Saltar al texto

Lucas · Texto Patriarcal (Antoniades 1904/1912)

Lucas 22 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ηγγιζεν δε η εορτη των αζυμων η λεγομενη πασχα.
1 Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα.
2 και εζητουν οι αρχιερεις και οι γραμματεις το πως ανελωσιν αυτον· εφοβουντο γαρ τον λαον.
2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.
3 εισηλθεν δε ο σατανας εις ιουδαν τον επικαλουμενον ισκαριωτην, οντα εκ του αριθμου των δωδεκα,
3 Εἰσῆλθε δὲ ὁ σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα,
4 και απελθων συνελαλησεν τοις αρχιερευσιν και γραμματευσιν και στρατηγοις το πως αυτον παραδω αυτοις.
4 καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς.
5 και εχαρησαν, και συνεθεντο αυτω αργυρια δουναι·
5 καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι·
6 και εξωμολογησεν, και εζητει ευκαιριαν του παραδουναι αυτον αυτοις ατερ οχλου.
6 καὶ ἐξωμολόγησε, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.
7 ηλθεν δε η ημερα των αζυμων, εν η εδει θυεσθαι το πασχα,
7 Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα,
8 και απεστειλεν πετρον και ιωαννην ειπων· πορευθεντες ετοιμασατε ημιν το πασχα ινα φαγωμεν.
8 καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.
9 οι δε ειπον αυτω· που θελεις ετοιμασωμεν;
9 οἱ δὲ εἶπον αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμεν;
10 ο δε ειπεν αυτοις· ιδου εισελθοντων υμων εις την πολιν συναντησει υμιν ανθρωπος κεραμιον υδατος βασταζων· ακολουθησατε αυτω εις την οικιαν ου εισπορευεται,
10 ὁ δὲ εἶπεν αὐτοῖς· ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται,
11 και ερειτε τω οικοδεσποτη της οικιας· λεγει σοι ο διδασκαλος, που εστιν το καταλυμα οπου το πασχα μετα των μαθητων μου φαγω;
11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
12 κακεινος υμιν δειξει ανωγαιον μεγα εστρωμενον· εκει ετοιμασατε.
12 κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
13 απελθοντες δε ευρον καθως ειρηκεν αυτοις, και ητοιμασαν το πασχα.
13 ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
14 και οτε εγενετο η ωρα, ανεπεσεν, και οι δωδεκα αποστολοι συν αυτω.
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ.
15 και ειπεν προς αυτους· επιθυμια επεθυμησα τουτο το πασχα φαγειν μεθ υμων προ του με παθειν·
15 καὶ εἶπε πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν·
16 λεγω γαρ υμιν οτι ουκετι ου μη φαγω εξ αυτου εως οτου πληρωθη εν τη βασιλεια του θεου.
16 λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
17 και δεξαμενος [το] ποτηριον ευχαριστησας ειπεν· λαβετε τουτο και διαμερισατε εαυτοις·
17 καὶ δεξάμενος [τὸ] ποτήριον εὐχαριστήσας εἶπε· λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς·
18 λεγω γαρ υμιν οτι ου μη πιω απο του γενηματος της αμπελου εως οτου η βασιλεια του θεου ελθη.
18 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ.
19 και λαβων αρτον ευχαριστησας εκλασεν και εδωκεν αυτοις λεγων· τουτο εστιν το σωμα μου το υπερ υμων διδομενον· τουτο ποιειτε εις την εμην αναμνησιν.
19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς λέγων· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
20 ωσαυτως και το ποτηριον μετα το δειπνησαι λεγων· τουτο το ποτηριον η καινη διαθηκη εν τω αιματι μου, το υπερ υμων εκχυνομενον.
20 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.
21 πλην ιδου η χειρ του παραδιδοντος με μετ εμου επι της τραπεζης.
21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης.
22 και ο μεν υιος του ανθρωπου πορευεται κατα το ωρισμενον· πλην ουαι τω ανθρωπω εκεινω δι ου παραδιδοται.
22 καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται.
23 και αυτοι ηρξαντο συζητειν προς εαυτους το τις αρα ειη εξ αυτων ο τουτο μελλων πρασσειν.
23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
24 εγενετο δε και φιλονεικια εν αυτοις, το τις αυτων δοκει ειναι μειζων.
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
25 ο δε ειπεν αυτοις· οι βασιλεις των εθνων κυριευουσιν αυτων, και οι εξουσιαζοντες αυτων ευεργεται καλουνται·
25 ὁ δὲ εἶπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται·
26 υμεις δε ουχ ουτως, αλλ ο μειζων εν υμιν γινεσθω ως ο νεωτερος, και ο ηγουμενος ως ο διακονων.
26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.
27 τις γαρ μειζων, ο ανακειμενος η ο διακονων; ουχι ο ανακειμενος; εγω δε ειμι εν μεσω υμων ως ο διακονων.
27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.
28 υμεις δε εστε οι διαμεμενηκοτες μετ εμου εν τοις πειρασμοις μου·
28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·
29 καγω διατιθεμαι υμιν καθως διεθετο μοι ο πατηρ μου βασιλειαν,
29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν,
30 ινα εσθιητε και πινητε επι της τραπεζης μου εν τη βασιλεια μου, και καθισεσθε επι θρονων κρινοντες τας δωδεκα φυλας του ισραηλ.
30 ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθίσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
31 ειπεν δε ο κυριος· σιμων σιμων, ιδου ο σατανας εξητησατο υμας του συνιασαι ως τον σιτον·
31 Εἶπε δὲ ὁ Κύριος· Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
32 εγω δε εδεηθην περι σου ινα μη εκλιπη η πιστις σου· και συ ποτε επιστρεψας στηριξον τους αδελφους σου.
32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου.
33 ο δε ειπεν αυτω· κυριε, μετα σου ετοιμος ειμι και εις φυλακην και εις θανατον πορευεσθαι.
33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
34 ο δε ειπεν· λεγω σοι, πετρε, ου φωνησει σημερον αλεκτωρ πριν η τρις απαρνηση μη ειδεναι με.
34 ὁ δὲ εἶπε· λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.
35 και ειπεν αυτοις· οτε απεστειλα υμας ατερ βαλλαντιου και πηρας και υποδηματων, μη τινος υστερηθητε; οι δε ειπον· ουθενος.
35 Καὶ εἶπεν αὐτοῖς· ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήθητε; οἱ δὲ εἶπον· οὐθενός.
36 ειπεν ουν αυτοις· αλλα νυν ο εχων βαλλαντιον αρατω, ομοιως και πηραν, και ο μη εχων πωλησει το ιματιον αυτου και αγορασει μαχαιραν.
36 εἶπεν οὖν αὐτοῖς· ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν.
37 λεγω γαρ υμιν οτι ετι τουτο το γεγραμμενον δει τελεσθηναι εν εμοι, το και μετα ανομων ελογισθη· και γαρ τα περι εμου τελος εχει.
37 λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει.
38 οι δε ειπον· κυριε, ιδου μαχαιραι ωδε δυο. ο δε ειπεν αυτοις· ικανον εστιν.
38 οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· ἱκανόν ἐστι.
39 και εξελθων επορευθη κατα το εθος εις το ορος των ελαιων· ηκολουθησαν δε αυτω και οι μαθηται αυτου.
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
40 γενομενος δε επι του τοπου ειπεν αυτοις· προσευχεσθε μη εισελθειν εις πειρασμον.
40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
41 και αυτος απεσπασθη απ αυτων ωσει λιθου βολην, και θεις τα γονατα προσηυχετο
41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο
42 λεγων· πατερ, ει βουλει παρενεγκειν τουτο το ποτηριον απ εμου· πλην μη το θελημα μου, αλλα το σον γινεσθω.
42 λέγων· πάτερ, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω.
43◆ ωφθη δε αυτω αγγελος απ ουρανου ενισχυων αυτον.
43 ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν.
44◆ και γενομενος εν αγωνια εκτενεστερον προσηυχετο. εγενετο δε ο ιδρως αυτου ωσει θρομβοι αιματος καταβαινοντες επι την γην.
44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.
45 και αναστας απο της προσευχης, ελθων προς τους μαθητας ευρεν αυτους κοιμωμενους απο της λυπης,
45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης,
46 και ειπεν αυτοις· τι καθευδετε; ανασταντες προσευχεσθε, ινα μη εισελθητε εις πειρασμον.
46 καὶ εἶπεν αὐτοῖς· τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47 ετι δε αυτου λαλουντος ιδου οχλος, και ο λεγομενος ιουδας, εις των δωδεκα, προηγεν αυτους, και ηγγισεν τω ιησου φιλησαι αυτον· τουτο γαρ σημειον δεδωκει αυτοις· ον αν φιλησω, αυτος εστιν.
47 Ἔτι δὲ αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προῆγεν αὐτούς, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι αὐτόν· τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς· ὃν ἂν φιλήσω, αὐτός ἐστιν.
48 ο δε ιησους ειπεν αυτω· ιουδα, φιληματι τον υιον του ανθρωπου παραδιδως;
48 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
49 ιδοντες δε οι περι αυτον το εσομενον ειπον αυτω· κυριε, ει παταξομεν εν μαχαιρα;
49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ;
50 και επαταξεν εις τις εξ αυτων τον δουλον του αρχιερεως και αφειλεν αυτου το ους το δεξιον.
50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν.
51 αποκριθεις δε ο ιησους ειπεν· εατε εως τουτου· και αψαμενος του ωτιου αυτου ιασατο αυτον.
51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν.
52 ειπεν δε ο ιησους προς τους παραγενομενους επ αυτον αρχιερεις και στρατηγους του ιερου και πρεσβυτερους· ως επι ληστην εξεληλυθατε μετα μαχαιρων και ξυλων·
52 εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
53 καθ ημεραν οντος μου μεθ υμων εν τω ιερω ουκ εξετεινατε τας χειρας επ εμε. αλλ αυτη εστιν υμων η ωρα και η εξουσια του σκοτους.
53 καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ. ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
54 συλλαβοντες δε αυτον ηγαγον και εισηγαγον αυτον εις τον οικον του αρχιερεως. ο δε πετρος ηκολουθει μακροθεν.
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
55 αψαντων δε πυραν εν μεσω της αυλης και συγκαθισαντων αυτων εκαθητο ο πετρος εν μεσω αυτων.
55 ἁψάντων δὲ πυρὰν ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν.
56 ιδουσα δε αυτον παιδισκη τις καθημενον προς το φως και ατενισασα αυτω ειπεν· και ουτος συν αυτω ην.
56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπε· καὶ οὗτος σὺν αὐτῷ ἦν.
57 ο δε ηρνησατο λεγων· γυναι, ουκ οιδα αυτον.
57 ὁ δὲ ἠρνήσατο λέγων· γύναι, οὐκ οἶδα αὐτόν.
58 και μετα βραχυ ετερος ιδων αυτον εφη· και συ εξ αυτων ει. ο δε πετρος ειπεν· ανθρωπε, ουκ ειμι.
58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος εἶπεν· ἄνθρωπε, οὐκ εἰμί.
59 και διαστασης ωσει ωρας μιας αλλος τις διισχυριζετο λεγων· επ αληθειας και ουτος μετ αυτου ην· και γαρ γαλιλαιος εστιν.
59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων· ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν.
60 ειπεν δε ο πετρος· ανθρωπε, ουκ οιδα ο λεγεις. και παραχρημα, ετι λαλουντος αυτου, εφωνησεν αλεκτωρ.
60 εἶπε δὲ ὁ Πέτρος· ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ.
61 και στραφεις ο κυριος ενεβλεψεν τω πετρω, και υπεμνησθη ο πετρος του λογου του κυριου, ως ειπεν αυτω οτι πριν αλεκτορα φωνησαι απαρνηση με τρις·
61 καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς·
62 και εξελθων εξω ο πετρος εκλαυσεν πικρως.
62 καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς.
63 και οι ανδρες οι συνεχοντες τον ιησουν ενεπαιζον αυτω δεροντες,
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες,
64 και περικαλυψαντες αυτον ετυπτον αυτου το προσωπον και επηρωτων αυτον λεγοντες· προφητευσον τις εστιν ο παισας σε;
64 καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε;
65 και ετερα πολλα βλασφημουντες ελεγον εις αυτον.
65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
66 και ως εγενετο ημερα, συνηχθη το πρεσβυτεριον του λαου, αρχιερεις και γραμματεις, και ανηγαγον αυτον εις το συνεδριον εαυτων λεγοντες·
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν λέγοντες·
67 ει συ ει ο χριστος, ειπε ημιν. ειπεν δε αυτοις· εαν υμιν ειπω, ου μη πιστευσητε,
67 εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν. εἶπε δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε,
68 εαν δε και ερωτησω, ου μη αποκριθητε μοι η απολυσητε·
68 ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε·
69 απο του νυν εσται ο υιος του ανθρωπου καθημενος εκ δεξιων της δυναμεως του θεου.
69 ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.
70 ειπον δε παντες· συ ουν ει ο υιος του θεου; ο δε προς αυτους εφη· υμεις λεγετε οτι εγω ειμι.
70 εἶπον δὲ πάντες· σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
71 οι δε ειπον· τι ετι χρειαν εχομεν μαρτυριας; αυτοι γαρ ηκουσαμεν απο του στοματος αυτου.
71 οἱ δὲ εἶπον· τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Lugares

  • Gethsemane

    Hoy: Slope of the Mount of Olives

    Gethsemane ('oil press') was a garden on the lower Mount of Olives. Jesus prayed here on the night of his arrest; ancient olive trees still grow on the traditional site.

    Citado en la guía: Matthew 26:36; Mark 14:32; Luke 22:44

  • Mount of Olives

    Hoy: East of Jerusalem's Old City

    Rising ~2,700 ft just east of the Old City, the Mount of Olives is where Jesus gave the Olivet Discourse, prayed in Gethsemane on its slope, and ascended near Bethany.

    Citado en la guía: Zechariah 14:4; Luke 22:39; Acts 1:12

Referencias cruzadas (69)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Éxodo 12:6–23; Levítico 23:5–6; Marcos 14:1–2; Mateo 26:2–5; Juan 11:55–57
  2. 2 Juan 11:47–53; Mateo 12:14; Lucas 19:47–48; Mateo 21:45–46; Lucas 20:19
  3. 3 Juan 13:2; Marcos 14:10–11; Juan 13:18; Juan 13:26–27; Salmo 55:12–14
  4. 4 Hechos 5:24; Hechos 4:1; Hechos 5:26; Mateo 26:14; Marcos 14:10–11
  5. 5 Zacarías 11:12–13; Mateo 26:15–16; Mateo 27:3–5; Hechos 1:18; 1 Timoteo 6:9–10
  6. 6 Mateo 26:5; Marcos 14:2
  7. 7 Éxodo 12:18; Marcos 14:12–16; Éxodo 12:6; 1 Corintios 5:7; Lucas 22:1
  8. 8 Marcos 14:13–16; Hechos 3:11; Hechos 4:13; Lucas 1:6; Hechos 3:1
  9. 10 Hechos 8:26–29; Juan 16:4; 1 Samuel 10:2–7; Mateo 26:18–19; Lucas 19:29–40
  10. 11 Juan 11:28; Apocalipsis 3:20; Lucas 19:5; Lucas 19:34; Mateo 21:3
  11. 12 Hechos 1:13; Hechos 16:14–15; Hechos 20:8; Juan 2:25; Juan 21:17
  12. 13 Lucas 21:33; Lucas 19:32; Hebreos 11:8; Juan 2:5
  13. 14 Mateo 26:20; Marcos 14:17; Deuteronomio 16:6–7; Marcos 6:30
  14. 15 Lucas 12:50; Juan 4:34; Juan 13:1; Juan 17:1
  15. 16 Lucas 14:15; Apocalipsis 19:9; Lucas 22:30; 1 Corintios 5:7–8; Juan 6:50–58
  16. 17 Salmo 116:13; Lucas 22:19; 1 Timoteo 4:4–5; Deuteronomio 8:10; Lucas 9:16
  17. 18 Mateo 26:29; Isaías 55:1; Lucas 22:16; Marcos 14:25; Lucas 21:31
  18. 19 1 Corintios 11:23–29; 1 Corintios 10:16; Marcos 14:22–24; Lucas 22:20; Mateo 26:26–28
  19. 20 Mateo 26:28; 1 Corintios 11:25; Zacarías 9:11; Éxodo 24:8; Hebreos 13:20
  20. 21 Salmo 41:9; Juan 13:26; Juan 13:21–22; Juan 13:18–19; Marcos 14:18–21
  21. 22 Hechos 2:23; Salmo 109:6–15; Lucas 24:25–27; Salmo 55:12–15; Lucas 24:46
  22. 23 Juan 13:22–25; Mateo 26:22; Marcos 14:19
  23. 24 Lucas 9:46; Marcos 9:34; Mateo 20:20–24; Marcos 10:37–41; Filipenses 2:3–5
  24. 25 Mateo 20:25–28; Marcos 10:41–45
  25. 26 1 Pedro 5:5; 1 Pedro 5:3; Marcos 9:35; Mateo 18:3–5; Mateo 23:8–12
  26. 27 Mateo 20:28; Lucas 12:37; Juan 13:5–16; 2 Corintios 8:9; Lucas 17:7–9
  27. 28 Hebreos 4:15; Hebreos 2:18; Hechos 1:25; Mateo 24:13; Mateo 19:28–29
  28. 29 Mateo 25:34; 2 Timoteo 2:12; Santiago 2:5; Mateo 24:47; Mateo 28:18
  29. 30 Mateo 19:28; Mateo 8:11; Apocalipsis 2:26–27; Apocalipsis 3:21; Lucas 12:37
  30. 31 1 Pedro 5:8; Zacarías 3:1; Job 1:6–12; Apocalipsis 12:10; Job 2:1–6
  31. 32 Juan 21:15–17; 1 Pedro 5:8–10; Juan 17:9–11; Romanos 8:34; 2 Corintios 1:4–6
  32. 33 Marcos 14:31; Mateo 26:33–35; Juan 13:36–37; Marcos 14:29; Mateo 20:22
  33. 34 Juan 13:38; Mateo 26:34; Marcos 14:30; Marcos 14:71–72; Mateo 26:74
  34. 35 Mateo 10:9–10; Lucas 10:4; Lucas 9:3; Salmo 37:3; Salmo 23:1
  35. 37 Isaías 53:12; Lucas 23:32; 2 Corintios 5:21; Gálatas 3:13; Hechos 13:27–29
  36. 38 2 Corintios 10:3–4; Mateo 26:52–54; Efesios 6:10–18; Lucas 22:49; 1 Tesalonicenses 5:8
  37. 39 Lucas 21:37; Mateo 21:1; Juan 18:1–2; Marcos 14:32–34; Mateo 26:30
  38. 40 Mateo 6:13; Lucas 22:46; Mateo 26:36–46; 1 Pedro 5:8–9; 2 Corintios 12:7–10
  39. 41 Mateo 26:39; Marcos 14:35; Lucas 18:11
  40. 42 Juan 12:27–28; Mateo 26:39; Mateo 26:42; Marcos 14:36; Salmo 40:8
  41. 43 Mateo 4:11; Salmo 91:11–12; Mateo 26:53; Hebreos 1:14; 1 Timoteo 3:16
  42. 44 Lamentaciones 1:12; Hebreos 5:7; Salmo 22:12–21; Romanos 8:32; Salmo 130:1–2
  43. 45 Marcos 14:40–41; Mateo 26:43; Mateo 26:40; Marcos 14:37
  44. 46 Lucas 22:40; Jonás 1:6; Lucas 21:34–36; Proverbios 6:4–11
  45. 47 Marcos 14:41–50; Mateo 26:45–56; Juan 18:2–11; Marcos 14:10; Lucas 22:3–6
  46. 48 2 Samuel 20:9–10; Marcos 14:44–46; Proverbios 27:6; Mateo 26:48–50; Salmo 55:21
  47. 49 Lucas 22:38
  48. 50 Juan 18:10–11; Marcos 14:47; Romanos 12:19; Mateo 26:51–54; 2 Corintios 10:4
  49. 51 Romanos 12:21; 2 Corintios 10:1; 1 Pedro 2:21–23; Juan 17:12; Juan 18:8–9
  50. 52 Lucas 22:4; Mateo 26:55; Hechos 5:26; Juan 17:12; Marcos 14:48–49
  51. 53 Efesios 6:12; Hechos 26:18; Colosenses 1:13; Juan 16:20–22; Juan 12:27
  52. 54 Marcos 14:53–54; Mateo 26:57–58; Juan 18:12–17; 2 Crónicas 32:31; Juan 18:24
  53. 55 Salmo 26:4–5; 2 Corintios 6:15–17; Salmo 28:3; Mateo 26:69–75; Proverbios 9:6
  54. 56 Juan 18:17; Marcos 14:6; Mateo 26:69; Marcos 14:17; Marcos 14:66–68
  55. 57 2 Timoteo 2:10–12; 1 Juan 1:9; Juan 18:27; Juan 18:25; Mateo 10:33
  56. 58 Marcos 14:69–70; Mateo 26:71–72; Juan 18:25
  57. 59 Juan 18:26–27; Mateo 26:73–74; Marcos 14:69–70
  58. 60 Juan 18:27; Mateo 26:74–75; Marcos 14:71–72; Lucas 22:34
  59. 61 Lucas 22:34; Isaías 57:15–18; Ezequiel 36:31–32; Jeremías 31:18–20; Ezequiel 16:63
  60. 62 1 Corintios 10:12; Mateo 26:75; Ezequiel 7:16; Salmo 38:18; Salmo 130:1–4
  61. 63 Juan 18:22; Salmo 35:15–16; Mateo 26:59–68; Isaías 49:7; Job 16:9–10
  62. 64 Jueces 16:25; Jueces 16:21
  63. 65 Hechos 26:11; Mateo 27:39; 1 Timoteo 1:13–14; Lucas 12:10; Mateo 12:31–32
  64. 66 Mateo 27:1; Marcos 15:1; Hechos 22:5; Mateo 5:22; Hechos 4:25–28
  65. 67 Marcos 14:61–66; Mateo 26:63–68; Lucas 16:31; Juan 5:39–47; Juan 12:37–43
  66. 68 Lucas 20:41–44; Lucas 20:3–7
  67. 69 Salmo 110:1; Daniel 7:13–14; Marcos 16:19; Hebreos 1:3; Efesios 1:20–23
  68. 70 Lucas 23:3; Juan 18:37; Marcos 15:2; Mateo 26:64; Mateo 27:11
  69. 71 Mateo 26:65–66; Marcos 14:63–64

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

¿Por qué mi Biblia dice algo distinto?

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 22:19 Justin Martyr, First Apology (Chapters LXVI–LXVIII)

    For the apostles, in the memoirs composed by them, which are called Gospels, have thus delivered unto us what was enjoined upon them; that Jesus took bread, and when He had given thanks, said, "This do ye in remembrance of Me, this is My body;" and that, after the same manner, having taken the cup and given thanks, He said, …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 22:15 Augustine of Hippo, The City of God (Book XIV, Chapter 9)

    … hard-heartedness of the Jews moved Him to sorrowful indignation, that He said, "I am glad for your sakes, to the intent ye may believe," that when about to raise Lazarus He even shed tears, that He earnestly desired to eat the passover with His disciples, that as His passion drew near His soul was sorrowful, these emotions are certainly not …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Cita 22:35 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXII)

    Of this accordingly He quite speaks out to them afterwards, "Lacked ye anything, when I sent you naked and unshod?" He did not at once say, "Provide not," but when He had said, "Cleanse the lepers, cast out devils," then He said, "Provide nothing; freely ye have received, freely give;" by His way of ordering things consulting at once for …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 22:48 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    Hail, Master; yet he was betraying his Master to death; he was not abashed at His warning, when He said, Judas, betrayest than the Son of Man with a kiss?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 22:31 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book II, Chapter IX)

    … explain why it is said in the Gospel by the Lord Himself to the disciples, "Behold, Satan hath desired to have you, that he may sift you as wheat;" and He says to Peter, "But I have prayed for thee, that thy faith fail not." And when they explain this to me, they explain to themselves at the same time …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)