28; Matthew 9:2; Luke 8:48; Luke 17:19
  22. 23 2 Chronicles 35:25; Mark 5:35–40; Matthew 9:18–19; Luke 8:49–51; Matthew 11:17
  23. 24 Acts 20:10; John 11:11–13; John 11:4; 1 Kings 17:18–24; Isaiah 49:7
  24. 25 Mark 9:27; Mark 1:31; Mark 5:41; Luke 8:54; 2 Kings 4:32–36
  25. 26 Matthew 4:24; Matthew 14:1–2; Mark 1:45; Mark 6:14; Acts 26:26
  26. 27 Matthew 15:22; Matthew 20:30–31; Mark 10:46–48; Matthew 11:5; Luke 18:38–39
  27. 28 Mark 9:23–24; Matthew 8:2; Matthew 13:58; Matthew 9:22; John 11:40
  28. 29 Matthew 15:28; Mark 10:52; Matthew 9:22; Matthew 8:13; Matthew 20:34
  29. 30 Luke 5:14; Matthew 8:4; Luke 8:56; Matthew 12:16; Matthew 17:9
  30. 31 Mark 7:36; Matthew 9:26; Mark 1:44–45
  31. 32 Matthew 4:24; Matthew 12:22–24; Luke 11:14; Mark 9:17–27
  32. 33 Isaiah 35:6; Exodus 4:11–12; Mark 7:32–37; Luke 7:9; Luke 11:14
  33. 34 Luke 11:15; Mark 3:22; Matthew 12:23–24; John 3:20
  34. 35 Acts 10:38; Matthew 4:23–24; Luke 4:43–44; Mark 6:56; Matthew 11:5
  35. 36 Numbers 27:17; Mark 6:34; Jeremiah 50:6; Matthew 14:14; Ezekiel 34:3–6
  36. 37 Luke 10:2; Mark 16:15; 1 Corinthians 3:9; John 4:35–36; Matthew 28:19
  37. 38 Luke 10:1–2; Jeremiah 3:15; 2 Thessalonians 3:1; Acts 13:2; John 20:21

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 9:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIX)

    By His own city here he means Capernaum. For that which gave Him birth was Bethlehem; that which brought Him up, Nazareth; that which had Him continually inhabiting it, Capernaum. This paralytic, however, was different from that one who is set forth in John.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Quotes verse 9:13 Justin Martyr, First Apology (Chapters XIII–XVI)

    For Christ called not the just nor the chaste to repentance, but the ungodly, and the licentious, and the unjust; His words being, "I came not to call the righteous, but sinners to repentance." For the heavenly Father desires rather the repentance than the punishment of the sinner.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 9:29 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XXXVII)

    And not merely in works, but also in faith, has God preserved the will of man free and under his own control, saying, "According to thy faith be it unto thee;" thus showing that there is a faith specially belonging to man, since he has an opinion specially his own.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 9:38 Augustine of Hippo, Confessions (Book XIII, Chapters XVI–XIX)

    … all things are become new;" and "because our salvation is nearer than when we believed;" and because "the night is far spent, the day is at hand;" and because Thou wilt crown Thy year with blessing, sending the labourers of Thy goodness into Thy harvest, in the sowing of which others have laboured, sending also into another field, whose harvest …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 9:28 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XIV)

    For He said not, what we find Him saying after this, "Believe ye that I am able to do this?" because He had not as yet given proof of His power.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)