PT Texto Patriarcal (Antoniades 1904/1912) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 ελεγεν δε και παραβολην αυτοις προς το δειν παντοτε προσευχεσθαι αυτους και μη εκκακειν, 1 He also spoke a parable to them that they must always pray and not give up,
1 Ἔλεγε δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐκκακεῖν,
2 λεγων· κριτης τις ην εν τινι πολει τον θεον μη φοβουμενος και ανθρωπον μη εντρεπομενος. 2 saying, “There was a judge in a certain city who didn’t fear God and didn’t respect man.
2 λέγων· κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
3 χηρα δε ην εν τη πολει εκεινη, και ηρχετο προς αυτον λεγουσα· εκδικησον με απο του αντιδικου μου. 3 A widow was in that city, and she often came to him, saying, ‘Defend me from my adversary!’
3 χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
4 και ουκ ηθελησεν επι χρονον· μετα δε ταυτα ειπεν εν εαυτω· ει και τον θεον ου φοβουμαι και ανθρωπον ουκ εντρεπομαι, 4 He wouldn’t for a while; but afterward he said to himself, ‘Though I neither fear God nor respect man,
4 καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι,
5 δια γε το παρεχειν μοι κοπον την χηραν ταυτην εκδικησω αυτην, ινα μη εις τελος ερχομενη υποπιαζη με. 5 yet because this widow bothers me, I will defend her, or else she will wear me out by her continual coming.’”
5 διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με.
6 ειπεν δε ο κυριος· ακουσατε τι ο κριτης της αδικιας λεγει· 6 The Lord said, “Listen to what the unrighteous judge says.
6 εἶπε δὲ ὁ Κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·
7 ο δε θεος ου μη ποιηση την εκδικησιν των εκλεκτων αυτου των βοωντων προς αυτον ημερας και νυκτος, και μακροθυμων επ αυτοις; 7 Won’t God avenge his chosen ones who are crying out to him day and night, and yet he exercises patience with them?
7 ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾽ αὐτοῖς;
8 λεγω υμιν οτι ποιησει την εκδικησιν αυτων εν ταχει. πλην ο υιος του ανθρωπου ελθων αρα ευρησει την πιστιν επι της γης; 8 I tell you that he will avenge them quickly. Nevertheless, when the Son of Man comes, will he find faith on the earth?”
8 λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
9 ειπεν δε και προς τινας τους πεποιθοτας εφ εαυτοις οτι εισιν δικαιοι, και εξουθενουντας τους λοιπους, την παραβολην ταυτην· 9 He also spoke this parable to certain people who were convinced of their own righteousness, and who despised all others:
9 Εἶπε δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην·
10 ανθρωποι δυο ανεβησαν εις το ιερον προσευξασθαι, ο εις φαρισαιος και ο ετερος τελωνης. 10 “Two men went up into the temple to pray; one was a Pharisee, and the other was a tax collector.
10 ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
11 ο φαρισαιος σταθεις προς εαυτον ταυτα προσηυχετο· ο θεος, ευχαριστω σοι οτι ουκ ειμι ωσπερ οι λοιποι των ανθρωπων, αρπαγες, αδικοι, μοιχοι, η και ως ουτος ο τελωνης· 11 The Pharisee stood and prayed by himself like this: ‘God, I thank you that I am not like the rest of men: extortionists, unrighteous, adulterers, or even like this tax collector.
11 ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
12 νηστευω δις του σαββατου, αποδεκατω παντα οσα κτωμαι. 12 I fast twice a week. I give tithes of all that I get.’
12 νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
13 και ο τελωνης μακροθεν εστως ουκ ηθελεν ουδε τους οφθαλμους εις τον ουρανον επαραι, αλλ ετυπτεν εις το στηθος αυτου λεγων· ο θεος, ιλασθητι μοι τω αμαρτωλω. 13 But the tax collector, standing far away, wouldn’t even lift up his eyes to heaven, but beat his chest, saying, ‘God, be merciful to me, a sinner!’
13 καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾽ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
14 λεγω υμιν, κατεβη ουτος δεδικαιωμενος εις τον οικον αυτου η γαρ εκεινος· οτι πας ο υψων εαυτον ταπεινωθησεται, ο δε ταπεινων εαυτον υψωθησεται. 14 I tell you, this man went down to his house justified rather than the other; for everyone who exalts himself will be humbled, but he who humbles himself will be exalted.”
14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
15 προσεφερον δε αυτω και τα βρεφη ινα αυτων απτηται· και ιδοντες οι μαθηται επετιμησαν αυτοις. 15 They were also bringing their babies to him, that he might touch them. But when the disciples saw it, they rebuked them.
15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· καὶ ἰδόντες οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
16 ο δε ιησους προσκαλεσαμενος αυτα ειπεν· αφετε τα παιδια ερχεσθαι προς με και μη κωλυετε αυτα· των γαρ τοιουτων εστιν η βασιλεια του θεου. 16 Jesus summoned them, saying, “Allow the little children to come to me, and don’t hinder them, for God’s Kingdom belongs to such as these.
16 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
17 αμην λεγω υμιν, ος εαν μη δεξηται την βασιλειαν του θεου ως παιδιον, ου μη εισελθη εις αυτην. 17 Most certainly, I tell you, whoever doesn’t receive God’s Kingdom like a little child, he will in no way enter into it.”
17 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
18 και επηρωτησεν τις αυτον αρχων λεγων· διδασκαλε αγαθε, τι ποιησας ζωην αιωνιον κληρονομησω; 18 A certain ruler asked him, saying, “Good Teacher, what shall I do to inherit eternal life?”
18 Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
19 ειπεν δε αυτω ο ιησους· τι με λεγεις αγαθον; ουδεις αγαθος ει μη εις ο θεος. 19 Jesus asked him, “Why do you call me good? No one is good, except one: God.
19 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.
20 τας εντολας οιδας· μη μοιχευσης, μη φονευσης, μη κλεψης, μη ψευδομαρτυρησης, τιμα τον πατερα σου και την μητερα σου. 20 You know the commandments: ‘Don’t commit adultery,’ ‘Don’t murder,’ ‘Don’t steal,’ ‘Don’t give false testimony,’ ‘Honor your father and your mother.’”
20 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
21 ο δε ειπεν· ταυτα παντα εφυλαξαμην εκ νεοτητος μου. 21 He said, “I have observed all these things from my youth up.”
21 ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
22 ακουσας δε ταυτα ο ιησους ειπεν αυτω· ετι εν σοι λειπει· παντα οσα εχεις πωλησον και διαδος πτωχοις, και εξεις θησαυρον εν ουρανω, και δευρο ακολουθει μοι. 22 When Jesus heard these things, he said to him, “You still lack one thing. Sell all that you have and distribute it to the poor. Then you will have treasure in heaven; then come, follow me.”
22 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
23 ο δε ακουσας ταυτα περιλυπος εγενετο· ην γαρ πλουσιος σφοδρα. 23 But when he heard these things, he became very sad, for he was very rich.
23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.
24 ιδων δε αυτον ο ιησους περιλυπον γενομενον ειπεν· πως δυσκολως οι τα χρηματα εχοντες εισελευσονται εις την βασιλειαν του θεου! 24 Jesus, seeing that he became very sad, said, “How hard it is for those who have riches to enter into God’s Kingdom!
24 ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ!
25 ευκοπωτερον γαρ εστιν καμηλον δια τρυμαλιας ραφιδος εισελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν. 25 For it is easier for a camel to enter in through a needle’s eye than for a rich man to enter into God’s Kingdom.”
25 εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
26 ειπον δε οι ακουσαντες· και τις δυναται σωθηναι; 26 Those who heard it said, “Then who can be saved?”
26 εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι;
27 ο δε ειπεν· τα αδυνατα παρα ανθρωποις δυνατα παρα τω θεω εστιν. 27 But he said, “The things which are impossible with men are possible with God.”
27 ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.
28 ειπεν δε ο πετρος· ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι. 28 Peter said, “Look, we have left everything and followed you.”
28 Εἶπε δὲ ὁ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.
29 ο δε ειπεν αυτοις· αμην λεγω υμιν οτι ουδεις εστιν ος αφηκεν οικιαν η γονεις η αδελφους η γυναικα η τεκνα ενεκεν της βασιλειας του θεου, 29 He said to them, “Most certainly I tell you, there is no one who has left house, or wife, or brothers, or parents, or children, for God’s Kingdom’s sake,
29 ὁ δὲ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ,
30 ος ου μη απολαβη πολλαπλασιονα εν τω καιρω τουτω και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον. 30 who will not receive many times more in this time, and in the world to come, eternal life.”
30 ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
31 παραλαβων δε τους δωδεκα ειπεν προς αυτους· ιδου αναβαινομεν εις ιεροσολυμα και τελειωθησεται παντα τα γεγραμμενα δια των προφητων τω υιω του ανθρωπου. 31 He took the twelve aside and said to them, “Behold, we are going up to Jerusalem, and all the things that are written through the prophets concerning the Son of Man will be completed.
31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπε πρὸς αὐτούς· ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελειωθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου.
32 παραδοθησεται γαρ τοις εθνεσιν και εμπαιχθησεται και υβρισθησεται και εμπτυσθησεται, 32 For he will be delivered up to the Gentiles, will be mocked, treated shamefully, and spit on.
32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσι καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται,
33 και μαστιγωσαντες αποκτενουσιν αυτον, και τη ημερα τη τριτη αναστησεται. 33 They will scourge and kill him. On the third day, he will rise again.”
33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
34 και αυτοι ουδεν τουτων συνηκαν, και ην το ρημα τουτο κεκρυμμενον απ αυτων, και ουκ εγινωσκον τα λεγομενα. 34 They understood none of these things. This saying was hidden from them, and they didn’t understand the things that were said.
34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
35 εγενετο δε εν τω εγγιζειν αυτον εις ιεριχω τυφλος τις εκαθητο παρα την οδον προσαιτων· 35 As he came near Jericho, a certain blind man sat by the road, begging.
35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν·
36 ακουσας δε οχλου διαπορευομενου επυνθανετο τι ειη ταυτα. 36 Hearing a multitude going by, he asked what this meant.
36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα.
37 απηγγειλαν δε αυτω οτι ιησους ο ναζωραιος παρερχεται. 37 They told him that Jesus of Nazareth was passing by.
37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
38 και εβοησεν λεγων· ιησου υιε δαυιδ, ελεησον με. 38 He cried out, “Jesus, you son of David, have mercy on me!”
38 καὶ ἐβόησε λέγων· Ἰησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με·
39 και οι προαγοντες επετιμων αυτω ινα σιωπηση· αυτος δε πολλω μαλλον εκραζεν· υιε δαυιδ, ελεησον με. 39 Those who led the way rebuked him, that he should be quiet; but he cried out all the more, “You son of David, have mercy on me!”
39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με.
40 σταθεις δε ο ιησους εκελευσεν αυτον αχθηναι προς αυτον. εγγισαντος δε αυτου επηρωτησεν αυτον 40 Standing still, Jesus commanded him to be brought to him. When he had come near, he asked him,
40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων·
41 λεγων· τι σοι θελεις ποιησω; ο δε ειπεν· κυριε, ινα αναβλεψω. 41 “What do you want me to do?” He said, “Lord, that I may see again.”
41 τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω.
42 και ο ιησους ειπεν αυτω· αναβλεψον· η πιστις σου σεσωκεν σε. 42 Jesus said to him, “Receive your sight. Your faith has healed you.”
42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε.
43 και παραχρημα ανεβλεψεν, και ηκολουθει αυτω δοξαζων τον θεον· και πας ο λαος ιδων εδωκεν αινον τω θεω. 43 Immediately he received his sight and followed him, glorifying God. All the people, when they saw it, praised God.
43 καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.