Skip to the text

Job · Brenton's Greek Septuagint

Job 4 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ὑπολαβὼν δὲ Ἐλιφὰς ὁ Θαιμανίτης, λέγει, 2 Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; 3 Εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς, καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, 4 ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας. 5 Νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ ἐσπούδασας. 6 Πότερον οὐχ ὁ φόβος σου ἐστὶν ἐν ἀφροσύνῃ, καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου; 7 Μνήσθητι οὖν, τίς καθαρὸς ὢν ἀπώλετο, ἢ πότε ἀληθινοὶ ὁλόῤῥιζοι ἀπώλοντο; 8 Καθʼ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. 9 Ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. 10 Σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη. 11 Μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βορὰν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους. 12 Εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησε· πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρʼ αὐτοῦ; 13 Φόβῳ δὲ καὶ ἤχῳ νυκτερινῇ ἐπιπίπτων φόβος ἐπʼ ἀνθρώπους, 14 φρίκη μοι συνήντησεν καὶ τρόμος, καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεισε, 15 καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες. 16 Ἀνέστην καὶ οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλʼ ἢ αὖραν καὶ φωνὴν ἤκουον. 17 Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ Κυρίου; ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ; 18 Εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησε. 19 Τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον, 20 καὶ ἀπὸ πρωΐθεν μέχρι ἑσπέρας οὐκ ἔτι εἰσὶ, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι, ἀπώλοντο. 21 Ἐνεφύσησε γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Eliphaz the Temanite

    First friend of Job

    One of Job's three friends who came to sympathize and comfort him, and whom the LORD rebuked at the end of the book for not speaking rightly of Him.

    Cited in the guide: Job 2:11; Job 4:1; Job 15:1

Cross references (21)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Job 6:1; Job 8:1; Job 2:11; Job 22:1; Job 15:1
  2. 2 Job 32:18–20; Acts 4:20; Jeremiah 6:11; Jeremiah 20:9; 2 Corinthians 2:4–6
  3. 3 Isaiah 35:3; Proverbs 10:21; Hebrews 12:12; Luke 22:32; Job 16:5
  4. 4 1 Thessalonians 5:14; Proverbs 12:18; Psalm 145:14; Hebrews 12:12; Proverbs 16:23–24
  5. 5 Job 19:21; 2 Corinthians 4:16; Job 1:11; Hebrews 12:5; Proverbs 24:10
  6. 6 Proverbs 3:26; Proverbs 14:26; Job 1:1; Job 17:15; Job 23:11–12
  7. 7 Psalm 37:25; Job 36:7; 2 Peter 2:9; Acts 28:4; Job 8:20
  8. 8 Galatians 6:7–8; Proverbs 22:8; Hosea 8:7; 2 Corinthians 9:6; Hosea 10:12–13
  9. 9 Job 15:30; Isaiah 11:4; 2 Thessalonians 2:8; Isaiah 30:33; Revelation 2:16
  10. 10 Psalm 58:6; Psalm 3:7; Psalm 57:4; Proverbs 30:14; Job 5:15
  11. 11 Psalm 34:10; Job 38:39; Job 8:3–4; Job 1:19; Jeremiah 4:7
  12. 12 Job 26:14; Psalm 62:11; 1 Corinthians 13:12
  13. 13 Job 33:14–16; Genesis 2:21; Genesis 15:12; Daniel 10:9; Daniel 4:5
  14. 14 Revelation 1:17; Job 33:19; Luke 1:12; Job 7:14; Psalm 119:120
  15. 15 Hebrews 1:7; Luke 24:37–39; Psalm 104:4; Daniel 5:6; Isaiah 21:3–4
  16. 16 1 Kings 19:12
  17. 17 Job 9:2; Job 25:4; Ecclesiastes 7:20; Psalm 143:2; Jeremiah 17:9
  18. 18 Job 25:5–6; 2 Peter 2:4; Jude 6; Job 15:15–16; Psalm 104:4
  19. 19 Job 10:9; Genesis 2:7; Genesis 3:19; Job 33:6; Psalm 39:11
  20. 20 Job 20:7; 2 Chronicles 21:20; Psalm 39:13; Job 18:17; Proverbs 10:7
  21. 21 Job 36:12; Luke 16:22–23; Job 8:22; Psalm 39:11; Luke 12:20

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences