1 Νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι, νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων. 2 Καί γε ἰσχὺς χειρῶν αὐτῶν ἱνατί μοι; ἐπʼ αὐτοὺς ἀπώλετο συντέλεια. 3 Ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος, οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν. 4 Οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥὶζας ξύλων ἐμασσῶντο ὑπὸ λιμοῦ μεγάλου. 5 Ἐπανέστησάν μοι κλέπται, 6 ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν· 7 Ἀναμέσον εὐήχων βοήσονται οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο. 8 Ἀφρόνων υἱοὶ καὶ ἀτίμων, ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. 9 Νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν. 10 Ἐβδελύξαντο δέ με ἀποστάντες μακρὰν, ἀπὸ δὲ τοῦ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. 11 Ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλεν. 12 Ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν, πόδα αὐτῶν ἐξέτειναν, καὶ ὡδοποίησαν ἐπʼ ἐμὲ· τρίβους ἀπωλείας αὐτῶν. 13 Ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν· 14 βέλεσιν αὐτοῦ κατηκόντισέ με. Κέκριται δέ μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι. 15 Ἐπιστρέφονταί μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα, καὶ ὥσπερ νέφος ἡ σωτηρία μου. 16 Καὶ νῦν ἐπʼ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου, ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν. 17 Νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέχυται, τὰ δὲ νεῦρά μου διαλέλυται. 18 Ἐν πολλῇ ἰσχύϊ ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με. 19 Ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς. 20 Κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ ἀκούεις μου, ἔστησαν δὲ καὶ κατενόησάν με. 21 Ἐπέβησαν δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας. 22 Ἔταξας δέ με ἐν ὀδύναις, καὶ ἀπέῤῥιψάς με ἀπὸ σωτηρίας. 23 Οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ θνητῷ γῆ. 24 Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο. 25 Ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις· 26 ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. 27 Ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται, προέφθασάν με ἡμέραι πτωχείας. 28 Στένων πεπόρευμαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. 29 Ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. 30 Τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος. 31 Ἀπέβη δὲ εἰς πένθος μου ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.
Job · Brenton's Greek Septuagint
Job 30 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (30)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Job 12:4; Luke 23:35; Psalm 35:15–16; Psalm 69:12; 2 Kings 2:23
- 3 Job 24:5; Hebrews 11:38; Job 24:13–16
- 4 Luke 15:16; Amos 7:14; 2 Kings 4:38–39
- 5 Daniel 4:25; Psalm 109:10; Daniel 4:32–33; Genesis 4:12–14
- 6 1 Samuel 22:1–2; Judges 6:2; Isaiah 2:19; Revelation 6:15
- 7 Genesis 16:12; Job 6:5; Job 11:12
- 8 Proverbs 16:22; Isaiah 32:6; Mark 6:24; Proverbs 1:22; Job 40:4
- 9 Job 17:6; Lamentations 3:63; Lamentations 3:14; Psalm 35:15–16; Psalm 69:11–12
- 10 Isaiah 50:6; Matthew 26:67; Psalm 88:8; Numbers 12:14; Deuteronomy 25:9
- 11 Job 12:21; Job 12:18; Ruth 1:21; James 1:26; Psalm 32:9
- 12 Job 19:12; Job 19:18; Psalm 140:4–5; Isaiah 3:5
- 13 Zechariah 1:15; Isaiah 3:12; Psalm 69:26
- 14 Psalm 69:14–15; Isaiah 8:7–8; Psalm 18:4; Job 22:16
- 15 Hosea 13:3; Job 6:4; Job 31:23; Psalm 88:15; Psalm 55:4–5
- 16 Psalm 42:4; Psalm 22:14; Isaiah 53:12; Job 3:24; Psalm 40:12
- 17 Job 7:4; Isaiah 38:13; Psalm 22:2; Psalm 6:2–6; Job 33:19–21
- 18 Job 2:7; Job 19:20; Job 7:5; Isaiah 1:5–6; Psalm 38:5
- 19 Job 9:31; Job 42:6; Psalm 69:14; Genesis 18:27; Jeremiah 38:6
- 20 Job 19:7; Lamentations 3:8; Psalm 80:4–5; Psalm 22:2; Matthew 15:23
- 21 Job 16:9–14; Job 10:14–17; Job 19:6–9; Job 10:3; 1 Peter 5:6
- 22 Job 27:21; Psalm 1:4; Ezekiel 5:2; Psalm 18:10; Hosea 4:19
- 23 Ecclesiastes 12:5–7; Hebrews 9:27; Ecclesiastes 9:5; Ecclesiastes 8:8; Job 14:5
- 24 Matthew 27:39–44; Psalm 35:25; Judges 5:31; Job 19:7
- 25 Romans 12:15; Psalm 35:13–14; Jeremiah 13:17; Luke 19:41; Isaiah 58:7–8
- 26 Jeremiah 8:15; Jeremiah 14:19; Job 3:25–26; Psalm 97:11; Micah 1:12
- 27 Lamentations 2:11; Jeremiah 31:20; Lamentations 1:20; Psalm 22:4; Jeremiah 4:19
- 28 Psalm 42:9; Psalm 43:2; Psalm 38:6; Job 19:7; Lamentations 3:1–3
- 29 Micah 1:8; Psalm 102:6; Malachi 1:3; Job 17:14; Psalm 44:19
- 30 Lamentations 4:8; Psalm 102:3; Psalm 119:83; Lamentations 3:4; Lamentations 5:10
- 31 Lamentations 5:15; Isaiah 21:4; Isaiah 22:12; Isaiah 24:7–9; Ecclesiastes 3:4
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences