Josué · Septuaginta griega de Brenton
Josué 9 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
1 Ὡς δὲ ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, οἱ ἐν τῇ ὀρεινῇ, καὶ οἱ ἐν τῇ πεδινῇ, καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης, καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ, καὶ οἱ Χετταῖοι, καὶ οἱ Χαναναῖοι, καὶ οἱ Φερεζαῖοι, καὶ οἱ Εὐαῖοι, καὶ οἱ Ἀμοῤῥαῖοι, καὶ οἱ Γεργεσαῖοι, καὶ οἱ Ἰεβουσαῖοι,
1 When all the kings who were beyond the Jordan, in the hill country, and in the lowland, and on all the shore of the great sea in front of Lebanon, the Hittite, the Amorite, the Canaanite, the Perizzite, the Hivite, and the Jebusite, heard of it
2 συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ἰσραὴλ ἅμα πάντες.
2 they gathered themselves together to fight with Joshua and with Israel, with one accord.
2a Τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον Κυρίῳ τῷ Θεῷ Ἰσραὴλ ἐν ὄρει Γαιβὰλ,
·
2b καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς Ἰσραῆλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφʼ οὓς οὐκ ἐπεβλήθη σίδηρος· καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα Κυρίῳ, καὶ θυσίαν σωτηρίου.
·
2c Καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ἐνώπιον τῶν υἱῶν Ἰσραήλ.
·
2d Καὶ πᾶς Ἰσραὴλ, καὶ οἱ πρεσβύτεροι αὐτῶν, καὶ οἱ δικασταὶ, καὶ οἱ γραμματεῖς αὐτῶν, παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ᾖρν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου· καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζὶν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβὰλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις.
·
2e Καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ.
·
2f Οὐκ ἦν ῥῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ, ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ἰσραὴλ, τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ἰσραήλ.
·
3 Καὶ οἱ κατοικοῦντες Γαβαὼν ἤκουσαν πάντα ὅσα ἐποίησε Κύριος τῇ Ἱεριχὼ καὶ τῇ Γαί.
3 But when the inhabitants of Gibeon heard what Joshua had done to Jericho and to Ai,
4 Καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας· καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο· καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὤμων αὐτῶν, καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατεῤῥωγότας ἀποδεδεμένους,
4 they also resorted to a ruse, and went and made as if they had been ambassadors, and took old sacks on their donkeys, and old, torn-up and bound up wineskins,
5 καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν, καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος.
5 and old and patched sandals on their feet, and wore old garments. All the bread of their food supply was dry and moldy.
6 Καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα, καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ἰσραήλ, ἐκ γῆς μακρόθεν ἥκαμεν· καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.
6 They went to Joshua at the camp at Gilgal, and said to him and to the men of Israel, “We have come from a far country. Now therefore make a covenant with us.”
7 Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τὸν Χοῤῥαῖον, ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς· καὶ πῶς σοι διαθῶμαι διαθήκην;
7 The men of Israel said to the Hivites, “What if you live among us? How could we make a covenant with you?”
8 Καὶ εἶπαν πρὸς Ἰησοῦν, οἰκεται σου ἐσμέν· καὶ εἶπε πρὸς αὐτοὺς Ἰησοῦς, πόθεν ἐστὲ, καὶ πόθεν παραγεγόνατε;
8 They said to Joshua, “We are your servants.” Joshua said to them, “Who are you? Where do you come from?”
9 Καὶ εἶπαν, ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ, καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ,
9 They said to him, “Your servants have come from a very far country because of the name of Yahweh your God; for we have heard of his fame, all that he did in Egypt,
10 καὶ ὅσα ἐποίησε τοῖς βασιλεῦσι τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, καὶ τῷ Ὢγ βασιλεῖ τῆς Βασὰν, ὃς κατῴκει ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν.
10 and all that he did to the two kings of the Amorites who were beyond the Jordan, to Sihon king of Heshbon and to Og king of Bashan, who was at Ashtaroth.
11 Καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν, λέγοντες, λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν, καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν, καὶ ἐρεῖτε πρὸς αὐτοὺς, οἰκέται σου ἐσμὲν, καὶ νῦν διάθεσθε ἡμῖν τὴν διαθήκην.
