Skip to the text

Jeremiah · Brenton's Greek Septuagint

Jeremiah 47 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
LXX Brenton's Greek Septuagint
WEB World English Bible (Classic, with Deuterocanon)
1 Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Ῥαμὰ, ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις, ἐν μέσῳ ἀποικίας Ἰούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα.
1 Yahweh’s word that came to Jeremiah the prophet concerning the Philistines, before Pharaoh struck Gaza.
2 Καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος, καὶ εἶπεν αὐτῷ, Κύριος ὁ Θεός σου ἐλάλησε τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον·
2 Yahweh says: “Behold, waters rise up out of the north, and will become an overflowing stream, and will overflow the land and all that is therein, the city and those who dwell therein. The men will cry, and all the inhabitants of the land will wail.
3 Καὶ ἐποίησε Κύριος, ὅτι ἡμάρτετε αὐτῷ, καὶ οὐκ ἠκούσατε τῆς φωνῆς αὐτοῦ.
3 At the noise of the stamping of the hoofs of his strong ones, at the rushing of his chariots, at the rumbling of his wheels, the fathers don’t look back for their children because their hands are so feeble,
4 Ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετʼ ἐμοῦ εἰς Βαβυλῶνα, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ.
4 because of the day that comes to destroy all the Philistines, to cut off from Tyre and Sidon every helper who remains; for Yahweh will destroy the Philistines, the remnant of the isle of Caphtor.
5 Εἰ δὲ μὴ, ἀπότρεχε, ἀνάστρεψον πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ, υἱοῦ Σαφὰν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ἰούδα, καὶ οἴκησον μετʼ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ἰούδα, εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι ἐκεῖ, καὶ πορεύου· καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα, καὶ ἀπέστειλεν αὐτόν.
5 Baldness has come on Gaza; Ashkelon is brought to nothing. You remnant of their valley, how long will you cut yourself?
6 Καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ αὐτοῦ, τοῦ καταλειφθέντος ἐν τῇ γῇ.
6 “‘You sword of Yahweh, how long will it be before you are quiet? Put yourself back into your scabbard; rest, and be still.’
7 Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῇ, καὶ παρακατέθεντο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν, οὓς οὐ κατῴκισεν εἰς Βαβυλῶνα.
7 “How can you be quiet, since Yahweh has given you a command? Against Ashkelon, and against the seashore, there he has appointed it.”
8 Καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ Ἰσραὴλ υἱὸς Ναθανίου, καὶ Ἰωάναν υἱὸς Κάρηε, καὶ Σαραίας υἱὸς Θαναεμὲθ, καὶ υἱοὶ Ἰωφὲ τοῦ Νετωφαθὶ, καὶ Ἐζονίας υἱὸς τοῦ Μωχαθὶ, αὐτοὶ, καὶ οἱ ἄνδρες αὐτῶν.
8 Not in this translation
9 Καὶ ὤμοσεν αὐτοῖς Γοδολίας, καὶ τοῖς ἀνδράσιν αὐτῶν, λέγων, μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ, καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν.
9 Not in this translation
10 Καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ, στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων, οἳ ἂν ἔλθωσιν ἐφʼ ὑμᾶς· καὶ ὑμεῖς συνάγετε οἶνον καὶ ὀπώραν καὶ ἔλαιον, καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν, καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε.
10 Not in this translation
11 Καὶ πάντες οἱ Ἰουδαῖοι οἱ ἐν Μωὰβ, καὶ ἐν υἱοῖς Ἀμμὼν, καὶ οἱ ἐν τῇ Ἰδουμαίᾳ, καὶ οἱ ἐν πάσῃ τῇ γῇ, ἤκουσαν ὅτι ἔδωκε βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ Ἰούδᾳ, καὶ ὅτι κατέστησεν ἐπʼ αὐτοὺς τὸν Γοδολίαν υἱὸν Ἀχεικάμ.
11 Not in this translation
12 Καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν Ἰούδα εἰς Μασσηφὰ, καὶ συνήγαγον οἶνον, καὶ ὀπώραν πολλὴν σφόδρα, καὶ ἔλαιον.
12 Not in this translation
13 Καὶ Ἰωάναν υἱὸς Κάρηε, καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως, οἱ ἐν τοῖς ἀγροῖς, ἦλθον πρὸς τὸν Γοδολίαν εἰς Μασσηφὰ,
13 Not in this translation
14 καὶ εἶπον αὐτῷ, εἰ γνώσει γινώσκεις, ὅτι Βελεισσὰ βασιλεὺς υἱὸς Ἀμμὼν ἀπέστειλε πρὸς σὲ τὸν Ἰσμαὴλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας.
14 Not in this translation
15 Καὶ εἶπεν Ἰωάναν τῷ Γοδολίᾳ κρυφαίως ἐν Μασσηφᾷ, πορεύσομαι δὴ καὶ πατάξω τὸν Ἰσμαὴλ, καὶ μηδεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν, καὶ διασπαρῇ πᾶς Ἰούδα οἱ συνηγμένοι πρὸς σὲ, καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ἰούδα.
15 Not in this translation
16 Καὶ εἶπε Γοδολίας πρὸς Ἰωάναν, Μῆ ποιήσῃς τὸ πρᾶγμα, ὅτι ψευδῆ σὺ λέγεις ὑπὲρ Ἰσμαήλ.
16 Not in this translation
Cross references (7)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Jeremiah 25:20; Genesis 10:19; Exodus 25:15–17; 1 Kings 4:24; Zechariah 9:5–7
  2. 2 Jeremiah 1:14; Jeremiah 8:16; Jeremiah 46:20; Isaiah 8:7–8; Isaiah 15:2–5
  3. 3 Jeremiah 8:16; Judges 5:22; Deuteronomy 28:54–55; Job 39:19–25; Ezekiel 26:10–11
  4. 4 Amos 9:7; Isaiah 20:6; Deuteronomy 2:23; Hosea 9:7; Amos 1:8–10
  5. 5 Jeremiah 48:37; Jeremiah 25:20; Micah 1:16; Jeremiah 41:5; Mark 5:5
  6. 6 Ezekiel 21:3–5; Jeremiah 12:12; John 18:11; Ezekiel 21:30; Isaiah 10:15
  7. 7 Ezekiel 14:17; Micah 6:9; Isaiah 10:6; Amos 3:6; Zephaniah 2:6–7

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences