1 Τάδε λέγει Κύριος, πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ἰούδα, καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον, 2 καὶ ἐρεῖς, Ἄκουε λόγον Κυρίου βασιλεῦ Ἰούδα, ὁ καθήμενος ἐπὶ θρόνου Δαυὶδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου, καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις· 3 Τάδε λέγει Κύριος, ποιεῖτε κρίσιν καὶ δικαιοσύνην, καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν, καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε, καὶ μὴ ἀσεβεῖτε, καὶ αἷμα ἀθῶον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ. 4 Διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυὶδ, καὶ ἐπιβεβηκότες ἐφʼ ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν, καὶ ὁ λαὸς αὐτῶν. 5 Ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος. 6 Ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως Ἰούδα, Γαλαὰδ σύ μοι ἀρχὴ τοῦ Λιβάνου, ἐὰν μὴ θῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηθησομένας, 7 καὶ ἐπάξω ἐπὶ σὲ ὀλοθρεύοντα ἄνδρα, καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσι τὰς ἐκλεκτὰς κέδρους σου, καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ. 8 Καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης, καὶ ἐρεῖ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, διατί ἐποίησε Κύριος οὕτως τῇ πόλει ταύτῃ τῇ μεγάλῃ; 9 Καὶ ἐροῦσιν, ἀνθʼ ὧν ἐγκατέλιπον τὴν διαθήκην Κυρίου Θεοῦ αὐτῶν, καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις, καὶ ἐδούλευσαν αὐτοῖς. 10 Μὴ κλαίετε τὸν τεθνηκότα, μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ. 11 Διότι τάδε λέγει Κύριος ἐπὶ Σελλὴμ υἱὸν Ἰωσία τὸν βασιλεύοντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου· οὐκ ἀναστρέψει ἐκεῖ ἔτι, 12 ἀλλʼ ἢ ἐν τῷ τόπῳ τούτῳ οὗ μετῴκισα αὐτὸν, ἐκεῖ ἀποθανεῖται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. 13 Ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ. 14 Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσι, καὶ ἐξυλωμένα ἐν κέδρῳ, καὶ κεχρισμένα ἐν μίλτῳ. 15 Μὴ βασιλεύσῃς, ὅτι σὺ παροξυνῇ ἐν Ἄχαζ τῷ πατρί σου; οὐ φάγονται, καὶ οὐ πίονται· βέλτιόν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην. 16 Οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ, οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστι τὸ μὴ γηῶναί σε ἐμὲ; λέγει Κύριος. 17 Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλὴ, ἀλλὰ εἰς τὴν πλεονεξίαν σου, καὶ εἰς τὸ αἷμα τὸ ἀθῶον τοῦ ἐκχέαι αὐτὸ, καὶ εἰς ἀδικήματα καὶ εἰς φόνον, τοῦ ποιεῖν αὐτά. 18 Διατοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσία βασιλέα Ἰούδα, καὶ ἐπὶ τὸν ἄνδρα τοῦτον, οὐ κόψονται αὐτὸν, ὦ ἀδελφὲ, οὐδὲ μὴ κλαύσονται αὐτὸν, οἴμοι Κύριε. 19 Ταφὴν ὄνου ταφήσεται, συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ. 20 Ἀνάβηθι εἰς τὸν Λίβανον, καὶ κράξον, καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου, καὶ βόησον εἰς τὸ πέρας τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου. 21 Ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας, οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου. 22 Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται, ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε. 23 Κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης. 24 Ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε, 25 καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων, 26 καὶ ἀποῤῥίψω σε καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχθης ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε· 27 Εἰς δὲ τὴν γῆν ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν. 28 Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξεῤῥίφη, καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει. 29 Γῆ, γῆ ἄκουε λόγον Κυρίου, 30 γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαυὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδα.
Jeremiah · Brenton's Greek Septuagint
Jeremiah 22 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Jeconiah
Carried captive to Babylon, he marks the low point of David's fallen throne.
Cited in the guide: 2 Kings 24:8-17; 25:27-30; Jer. 22:24-30; Matt. 1:11-12
Cross references (30)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Jeremiah 34:2; Luke 3:19–20; Mark 6:18; 1 Kings 21:18–20; 2 Samuel 12:1
- 2 Luke 1:32; Isaiah 9:7; Jeremiah 22:4; Isaiah 1:10; Isaiah 28:14
- 3 Jeremiah 21:12; Micah 6:8; Jeremiah 22:17; James 1:27; Ezekiel 22:7
- 4 Jeremiah 17:25
- 5 Amos 6:8; Hebrews 6:13; Jeremiah 17:27; Genesis 22:16; Deuteronomy 32:40–42
- 6 Isaiah 6:11; Psalm 107:34; Micah 3:12; Isaiah 27:10; Jeremiah 9:11
- 7 Jeremiah 4:6–7; Isaiah 10:33–34; Isaiah 37:24; Ezekiel 9:1–7; Isaiah 13:3–5
- 8 1 Kings 9:8–9; 2 Chronicles 7:20–22; Deuteronomy 29:23–26; Lamentations 2:15–17; Jeremiah 16:10
- 9 2 Chronicles 34:25; 2 Kings 22:17; Jeremiah 40:2–3; Jeremiah 2:17–19; Deuteronomy 29:25–28
- 10 Ecclesiastes 4:2; Jeremiah 22:11; Lamentations 4:9; Isaiah 57:1; 2 Kings 22:20
- 11 1 Chronicles 3:15; 2 Kings 23:34; 2 Chronicles 36:1–4; 2 Kings 23:31; 2 Chronicles 34:22
- 12 2 Kings 23:34; Jeremiah 22:18
- 13 James 5:4; Micah 3:10; Leviticus 19:13; Malachi 3:5; Deuteronomy 24:14–15
- 14 2 Samuel 7:2; Isaiah 5:8–9; Haggai 1:4; Luke 14:28–29; Daniel 4:30
- 15 2 Kings 23:25; Isaiah 3:10; Ecclesiastes 10:17; Proverbs 25:5; Proverbs 29:4
- 16 Jeremiah 9:24; 1 John 2:3–4; Isaiah 1:17; Titus 1:16; Psalm 72:1–4
- 17 2 Peter 2:14; Ezekiel 19:6; 2 Kings 24:4; Jeremiah 22:3; Psalm 10:3
- 18 1 Kings 13:30; Jeremiah 16:6; Jeremiah 22:10; Jeremiah 16:4; 2 Samuel 1:26
- 19 Jeremiah 36:30; 1 Kings 21:23–24; 1 Kings 14:10; Jeremiah 36:6; 2 Kings 9:35
- 20 Numbers 27:12; Lamentations 1:2; Ezekiel 23:22; Isaiah 20:5–6; Lamentations 1:19
- 21 Jeremiah 32:30; Jeremiah 3:25; Jeremiah 7:22–28; Ezekiel 23:3–39; Isaiah 48:8
- 22 Ezekiel 34:2–10; Jeremiah 23:1–2; Zechariah 11:17; Hosea 13:15; Jeremiah 12:10
- 23 Jeremiah 6:24; Jeremiah 22:6; Jeremiah 4:30–31; Zechariah 11:1–2; Jeremiah 50:4–5
- 24 Jeremiah 37:1; Song of Songs 8:6; 1 Chronicles 3:16; Haggai 2:23; 2 Kings 24:6–8
- 25 Jeremiah 34:20–21; Jeremiah 21:7; 2 Kings 24:15–16; Jeremiah 22:28; Jeremiah 38:16
- 26 2 Kings 24:15; Jeremiah 15:2–4; 2 Kings 24:8; Isaiah 22:17; Ezekiel 19:9–14
- 27 Jeremiah 44:14; Jeremiah 52:31–34; Jeremiah 22:11; 2 Kings 25:27–30; Psalm 86:4
- 28 Hosea 8:8; Psalm 31:12; Jeremiah 48:38; Jeremiah 22:30; Jeremiah 15:1
- 29 Deuteronomy 32:1; Micah 1:2; Jeremiah 6:19; Isaiah 1:1–2; Micah 6:1–2
- 30 Jeremiah 36:30; Psalm 94:20; Matthew 1:11–16; Luke 1:32–33; 1 Chronicles 3:16–17
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… the kingdom; Jeremiah thus declaring, "As I live, saith the Lord, if Jechoniah the son of Joachim king of Judah had been made the signet of my right hand, I would pluck him thence, and deliver him into the hand of those seeking thy life." And again: "Jechoniah is dishonoured as a useless vessel, for he has been cast into …
For Jeremiah says, "Behold, neither thine eyes nor thy heart are good; but [they are turned] to thy covetousness, and to shed innocent blood, and for injustice, and for man-slaying, that thou mayest do it." And again Isaiah saith, "Ye have taken counsel, but not of Me; and made covenants, [but] not by My Spirit." In order, therefore, that their …