11 Our elders and all the inhabitants of our country spoke to us, saying, ‘Take supplies in your hand for the journey, and go to meet them. Tell them, “We are your servants. Now make a covenant with us.”’
12 Οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς· νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασι βεβρωμένοι.
12 This our bread we took hot for our supplies out of our houses on the day we went out to go to you; but now, behold, it is dry, and has become moldy.
13 Καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου οὓς ἐπλήσαμεν καινοὺς, καὶ οὗτοι ἐῤῥώγασι· καὶ τὰ ἱμάτια ἡμῶν, καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα.
13 These wineskins, which we filled, were new; and behold, they are torn. These our garments and our sandals have become old because of the very long journey.”
14 Καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν, καὶ Κύριον οὐκ ἐπηρώτησαν.
14 The men sampled their provisions, and didn’t ask counsel from Yahweh’s mouth.
15 Καὶ ἐποίησεν Ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην, καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς· καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς.
15 Joshua made peace with them, and made a covenant with them, to let them live. The princes of the congregation swore to them.
16 Καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην, ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσι, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσι.
16 At the end of three days after they had made a covenant with them, they heard that they were their neighbors, and that they lived among them.
17 Καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφιρὰ καὶ Βηρὼτ, καὶ πόλεις Ἰαρίν.
17 The children of Israel traveled and came to their cities on the third day. Now their cities were Gibeon, Chephirah, Beeroth, and Kiriath Jearim.
18 Καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ἰσραὴλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες Κύριον τὸν Θεὸν Ἰσραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσι.
18 The children of Israel didn’t strike them, because the princes of the congregation had sworn to them by Yahweh, the God of Israel. All the congregation murmured against the princes.
19 Καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ, ἡμεῖς ὠμόσαμεν αὐτοῖς Κύριον τὸν Θεὸν Ἰσραὴλ, καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν.
19 But all the princes said to all the congregation, “We have sworn to them by Yahweh, the God of Israel. Now therefore we may not touch them.
20 Τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτοὺς, καὶ περιποιησόμεθα αὐτούς· καὶ οὐκ ἔσται καθʼ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς.
20 We will do this to them, and let them live; lest wrath be on us, because of the oath which we swore to them.”
21 Ζήσονται, καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.
21 The princes said to them, “Let them live.” So they became wood cutters and drawers of water for all the congregation, as the princes had spoken to them.
22 Καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς, διατί παρελογίσασθέ με, λέγοντες, μακρὰν ἀπὸ σοῦ ἐσμὲν σφόδρα· ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν;
22 Joshua called for them, and he spoke to them, saying, “Why have you deceived us, saying, ‘We are very far from you,’ when you live among us?
23 Καὶ νῦν ἐπικατάρατοί ἐστε· οὐ μὴ ἐκλείπῃ ἐξ ὑμῶν δοῦλος, οὐδὲ ξυλοκόπος, οὐδὲ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου.
23 Now therefore you are cursed, and some of you will never fail to be slaves, both wood cutters and drawers of water for the house of my God.”
24 Καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ, λέγοντες, ἀνηγγέλη ἡμῖν ὅσα συνέταξε Κύριος ὁ Θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην, καὶ ἐξολοθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπʼ αὐτῆς ἀπὸ προσώπου ὑμῶν· καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν, καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο.
24 They answered Joshua, and said, “Because your servants were certainly told how Yahweh your God commanded his servant Moses to give you all the land, and to destroy all the inhabitants of the land from before you. Therefore we were very afraid for our lives because of you, and have done this thing.
25 Καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν.
25 Now, behold, we are in your hand. Do to us as it seems good and right to you to do.”
26 Καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ἰσραὴλ, καὶ οὐκ ἀνεῖλον αὐτούς.
26 He did so to them, and delivered them out of the hand of the children of Israel, so that they didn’t kill them.
27 Καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ, καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας, καὶ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος.
27 That day Joshua made them wood cutters and drawers of water for the congregation and for Yahweh’s altar to this day, in the place which he should choose.
Referencias cruzadas (31)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Números 34:6; Éxodo 3:17; Éxodo 23:23; Josué 3:10; Josué 1:15
- 2 Apocalipsis 20:8–9; Apocalipsis 16:14; Hechos 4:26–28; Joel 3:9–13; Salmo 2:1–2
- 3 Josué 10:2; Josué 9:17; 2 Samuel 21:1–2; Josué 6:1–27; Josué 8:1–35
- 4 Mateo 10:16; Lucas 5:37–38; Lucas 16:8; Marcos 2:22; 1 Reyes 20:31–33
- 5 Lucas 15:22; Deuteronomio 29:5; Josué 9:13; Deuteronomio 33:25
- 6 Josué 5:10; 2 Reyes 20:14; Deuteronomio 20:11–15; 1 Reyes 8:41; Josué 9:9
- 7 Josué 11:19; Jueces 2:2; Génesis 10:17; Números 33:52; Deuteronomio 20:16
- 8 2 Reyes 10:5; Deuteronomio 20:11; Josué 9:11; Josué 9:23; Génesis 9:25–26
- 9 Deuteronomio 20:15; Josué 9:24; Isaías 55:5; Josué 2:9–10; 1 Reyes 8:41
- 10 Deuteronomio 1:4; Josué 12:4; Números 21:24–35; Deuteronomio 2:30–3:7; 1 Crónicas 6:71
- 11 Josué 9:8; Ester 8:17; Josué 1:11; Mateo 10:9–10; Lucas 9:3
- 12 Josué 9:4–5
- 14 Proverbios 3:5–6; Números 27:21; 1 Crónicas 10:13–14; 2 Samuel 5:19; Esdras 8:21
- 15 2 Samuel 21:2; Josué 11:19; Deuteronomio 20:10–11; Josué 6:22–25; Jeremías 18:7–8
- 16 Proverbios 12:19
- 17 Esdras 2:25; Josué 18:25–28; 1 Crónicas 13:5–6; Nehemías 7:29; 2 Crónicas 1:3–4
- 18 Salmo 15:4; Eclesiastés 5:6; Eclesiastés 9:2; Eclesiastés 5:2; 2 Samuel 21:7
- 19 Eclesiastés 8:2; Jeremías 4:2; Josué 9:20; Eclesiastés 9:2
- 20 Proverbios 20:25; Malaquías 3:5; Ezequiel 17:12–21; 1 Timoteo 1:10; 2 Samuel 21:1–6
- 21 Deuteronomio 29:11; Josué 9:27; Josué 9:23; Josué 9:15; 2 Crónicas 2:17–18
- 22 Josué 9:6; Josué 9:16; Génesis 27:41–45; Génesis 29:25; Génesis 3:13–14
- 23 Josué 9:21; Josué 9:27; Levítico 27:28–29; Génesis 9:25–26
- 24 Deuteronomio 7:1–2; Deuteronomio 20:15–17; Éxodo 23:31–33; Mateo 10:28; Números 33:55–56
- 25 Génesis 16:6; Jeremías 26:14; Jueces 10:15; Jeremías 38:5; 2 Samuel 24:14
- 27 Deuteronomio 12:5
- 2a Apocalipsis 20:8–9; Apocalipsis 16:14; Hechos 4:26–28; Joel 3:9–13; Salmo 2:1–2
- 2b Apocalipsis 20:8–9; Apocalipsis 16:14; Hechos 4:26–28; Joel 3:9–13; Salmo 2:1–2
- 2c Apocalipsis 20:8–9; Apocalipsis 16:14; Hechos 4:26–28; Joel 3:9–13; Salmo 2:1–2
- 2d Apocalipsis 20:8–9; Apocalipsis 16:14; Hechos 4:26–28; Joel 3:9–13; Salmo 2:1–2
- 2e Apocalipsis 20:8–9; Apocalipsis 16:14; Hechos 4:26–28; Joel 3:9–13; Salmo 2:1–2
- 2f Apocalipsis 20:8–9; Apocalipsis 16:14; Hechos 4:26–28; Joel 3:9–13; Salmo 2:1–2
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias