Saltar al texto

Romanos · Texto Patriarcal (Antoniades 1904/1912)

Romanos 2 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 διο αναπολογητος ει, ω ανθρωπε πας ο κρινων· εν ω γαρ κρινεις τον ετερον, σεαυτον κατακρινεις· τα γαρ αυτα πρασσεις ο κρινων.
1 Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.
2 οιδαμεν δε οτι το κριμα του θεου εστιν κατα αληθειαν επι τους τα τοιαυτα πρασσοντας.
2 οἴδαμεν δὲ ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.
3 λογιζη δε τουτο, ω ανθρωπε ο κρινων τους τα τοιαυτα πρασσοντας και ποιων αυτα, οτι συ εκφευξη το κριμα του θεου;
3 λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ;
4 η του πλουτου της χρηστοτητος αυτου και της ανοχης και της μακροθυμιας καταφρονεις, αγνοων οτι το χρηστον του θεου εις μετανοιαν σε αγει;
4 ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;
5 κατα δε την σκληροτητα σου και αμετανοητον καρδιαν θησαυριζεις σεαυτω οργην εν ημερα οργης και αποκαλυψεως [και] δικαιοκρισιας του θεου,
5 κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως [καὶ] δικαιοκρισίας τοῦ Θεοῦ,
6 ος αποδωσει εκαστω κατα τα εργα αυτου,
6 ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,
7 τοις μεν καθ υπομονην εργου αγαθου δοξαν και τιμην και αφθαρσιαν ζητουσιν ζωην αιωνιον,
7 τοῖς μὲν καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον,
8 τοις δε εξ εριθειας, και απειθουσιν μεν τη αληθεια, πειθομενοις δε τη αδικια, θυμος και οργη·
8 τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή·
9 θλιψις και στενοχωρια επι πασαν ψυχην ανθρωπου του κατεργαζομενου το κακον, ιουδαιου τε πρωτον και ελληνος·
9 θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·
10 δοξα δε και τιμη και ειρηνη παντι τω εργαζομενω το αγαθον, ιουδαιω τε πρωτον και ελληνι·
10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·
11 ου γαρ εστιν προσωποληψια παρα τω θεω.
11 οὐ γὰρ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ.
12 οσοι γαρ ανομως ημαρτον, ανομως και απολουνται· και οσοι εν νομω ημαρτον, δια νομου κριθησονται.
12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται.
13 ου γαρ οι ακροαται του νομου δικαιοι παρα τω θεω, αλλ οι ποιηται του νομου δικαιωθησονται.
13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾽ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.
14 οταν γαρ εθνη τα μη νομον εχοντα φυσει τα του νομου ποιη, ουτοι νομον μη εχοντες εαυτοις εισιν νομος,
14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος,
15 οιτινες ενδεικνυνται το εργον του νομου γραπτον εν ταις καρδιαις αυτων, συμμαρτυρουσης αυτων της συνειδησεως και μεταξυ αλληλων των λογισμων κατηγορουντων η και απολογουμενων—
15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων —
16 εν ημερα οτε κρινει ο θεος τα κρυπτα των ανθρωπων κατα το ευαγγελιον μου δια ιησου χριστου.
16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.
17 ιδε συ ιουδαιος επονομαζη, και επαναπαυη τω νομω, και καυχασαι εν θεω,
17 Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ,
18 και γινωσκεις το θελημα, και δοκιμαζεις τα διαφεροντα, κατηχουμενος εκ του νομου,
18 καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου,
19 πεποιθας τε σεαυτον οδηγον ειναι τυφλων, φως των εν σκοτει,
19 πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει,
20 παιδευτην αφρονων, διδασκαλον νηπιων, εχοντα την μορφωσιν της γνωσεως και της αληθειας εν τω νομω.
20 παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.
21 ο ουν διδασκων ετερον σεαυτον ου διδασκεις; ο κηρυσσων μη κλεπτειν κλεπτεις;
21 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις;
22 ο λεγων μη μοιχευειν μοιχευεις; ο βδελυσσομενος τα ειδωλα ιεροσυλεις;
22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς;
23 ος εν νομω καυχασαι, δια της παραβασεως του νομου τον θεον ατιμαζεις;
23 ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις;
24 το γαρ ονομα του θεου δι υμας βλασφημειται εν τοις εθνεσιν, καθως γεγραπται.
24 τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι᾽ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι, καθὼς γέγραπται.
25 περιτομη μεν γαρ ωφελει, εαν νομον πρασσης· εαν δε παραβατης νομου ης, η περιτομη σου ακροβυστια γεγονεν.
25 περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν.
26 εαν ουν η ακροβυστια τα δικαιωματα του νομου φυλασση, ουχι η ακροβυστια αυτου εις περιτομην λογισθησεται;
26 ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;
27 και κρινει η εκ φυσεως ακροβυστια, τον νομον τελουσα, σε τον δια γραμματος και περιτομης παραβατην νομου.
27 καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.
28 ου γαρ ο εν τω φανερω ιουδαιος εστιν, ουδε η εν τω φανερω εν σαρκι περιτομη,
28 οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή,
29 αλλ ο εν τω κρυπτω ιουδαιος, και περιτομη καρδιας εν πνευματι, ου γραμματι, ου ο επαινος ουκ εξ ανθρωπων, αλλ εκ του θεου.
29 ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ.
Referencias cruzadas (29)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Lucas 6:37; Romanos 2:3; Juan 8:7–9; Romanos 2:21–23; Mateo 7:1–5
  2. 2 Salmo 9:7–8; Sofonías 3:5; Salmo 145:17; Jeremías 12:1; Salmo 98:9
  3. 3 Proverbios 16:5; Lucas 12:14; Romanos 1:32–2:1; Mateo 23:33; Mateo 26:53
  4. 4 2 Pedro 3:9; Isaías 30:18; Éxodo 34:6; Tito 3:4–6; Romanos 9:22–23
  5. 5 Eclesiastés 12:14; Romanos 1:18; Romanos 2:2–3; Hebreos 3:15; 2 Pedro 3:7
  6. 6 Salmo 62:12; Jeremías 32:19; Mateo 16:27; 2 Corintios 5:10; Jeremías 17:10
  7. 7 2 Timoteo 4:7–8; Lucas 8:15; 1 Corintios 15:58; 2 Timoteo 1:10; Apocalipsis 2:10–11
  8. 8 1 Timoteo 6:3–4; 2 Tesalonicenses 1:8; Juan 3:18–21; 1 Pedro 4:17; Proverbios 13:10
  9. 9 1 Pedro 4:17; Romanos 3:29–30; Romanos 1:16; Ezequiel 18:4; Romanos 9:24
  10. 10 Isaías 32:17; Isaías 26:12; Números 6:26; 1 Pedro 1:7; Romanos 8:6
  11. 11 Deuteronomio 10:17; Hechos 10:34; 2 Crónicas 19:7; Gálatas 2:6; Job 34:19
  12. 12 1 Corintios 9:21; Gálatas 3:10; Romanos 2:14–16; Gálatas 2:16–19; Hechos 17:30–31
  13. 13 Santiago 1:22–25; 1 Juan 3:7; Santiago 2:21–25; Romanos 2:25; Lucas 8:21
  14. 14 Romanos 1:19–20; Romanos 2:12; Romanos 2:27; Hechos 17:30; Hechos 10:35
  15. 15 2 Corintios 5:11; Romanos 1:18–19; 2 Corintios 1:12; Tito 1:15; 1 Timoteo 4:2
  16. 16 Eclesiastés 12:14; 1 Corintios 4:5; Hechos 17:31; Hechos 10:42; Lucas 8:17
  17. 17 Romanos 2:23; Miqueas 3:11; Isaías 48:1–2; Apocalipsis 2:9; Romanos 9:4–7
  18. 18 1 Tesalonicenses 5:21; Santiago 4:17; Deuteronomio 4:8; Filipenses 1:10; Hebreos 5:14
  19. 19 Apocalipsis 3:17–18; Isaías 5:21; Mateo 6:23; Proverbios 26:12; 1 Corintios 8:1–2
  20. 20 2 Timoteo 3:5; Tito 1:16; 2 Timoteo 1:13; Romanos 6:17; 1 Corintios 3:1
  21. 21 1 Corintios 9:27; Mateo 23:3–28; Lucas 12:47; Miqueas 3:11; Tito 2:1–7
  22. 22 Malaquías 3:8; Mateo 12:39; Jeremías 9:2; Hechos 19:37; Malaquías 1:8
  23. 23 Santiago 4:16–17; Romanos 2:17; Juan 5:45; Romanos 9:4; Romanos 3:2
  24. 24 Ezequiel 36:20–23; Isaías 52:5; 2 Pedro 2:2; Lamentaciones 2:15–16; 2 Samuel 12:14
  25. 25 Gálatas 5:3–6; Jeremías 4:4; Gálatas 6:15; Hechos 7:51; Deuteronomio 30:6
  26. 26 Colosenses 2:11; 1 Corintios 7:18–19; Romanos 8:4; Efesios 2:11; Hechos 11:3–18
  27. 27 Mateo 12:41–42; Romanos 7:6–8; Romanos 8:4; 2 Corintios 3:6; Romanos 2:29
  28. 28 Gálatas 6:15; Mateo 3:9; Apocalipsis 2:9; Romanos 9:6–8; Romanos 4:10–12
  29. 29 Deuteronomio 30:6; Filipenses 3:3; Deuteronomio 10:16; Colosenses 2:11–12; Jeremías 4:4

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 2:17 John Chrysostom, Homilies on Romans (Homily VI)

    After saying that the Gentile wanteth nothing appertaining to salvation if he be a doer of the Law, and after making that wonderful comparison, he goes on to set down the glories of the Jews, owing to which they thought scorn of the Gentiles: and first the very name itself, which was of great majesty, as the name Christian is …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 2:5 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XXXII)

    Those, on the other hand, who depart from Him, and despise His precepts, and by their deeds bring dishonour on Him who made them, and by their opinions blaspheme Him who nourishes them, heap up against themselves most righteous judgment. He therefore (i.e., the spiritual man) sifts and tries them all, but he himself is tried by no man: he …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 2:6 Augustine of Hippo, Confessions (Book IV)

    And who is this but Thee, our God, the sweetness and well-spring of righteousness, who renderest "to every man according to his deeds," and despisest not "a broken and a contrite heart!"

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Cita 2:21 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XVI)

    For as teaching without doing condemns the teacher (for "thou which teachest another," it is said, "teachest thou not thyself"?) so doing but not guiding others, lessens our reward.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 2:20 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XII)

    For Jesus the King when about to become our Physician, girded Himself with the linen of humanity, and healed that which was sick. The perfect Teacher of babes became a babe among babes, that He might give wisdom to the foolish.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)