1 Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου, οὐ φοβηθήσῃ ἀπʼ αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου μετὰ σοῦ, ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου. 2 Καὶ ἔσται ὅταν ἐγγίσῃς τῷ πολέμῳ, καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τῷ λαῷ, 3 καὶ ἐρεῖ πρὸς αὐτοὺς, ἄκουε Ἰσραήλ· ὑμεῖς πορεύεσθε σήμερον εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν· μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν, μὴ φοβεῖσθε, μηδὲ θραύεσθε, μηδὲ ἐκκλίνετε ἀπὸ προσώπου αὐτῶν. 4 Ὅτι Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος μεθʼ ὑμῶν, συνεκπολεμῆσαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν διασῶσαι ὑμᾶς. 5 Καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν, λέγοντες, τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν, καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν· οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ, καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν. 6 Καὶ τίς ὁ ἄνθρωπος ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ, καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ. 7 Καὶ τίς ὁ ἄνθρωπος ὅστις μεμνήστευται γυναῖκα, καὶ οὐκ ἔλαβεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ, καὶ ἄνθρωπος ἕτερος λήψεται αὐτήν. 8 Καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν, καὶ ἐροῦσι, τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ, ὥσπερ ἡ αὐτοῦ. 9 Καὶ ἔσται ὅταν παύσωνται οἱ γραμματεῖς λαλοῦντες πρὸς τὸν λαὸν, καὶ καταστήσουσιν ἄρχοντας τῆς στρατιᾶς προηγουμένους τοῦ λαοῦ. 10 Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτοὺς, καὶ ἐκκαλέσαι αὐτοὺς μετʼ εἰρήνης. 11 Ἐὰν μὲν εἰρηνικὰ ἀποκριθῶσί σοι, καὶ ἀνοίξωσί σοι, ἔσται πᾶς ὁ λαὸς οἱ εὑρεθέντες ἐν αὐτῇ ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου. 12 Ἐὰν δὲ μὴ ὑπακούσωσί σοι, καὶ ποιῶσι πρὸς σὲ πόλεμον, περικαθιεῖς αὐτὴν, 13 ἕως ἂν παραδῷ σοι αὐτὴν Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας, 14 πλὴν τῶν γυναικῶν καὶ τῆς ἀποσκευῆς· καὶ πάντα τὰ κτήνη, καὶ πάντα ὅσα ἂν ὑπάρχῃ ἐν τῇ πόλει, καὶ πᾶσαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτῷ, καὶ φαγῇ πᾶσαν τὴν προνομὴν τῶν ἐχθρῶν σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι. 15 Οὕτως ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας σου σφόδρα, οὐχὶ ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων, 16 ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομεῖν τὴν γῆν αὐτῶν. Οὐ ζωγρήσετε πᾶν ἐμπνέον, 17 ἀλλʼ ἢ ἀναθέματι ἀναθεματιεῖτε αὐτοὺς, τὸν Χετταῖον, καὶ Ἀμοῤῥαῖον, καὶ Χαναναῖον, καὶ Φερεζαῖον, καὶ Εὐαῖον, καὶ Ἰεβουσαῖον, καὶ Γεργεσαῖον, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, 18 ἵνα μὴ διδάξωσι ποιεῖν ὑμᾶς πάντα τὰ βδελύγματα αὐτῶν, ὅσα ἐποίησαν τοῖς θεοῖς αὐτῶν, καὶ ἁμαρτήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν. 19 Ἐὰν δὲ περικαθίσῃς περὶ πόλιν μίαν ἡμέρας πλείους ἐκπολεμῆσαι αὐτὴν εἰς κατάληψιν αὐτῆς, οὐκ ἐξολεθρεύσεις τὰ δένδρα αὐτῆς, ἐπιβαλεῖν ἐπʼ αὐτὰ σίδηρον, ἀλλʼ ἢ ἀπʼ αὐτοῦ φαγῇ, αὐτὸ δὲ οὐκ ἐκκόψεις· μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ, εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα; 20 Ἀλλὰ ξύλον ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστι, τοῦτο ὀλοθρεύσεις καὶ ἐκκόψεις· καὶ οἰκοδομήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν, ἥτις ποιεῖ πρὸς σὲ τὸν πόλεμον, ἕως ἂν παραδοθῇ.
Deuteronomio · Septuaginta griega de Brenton
Deuteronomio 20 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Citado en la guía: Exodus 2–Deuteronomy 34
Referencias cruzadas (17)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 2 Crónicas 32:7–8; Deuteronomio 31:8; Salmo 20:7; Deuteronomio 31:6; Isaías 43:2
- 2 2 Crónicas 13:12; Números 31:6; Números 10:8–9; 1 Samuel 14:18; Jueces 20:27–28
- 3 Hebreos 13:6; Salmo 3:6; Apocalipsis 2:10; Josué 23:10; Salmo 27:1–3
- 4 Éxodo 14:14; Deuteronomio 3:22; Deuteronomio 1:30; Josué 23:10; Deuteronomio 11:25
- 5 Nehemías 12:27; 1 Samuel 17:18; Deuteronomio 16:18; Números 31:48; Deuteronomio 1:15
- 6 Levítico 19:23–25
- 7 Deuteronomio 24:5; Deuteronomio 28:30; 2 Timoteo 2:4; Deuteronomio 22:23–25; Mateo 1:18
- 8 Jueces 7:3; Apocalipsis 21:8; Deuteronomio 1:28; Hechos 15:37–38; Deuteronomio 23:9
- 10 Lucas 10:5–6; 2 Corintios 5:18–6:1; Efesios 2:17; 2 Samuel 20:18–22; Zacarías 9:10
- 11 Josué 11:19–20; Josué 9:27; Josué 9:22–23; Lucas 19:14; Levítico 25:42–46
- 13 Salmo 2:6–12; Lucas 19:27; 1 Reyes 11:15–16; Salmo 21:8–9; Números 31:17–18
- 14 Josué 8:2; Josué 22:8; Números 31:9; 2 Crónicas 20:25; Números 31:12
- 16 Josué 11:14; Números 21:2–3; Deuteronomio 7:16; Deuteronomio 7:1–4; Josué 6:17–21
- 17 Isaías 34:5–6; Jeremías 50:35–40; Deuteronomio 7:1–2; Ezequiel 38:21–23; Jeremías 48:10
- 18 Deuteronomio 12:30–31; Éxodo 23:33; Efesios 5:11; 2 Tesalonicenses 3:14; 2 Corintios 6:17
- 19 Mateo 3:10; Mateo 21:19; Deuteronomio 26:6; Juan 15:2–8; Lucas 13:7–9
- 20 Isaías 37:33; Jeremías 6:6; Jeremías 33:4; Ezequiel 17:17; Deuteronomio 1:28
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias