1 Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται, οὐδὲ ἐξαριθμηθήσεται· καὶ ἔσται, ἐν τῷ τόπῳ, οὗ ἐῤῥέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, κληθήσονται καὶ αὐτοὶ υἱοὶ Θεοῦ ζῶντος. 2 Καὶ συναχθήσονται υἱοὶ Ἰούδα, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπιτοαυτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεζραέλ. 3 Εἴπατε τῷ ἀδελφῷ ὑμῶν, λαός μου, καὶ τῇ ἀδελφῇ ὑμῶν, ἠλεημένη. 4 Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς· καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς, 5 ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν, καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέρα γενέσεως αὐτῆς· καὶ θήσω αὐτὴν ἔρημον, καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον, καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει. 6 Καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν. 7 Ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά· ὅτι εἶπε, πορεύσομαι ὀπίσω τῶν ἐραστῶν μου, τῶν διδόντων μοι τοὺς ἄρτους μου, καὶ τὸ ὕδωρ μου, καὶ τὰ ἱμάτιά μου, καὶ τὰ ὀθόνιά μου, τὸ ἔλαιόν μου, καὶ πάντα ὅσα μοι καθήκει. 8 Διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ· 9 Καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς, καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς, καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ, πορεύσομαι, καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε, ἢ νῦν. 10 Καὶ αὕτη οὐκ ἔγνω ὅτι ἐγὼ ἔδωκα αὐτῇ τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὕτη δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βάαλ. 11 Διὰ τοῦτο ἐπιστρέψω, καὶ κομιοῦμαι τὸν σῖτόν μου καθʼ ὥραν αὐτοῦ, καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ· καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου, καὶ τὰ ὀθόνιά μου, τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς· 12 Καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐθεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου. 13 Καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς, καὶ τὰς νουμηνίας αὐτῆς, καὶ τὰ σάββατα αὐτῆς, καὶ πάσας τὰς πανηγύρεις αὐτῆς. 14 Καὶ ἀφανιῶ ἄμπελον αὐτῆς, καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε, μισθώματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου· καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανου, καὶ τὰ ἑρπετὰ τῆς γῆς. 15 Καὶ ἐκδικήσω ἐπʼ αὐτὴν τὰς ἡμέρας τῶν Βααλεὶμ, ἐν αἷς ἐπέθυεν αὐτοῖς· καὶ περιετίθετο τὰ ἐνώτια αὐτῆς, καὶ τὰ καθόρμια αὐτῆς, καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος. 16 Διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν, καὶ τάξω αὐτὴν ὡς ἔρημον, καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς, 17 καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν, καὶ τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς· καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς, καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου. 18 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκεῖνῃ, λέγει Κύριος, καλέσει με ὁ ἀνήρ μου, καὶ οὐ καλέσει με ἔτι Βααλείμ. 19 Καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν. 20 Καὶ διαθήσομαι αὐτοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον, καὶ ῥομφαίαν, καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς, καὶ κατοικιῶ σε ἐπʼ ἐλπίδι. 21 Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα· καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει, καὶ ἐν οἰκτιρμοῖς, 22 καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον. 23 Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ αὐτὸς ἐπακούσεται τῇ γῇ, 24 καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται τῷ Ἰεζραέλ. 25 Καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς, καὶ ἀγαπήσω τὴν οὐκ ἠγαπημένην, καὶ ἐρῶ τῷ οὐ λαῷ μου, λαός μου εἶ σύ· καὶ αὐτος ἐρεὶ, Κύριος ὁ Θεός μου εἶ σύ.
Hosea · Brenton's Greek Septuagint
Hosea 2 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (23)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 1 Peter 2:10; Romans 11:30–31; 1 Timothy 1:13; Hosea 2:23; Ezekiel 37:27
- 2 Isaiah 50:1; Ezekiel 23:45; Jeremiah 3:13; Ezekiel 16:25; Jeremiah 3:1
- 3 Ezekiel 16:22; Isaiah 32:13–14; Amos 8:11–13; Ezekiel 19:13; Jeremiah 13:22
- 4 Ezekiel 8:18; James 2:13; Hosea 1:2; Jeremiah 13:14; Hosea 1:6
- 5 Jeremiah 44:17–18; Hosea 3:1; Isaiah 1:21; Hosea 2:8; Jeremiah 3:1–9
- 6 Job 19:8; Lamentations 3:7–9; Job 3:23; Luke 19:43
- 7 Jeremiah 2:2; Luke 15:17–20; Jeremiah 14:22; Hosea 5:13; Ezekiel 23:22
- 8 Isaiah 1:3; Hosea 8:4; Romans 1:28; Hosea 4:11; Ezekiel 16:16–19
- 9 Isaiah 17:10–11; Malachi 1:4; Hosea 2:3; Haggai 1:6–11; Ezekiel 23:26
- 10 Ezekiel 23:29; Luke 12:2–3; Hosea 2:3; Isaiah 3:17; Hosea 13:7–8
- 11 Isaiah 1:13–14; Amos 5:21; Amos 8:5; Jeremiah 7:34; Jeremiah 16:9
- 12 Isaiah 5:5; Isaiah 7:23; Hosea 2:5; Hosea 13:8; Jeremiah 8:13
- 13 Judges 3:7; Hosea 13:6; Hosea 13:1; Hosea 11:2; Jeremiah 7:9
- 14 Isaiah 40:1–2; Ezekiel 20:35–36; Revelation 12:6; Isaiah 30:18; Genesis 34:3
- 15 Jeremiah 2:2; Ezekiel 28:26; Hosea 11:1; Joshua 7:26; Ezekiel 16:60
- 16 Isaiah 54:5; Hosea 2:7; Revelation 19:7; Jeremiah 3:14; John 3:29
- 17 Exodus 23:13; Psalm 16:4; Joshua 23:7; Zechariah 13:2; Jeremiah 10:11
- 18 Ezekiel 34:25; Ezekiel 39:9–10; Psalm 46:9; Isaiah 11:6–9; Jeremiah 23:6
- 19 2 Corinthians 11:2; Revelation 21:2; Isaiah 54:14; Isaiah 54:8–10; John 3:29
- 20 John 17:3; 1 John 4:6; 1 John 5:20; Jeremiah 24:7; Colossians 1:10
- 21 Zechariah 8:12; Isaiah 65:24; Matthew 6:33; Isaiah 55:10; Romans 8:32
- 22 Joel 2:19; Hosea 1:11; Hosea 1:4; Jeremiah 31:12
- 23 Romans 9:25–26; 1 Peter 2:9–10; Zechariah 13:9; Hosea 1:9–10; Romans 3:29
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
And what are the nuptial pledges of the Virgin, the holy bride? And I will betroth thee unto Me in faithfulness.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)