Saltar al texto

Jeremías · Septuaginta griega de Brenton

Jeremías 33 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 ἘΝ ἈΡΧΗ ΒΑΣΙΛΕΩΣ ἸΩΑΚΕΙΜ ΥΙΟΥ ἸΩΣΙΑ, ἘΓΕΝΗΘΗ Ὁ ΛΟΓΟΣ ΟΥΤΟΣ ΠΑΡΑ ΚΥΡΙΟΥ· 2 Οὕτως εἶπε Κύριος, στῆθι ἐν αὐλῇ οἴκου Κυρίου, καὶ χρηματιεῖς ἅπασι τοῖς Ἰουδαίοις, καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ Κυρίου, ἅπαντας τοὺς λόγους οὓς συνέταξά σοι χρηματίσαι αὐτοῖς, μὴ ἀφέλῃς ῥῆμα. 3 Ἴσως ἀκούσονται, καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. 4 Καὶ ἐρεῖς, οὕτως εἶπε Κύριος, ἐὰν μὴ ἀκούσητέ μου, τοῦ πορεύεσθαι ἐν τοῖς νομίμοις μου οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν, 5 εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν, οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα, καὶ οὐκ ἠκούσατέ μου, 6 καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλὼ, καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσι τοῖς ἔθνεσι πάσης τῆς γῆς. 7 Καὶ ἤκουσαν οἱ ἱερεῖς, καὶ οἱ ψευδοπροφῆται, καὶ πᾶς ὁ λαὸς τοῦ Ἱερεμίου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ Κυρίου. 8 Καὶ ἐγένετο Ἱερεμίου παυσαμένου λαλοῦντος πάντα ἃ συνέταξε Κύριος αὐτῷ λαλῆσαι παντὶ τῷ λαῷ, καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς, καὶ οἱ ψευδοπροφῆται, καὶ πᾶς ὁ λαὸς, λέγων, θανάτῳ ἀποθανῇ, 9 ὅτι ἐπροφήτευσας τῷ ὀνόματι Κυρίου, λέγων, ὥσπερ Σηλὼ ἔσται ὁ οἶκος οὗτος, καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων· Καὶ ἐξεκκλησιάσθη πᾶς ὁ λαὸς ἐπὶ Ἱερεμίαν ἐν οἴκῳ Κυρίου. 10 Καὶ ἤκουσαν οἱ ἄρχοντες Ἰούδα τὸν λόγον τοῦτον, καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον Κυρίου, καὶ ἐκάθισαν ἐν προθύροις πύλης τῆς καινῆς. 11 Καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται πρὸς τοὺς ἄρχοντας, καὶ παντὶ τῷ λαῷ, κρίσις θανάτου τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ἐπροφήτευσε κατὰ τῆς πόλεως ταύτης, καθὼς ἠκούσατε ἐν τοῖς ὠσὶν ὑμῶν. 12 Καὶ εἶπεν Ἱερεμίας πρὸς τοὺς ἄρχοντας, καὶ παντὶ τῷ λαῷ, λέγων, Κύριος ἀπέστειλέ με προφητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον, καὶ ἐπὶ τὴν πόλιν ταύτην, πάντας τοὺς λόγους οὓς ἠκούσατε. 13 Καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἔργα ὑμῶν, καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐφʼ ὑμᾶς. 14◆ Καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν, ποιήσατέ μοι ὡς συμφέρει, καὶ ὡς βέλτιον ὑμῖν. 15◆ Ἀλλʼ ἢ γνόντες γνώσεσθε, ὅτι εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῶον δίδοτε ἐφʼ ὑμᾶς, καὶ ἐπὶ τὴν πόλιν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέ με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους. 16◆ Καὶ εἶπον οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας, οὐκ ἔστι τῷ ἀνθρώπῳ τούτῳ κρίσις θανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐλάλησε πρὸς ἡμᾶς. 17◆ Καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς, καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ, 18◆ Μιχαίας ὁ Μωραθίτης ἦν ἐν ταῖς ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα, καὶ εἶπε παντὶ τῷ λαῷ Ἰούδα, οὕτως εἶπε Κύριος, Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ εἰς ἄβατον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. 19◆ Μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν Ἐζεκίας καὶ πᾶς Ἰούδα; οὐχ ὅτι ἐφοβήθησαν τὸν Κύριον, καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου Κυρίου, καὶ ἐπαύσατο Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐπʼ αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν. 20◆ Καὶ ἄνθρωπος ἦν προφητεύων τῷ ὀνόματι Κυρίου, Οὐρίας υἱὸς Σαμαίου ἐκ Καριαθιαρὶμ, καὶ ἐπροφήτευσε περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους Ἱερεμίου. 21◆ Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἰωακεὶμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ, καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν· καὶ ἤκουσεν Οὐρίας, καὶ εἰσῆλθεν εἰς Αἴγυπτον. 22◆ Καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον, 23◆ καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν, καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ, καὶ ἔῤῥιψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ. 24◆ Πλὴν χεὶρ Ἀχεικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ Ἱερεμίου, τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ, μὴ ἀνελεῖν αὐτόν.

Referencias cruzadas (22)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Jeremías 32:2–3; Jeremías 37:21; Jeremías 38:28; Jeremías 32:8; 2 Timoteo 2:9
  2. 2 Éxodo 6:3; Isaías 37:26; Éxodo 15:3; Éxodo 3:14–15; Isaías 43:21
  3. 3 Jeremías 29:12; Isaías 65:24; Efesios 3:20; Isaías 48:6; Salmo 91:15
  4. 4 Jeremías 32:24; Ezequiel 4:2; Habacuc 1:10; Ezequiel 21:22; Ezequiel 26:8
  5. 5 Isaías 8:17; Jeremías 21:4–7; Jeremías 21:10; Jeremías 32:5; Miqueas 3:4
  6. 6 Juan 10:10; Isaías 30:26; Tito 3:5–6; Salmo 67:2; Isaías 58:8
  7. 7 Amós 9:14–15; Jeremías 30:3; Isaías 1:26; Jeremías 32:44; Jeremías 29:14
  8. 8 Zacarías 13:1; Miqueas 7:18–19; Ezequiel 36:25; Apocalipsis 1:5; Jeremías 31:34
  9. 9 Salmo 126:2–3; Isaías 60:5; Sofonías 3:17–20; Isaías 62:7; Nehemías 6:16
  10. 10 Jeremías 32:43; Jeremías 32:36; Ezequiel 37:11
  11. 11 1 Crónicas 16:34; Salmo 106:1; Salmo 107:22; Salmo 107:1; Hebreos 13:15
  12. 12 Isaías 65:10; Jeremías 51:62; Jeremías 31:24; Jeremías 36:29; Ezequiel 34:12–15
  13. 13 Levítico 27:32; Lucas 15:4; Jeremías 17:26; Juan 10:3–4
  14. 14 Hageo 2:6–9; Jeremías 23:5; 1 Crónicas 17:13–14; 2 Corintios 1:20; Génesis 49:10
  15. 15 Jeremías 23:5–6; Isaías 11:1–5; Isaías 4:2; Zacarías 3:8; Isaías 53:2
  16. 16 Jeremías 23:6; 1 Corintios 1:30; Isaías 45:17; 2 Corintios 5:21; Filipenses 3:9
  17. 17 1 Reyes 2:4; Salmo 89:29–37; Lucas 1:32–33; 1 Crónicas 17:11–14; Isaías 9:7
  18. 18 Isaías 56:7; Romanos 15:16; Deuteronomio 18:1; 1 Pedro 2:5; Apocalipsis 1:6
  19. 20 Génesis 8:22; Isaías 54:9–10; Salmo 89:37; Salmo 104:19–23; Jeremías 31:35–37
  20. 21 Salmo 89:34; 2 Crónicas 7:18; 2 Crónicas 21:7; 2 Samuel 23:5; Mateo 24:35
  21. 22 Génesis 22:17; Génesis 15:5; Hebreos 11:12; Ezequiel 37:24–27; Isaías 66:21
  22. 24 Nehemías 4:2–4; Salmo 83:4; Salmo 44:13–14; Jeremías 30:17; Ester 3:6–8

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

¿Por qué mi Biblia dice algo distinto?