Saltar al texto

Romanos · Texto Patriarcal (Antoniades 1904/1912)

Romanos 15 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 οφειλομεν δε ημεις οι δυνατοι τα ασθενηματα των αδυνατων βασταζειν, και μη εαυτοις αρεσκειν.
1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
2 εκαστος ημων τω πλησιον αρεσκετω εις το αγαθον προς οικοδομην·
2 ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν·
3 και γαρ ο χριστος ουχ εαυτω ηρεσεν, αλλα καθως γεγραπται, οι ονειδισμοι των ονειδιζοντων σε επεπεσον επ εμε.
3 καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾽ ἐμέ.
4 οσα γαρ προεγραφη, εις την ημετεραν διδασκαλιαν προεγραφη, ινα δια της υπομονης και της παρακλησεως των γραφων την ελπιδα εχωμεν.
4 ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
5 ο δε θεος της υπομονης και της παρακλησεως δωη υμιν το αυτο φρονειν εν αλληλοις κατα χριστον ιησουν,
5 ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν,
6 ινα ομοθυμαδον εν ενι στοματι δοξαζητε τον θεον και πατερα του κυριου ημων ιησου χριστου.
6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
7 διο προσλαμβανεσθε αλληλους, καθως και ο χριστος προσελαβετο υμας εις δοξαν θεου.
7 διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ.
8 λεγω δε χριστον ιησουν διακονον γεγενησθαι περιτομης υπερ αληθειας θεου, εις το βεβαιωσαι τας επαγγελιας των πατερων,
8 Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,
9 τα δε εθνη υπερ ελεους δοξασαι τον θεον, καθως γεγραπται· δια τουτο εξομολογησομαι σοι εν εθνεσιν, κυριε, και τω ονοματι σου ψαλω.
9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται· διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ.
10 και παλιν λεγει· ευφρανθητε εθνη μετα του λαου αυτου.
10 καὶ πάλιν λέγει· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ.
11 και παλιν· αινειτε τον κυριον παντα τα εθνη, και επαινεσατε αυτον παντες οι λαοι.
11 καὶ πάλιν· αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, καὶ ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
12 και παλιν ησαιας λεγει· εσται η ριζα του ιεσσαι, και ο ανισταμενος αρχειν εθνων· επ αυτω εθνη ελπιουσιν.
12 καὶ πάλιν Ἡσαΐας λέγει· ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
13 ο δε θεος της ελπιδος πληρωσαι υμας πασης χαρας και ειρηνης εν τω πιστευειν, εις το περισσευειν υμας εν τη ελπιδι εν δυναμει πνευματος αγιου.
13 Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος Ἁγίου.
14 πεπεισμαι δε, αδελφοι μου, και αυτος εγω περι υμων, οτι και αυτοι μεστοι εστε αγαθωσυνης, πεπληρωμενοι πασης γνωσεως, δυναμενοι και αλληλους νουθετειν.
14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.
15 τολμηροτερον δε εγραψα υμιν, αδελφοι, απο μερους, ως επαναμιμνησκων υμας, δια την χαριν την δοθεισαν μοι υπο του θεου
15 τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ
16 εις το ειναι με λειτουργον ιησου χριστου εις τα εθνη, ιερουργουντα το ευαγγελιον του θεου, ινα γενηται η προσφορα των εθνων ευπροσδεκτος, ηγιασμενη εν πνευματι αγιω.
16 εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ.
17 εχω ουν καυχησιν εν χριστω ιησου τα προς τον θεον·
17 ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν·
18 ου γαρ τολμησω λαλειν τι ων ου κατειργασατο χριστος δι εμου εις υπακοην εθνων λογω και εργω,
18 οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ,
19 εν δυναμει σημειων και τερατων, εν δυναμει πνευματος θεου, ωστε με απο ιερουσαλημ και κυκλω μεχρι του ιλλυρικου πεπληρωκεναι το ευαγγελιον του χριστου,
19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ, ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,
20 ουτως δε φιλοτιμουμενον ευαγγελιζεσθαι ουχ οπου ωνομασθη χριστος, ινα μη επ αλλοτριον θεμελιον οικοδομω,
20 οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ,
21 αλλα καθως γεγραπται, οις ουκ ανηγγελη περι αυτου οψονται, και οι ουκ ακηκοασιν συνησουσιν.
21 ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι.
22 διο και ενεκοπτομην τα πολλα του ελθειν προς υμας·
22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς·
23 νυνι δε μηκετι τοπον εχων εν τοις κλιμασιν τουτοις, επιποθιαν δε εχων του ελθειν προς υμας απο πολλων ετων,
23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν,
24 ως εαν πορευωμαι εις την σπανιαν, ελευσομαι προς υμας· ελπιζω γαρ διαπορευομενος θεασασθαι υμας και υφ υμων προπεμφθηναι εκει, εαν υμων πρωτον απο μερους εμπλησθω.
24 ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.
25 νυνι δε πορευομαι εις ιερουσαλημ διακονων τοις αγιοις.
25 νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
26 ευδοκησαν γαρ μακεδονια και αχαια κοινωνιαν τινα ποιησασθαι εις τους πτωχους των αγιων των εν ιερουσαλημ.
26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ.
27 ευδοκησαν γαρ και οφειλεται αυτων εισιν· ει γαρ τοις πνευματικοις αυτων εκοινωνησαν τα εθνη, οφειλουσιν και εν τοις σαρκικοις λειτουργησαι αυτοις.
27 εὐδόκησαν γὰρ καὶ ὀφειλέται αὐτῶν εἰσιν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
28 τουτο ουν επιτελεσας, και σφραγισαμενος αυτοις τον καρπον τουτον, απελευσομαι δι υμων εις την σπανιαν.
28 τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς τὴν Σπανίαν.
29 οιδα δε οτι ερχομενος προς υμας εν πληρωματι ευλογιας του ευαγγελιου του χριστου ελευσομαι.
29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.
30 παρακαλω δε υμας, αδελφοι, δια του κυριου ημων ιησου χριστου και δια της αγαπης του πνευματος, συναγωνισασθαι μοι εν ταις προσευχαις υπερ εμου προς τον θεον,
30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν,
31 ινα ρυσθω απο των απειθουντων εν τη ιουδαια και ινα η διακονια μου η εις ιερουσαλημ ευπροσδεκτος γενηται τοις αγιοις,
31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις,
32 ινα εν χαρα ελθω προς υμας δια θεληματος θεου και συναναπαυσωμαι υμιν.
32 ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ καὶ συναναπαύσωμαι ὑμῖν.
33 ο δε θεος της ειρηνης μετα παντων υμων· αμην.
33 ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.
Referencias cruzadas (33)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Tesalonicenses 5:14; Romanos 14:1; Gálatas 6:1–2; 1 Corintios 9:22; 1 Corintios 12:22–24
  2. 2 1 Corintios 10:24; Romanos 14:19; Filipenses 2:4–5; 1 Corintios 10:33–11:1; 1 Corintios 9:19–22
  3. 3 Salmo 69:9; Filipenses 2:8; Juan 5:30; Salmo 89:50–51; Juan 4:34
  4. 4 1 Corintios 10:11; 2 Timoteo 3:16–17; Romanos 4:23–24; 2 Pedro 1:20–21; Hebreos 10:35–36
  5. 5 Filipenses 2:4–5; Romanos 15:13; 1 Pedro 3:8; Efesios 5:2; Romanos 12:16
  6. 6 Juan 10:29–30; Hechos 4:24; Efesios 1:3; Apocalipsis 1:6; 2 Corintios 11:31
  7. 7 Mateo 10:40; Juan 13:34; Romanos 14:1–3; Romanos 5:2; Lucas 9:48
  8. 8 Gálatas 4:4–5; Mateo 15:24; 2 Corintios 1:20; Juan 1:11; Hechos 3:25–26
  9. 9 2 Samuel 22:50; Salmo 18:49; Romanos 3:29; Mateo 9:8
  10. 10 Salmo 67:3–4; Deuteronomio 32:43; Isaías 42:10–12; Salmo 138:4–5; Salmo 68:32
  11. 11 Salmo 117:1
  12. 12 Isaías 11:10; Isaías 11:1; Mateo 12:21; Apocalipsis 22:16; Apocalipsis 5:5
  13. 13 2 Tesalonicenses 2:16–17; Romanos 12:12; 2 Corintios 9:8; Gálatas 5:22; Romanos 14:17
  14. 14 Colosenses 3:16; 2 Pedro 1:12; 1 Juan 2:21; 1 Corintios 8:1; 1 Corintios 8:7
  15. 15 Romanos 12:3; 1 Corintios 15:10; Romanos 1:5; Romanos 12:6; 1 Pedro 4:10–11
  16. 16 Romanos 11:13; Romanos 1:1; Hechos 9:15; 2 Timoteo 1:11; Filipenses 2:17
  17. 17 2 Corintios 2:14–16; 2 Corintios 12:11–21; 2 Corintios 7:4; Hebreos 5:1; Filipenses 3:3
  18. 18 Hechos 15:12; Romanos 1:5; Hechos 21:19; Proverbios 25:14; Gálatas 2:8
  19. 19 2 Corintios 12:12; Hebreos 2:4; Gálatas 3:5; Hechos 19:11–12; 2 Timoteo 4:17
  20. 20 2 Corintios 10:13–16; 1 Corintios 3:9–15; Efesios 2:20–22
  21. 21 Isaías 52:15; Isaías 65:1
  22. 22 Romanos 1:13; 1 Tesalonicenses 2:17–18
  23. 23 Romanos 15:32; Romanos 1:10–12; Romanos 15:29; Hechos 19:21; 1 Tesalonicenses 3:10
  24. 24 Romanos 15:28; Romanos 1:12; Hechos 15:3; 2 Corintios 1:16; Hechos 21:5
  25. 25 Hechos 24:17; Hechos 19:21; Hechos 20:22; Hechos 20:16; 1 Corintios 16:1–3
  26. 26 2 Corintios 8:1–9; Hechos 11:27–30; 2 Corintios 9:2; Santiago 2:5–6; 2 Corintios 9:12
  27. 27 Gálatas 6:6; 1 Corintios 9:11; Filemón 19; Romanos 11:17
  28. 28 Romanos 15:24; Filipenses 4:17; Colosenses 1:6; Proverbios 19:21; Lamentaciones 3:37
  29. 29 Efesios 4:13; Romanos 1:10–12; Salmo 16:11; Efesios 1:3; Efesios 3:19
  30. 30 Colosenses 4:12; 2 Corintios 1:11; 1 Tesalonicenses 5:25; 2 Corintios 4:11; Filipenses 2:1
  31. 31 2 Tesalonicenses 3:2; 2 Corintios 8:4; Romanos 15:25; 2 Corintios 9:1; Hechos 21:17–31
  32. 32 1 Corintios 16:18; Hechos 18:21; Filemón 7; Filemón 20; 2 Corintios 7:13
  33. 33 2 Corintios 13:11; Filipenses 4:9; 1 Tesalonicenses 5:23; Romanos 16:20; Hebreos 13:20

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 15:8 John Chrysostom, Homilies on Romans (Homily XXVIII)

    Again, he is speaking of Christ's concern for us, still holding to the same topic, and showing what great things He hath done for us, and how "He pleased not Himself." (Rom. xv. 3.) And besides this, there is another point which he makes good, that those of the Gentiles are debtors to a larger amount unto God.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 15:1 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXVI)

    because the Church of Christ hath both strong and weak ones; and cannot be without either strong or weak; whence the Apostle Paul says, "Now we that are strong ought to bear the infirmities of the weak." In that Peter said, "Thou art the Christ, the Son of the living God," he represents the strong: but in that he totters, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  3. Cita 15:12 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily VII)

    … which was produced after the ascension, manifests His equality with the Father; thus saying, "The Lord said unto my Lord, Sit Thou on my right hand." And Isaiah too saith, "He that riseth up to rule over the Gentiles, in Him shall the Gentiles trust." But how saith he that Bethlehem is "not the least among the princes of Judah?" …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 15:12 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XII)

    Receive thou therefore Him that was born of David, believing the prophecy which saith, And in that day there shall be a root of Jesse, and He that shall rise to rule over the Gentiles: in Him shall the Gentiles trust.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 15:29 Basil of Caesarea, On the Holy Spirit (Chapter XV)

    … adoption of sons, our liberty to call God our Father, our being made partakers of the grace of Christ, our being called children of light, our sharing in eternal glory, and, in a word, our being brought into a state of all "fulness of blessing," both in this world and in the world to come, of all the good gifts …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)