LXX Brenton's Greek Septuagint WEB World English Bible (Classic, with Deuterocanon) 1 Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται, οὐδὲ ἐξαριθμηθήσεται· καὶ ἔσται, ἐν τῷ τόπῳ, οὗ ἐῤῥέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, κληθήσονται καὶ αὐτοὶ υἱοὶ Θεοῦ ζῶντος. 1 “Say to your brothers, ‘My people!’ and to your sisters, ‘My loved one!’
2 Καὶ συναχθήσονται υἱοὶ Ἰούδα, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπιτοαυτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραέλ. 2 Contend with your mother! Contend, for she is not my wife, neither am I her husband; and let her put away her prostitution from her face, and her adulteries from between her breasts;
3 Εἴπατε τῷ ἀδελφῷ ὑμῶν, λαός μου, καὶ τῇ ἀδελφῇ ὑμῶν, ἠλεημένη. 3 lest I strip her naked, and make her bare as in the day that she was born, and make her like a wilderness, and set her like a dry land, and kill her with thirst.
4 Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς· καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς, 4 Indeed, on her children I will have no mercy, for they are children of unfaithfulness.
5 ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν, καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέρα γενέσεως αὐτῆς· καὶ θήσω αὐτὴν ἔρημον, καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον, καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει. 5 For their mother has played the prostitute. She who conceived them has done shamefully; for she said, ‘I will go after my lovers, who give me my bread and my water, my wool and my flax, my oil and my drink.’
6 Καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν. 6 Therefore behold, I will hedge up your way with thorns, and I will build a wall against her, that she can’t find her way.
7 Ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά· ὅτι εἶπε, πορεύσομαι ὀπίσω τῶν ἐραστῶν μου, τῶν διδόντων μοι τοὺς ἄρτους μου, καὶ τὸ ὕδωρ μου, καὶ τὰ ἱμάτιά μου, καὶ τὰ ὀθόνιά μου, τὸ ἔλαιόν μου, καὶ πάντα ὅσα μοι καθήκει. 7 She will follow after her lovers, but she won’t overtake them; and she will seek them, but won’t find them. Then she will say, ‘I will go and return to my first husband, for then it was better with me than now.’
8 Διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ· 8 For she didn’t know that I gave her the grain, the new wine, and the oil, and multiplied to her silver and gold, which they used for Baal.
9 Καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς, καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς, καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ, πορεύσομαι, καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε, ἢ νῦν. 9 Therefore I will take back my grain in its time, and my new wine in its season, and will pluck away my wool and my flax which should have covered her nakedness.
10 Καὶ αὕτη οὐκ ἔγνω ὅτι ἐγὼ ἔδωκα αὐτῇ τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὕτη δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βάαλ. 10 Now I will uncover her lewdness in the sight of her lovers, and no one will deliver her out of my hand.
11 Διὰ τοῦτο ἐπιστρέψω, καὶ κομιοῦμαι τὸν σῖτόν μου καθʼ ὥραν αὐτοῦ, καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ· καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου, καὶ τὰ ὀθόνιά μου, τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς· 11 I will also cause all her celebrations to cease: her feasts, her new moons, her Sabbaths, and all her solemn assemblies.
12 Καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐθεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου. 12 I will lay waste her vines and her fig trees, about which she has said, ‘These are my wages that my lovers have given me,’ and I will make them a forest, and the animals of the field shall eat them.
13 Καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς, καὶ τὰς νουμηνίας αὐτῆς, καὶ τὰ σάββατα αὐτῆς, καὶ πάσας τὰς πανηγύρεις αὐτῆς. 13 I will visit on her the days of the Baals, to which she burned incense when she decked herself with her earrings and her jewels, and went after her lovers and forgot me,” says Yahweh.
14 Καὶ ἀφανιῶ ἄμπελον αὐτῆς, καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε, μισθώματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου· καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανου, καὶ τὰ ἑρπετὰ τῆς γῆς. 14 “Therefore behold, I will allure her, and bring her into the wilderness, and speak tenderly to her.
15 Καὶ ἐκδικήσω ἐπʼ αὐτὴν τὰς ἡμέρας τῶν Βααλεὶμ, ἐν αἷς ἐπέθυεν αὐτοῖς· καὶ περιετίθετο τὰ ἐνώτια αὐτῆς, καὶ τὰ καθόρμια αὐτῆς, καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος. 15 I will give her vineyards from there, and the valley of Achor for a door of hope; and she will respond there as in the days of her youth, and as in the day when she came up out of the land of Egypt.
16 Διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν, καὶ τάξω αὐτὴν ὡς ἔρημον, καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς, 16 It will be in that day,” says Yahweh, “that you will call me ‘my husband,’ and no longer call me ‘my master.’
17 καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν, καὶ τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς· καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς, καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου. 17 For I will take away the names of the Baals out of her mouth, and they will no longer be mentioned by name.
18 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκεῖνῃ, λέγει Κύριος, καλέσει με ὁ ἀνήρ μου, καὶ οὐ καλέσει με ἔτι Βααλείμ. 18 In that day I will make a covenant for them with the animals of the field, and with the birds of the sky, and with the creeping things of the ground. I will break the bow, the sword, and the battle out of the land, and will make them lie down safely.
19 Καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν. 19 I will betroth you to me forever. Yes, I will betroth you to me in righteousness, in justice, in loving kindness, and in compassion.
20 Καὶ διαθήσομαι αὐτοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον, καὶ ῥομφαίαν, καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς, καὶ κατοικιῶ σε ἐπʼ ἐλπίδι. 20 I will even betroth you to me in faithfulness; and you shall know Yahweh.
21 Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα· καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει, καὶ ἐν οἰκτιρμοῖς, 21 It will happen in that day, that I will respond,” says Yahweh. “I will respond to the heavens, and they will respond to the earth;
22 καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον. 22 and the earth will respond to the grain, and the new wine, and the oil; and they will respond to Jezreel.
23 Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ αὐτὸς ἐπακούσεται τῇ γῇ, 23 I will sow her to me in the earth; and I will have mercy on her who had not obtained mercy; and I will tell those who were not my people, ‘You are my people;’ and they will say, ‘You are My God!’”
24 καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται τῷ Ἰεζραέλ. 24 Not in this translation
25 Καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς, καὶ ἀγαπήσω τὴν οὐκ ἠγαπημένην, καὶ ἐρῶ τῷ οὐ λαῷ μου, λαός μου εἶ σύ· καὶ αὐτος ἐρεὶ, Κύριος ὁ Θεός μου εἶ σύ. 25 Not in this translation