Skip to the text

Job · Brenton's Greek Septuagint

Job 6 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει, 2 Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν, 3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλʼ ὡς ἔοικε τὰ ῥήματά μου ἐστὶ φαῦλα. 4 Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μου ἐστὶν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. 5 Τί γάρ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλʼ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα; 6 Εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; 7 Οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. 8 Εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δώῃ ὁ Κύριος. 9 Ἀρξάμενος ὁ Κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω. 10 Εἴη δέ μου πόλις τάφος, ἐφʼ ἧς ἐπὶ τειχέων ἡλλόμην, ἐπʼ αὐτῆς οὐ φείσομαι· οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια Θεοῦ μου. 11 Τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; 12 Μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μου εἰσὶ χάλκεαι; 13 Ἢ οὐκ ἐπʼ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπʼ ἐμοῦ ἄπεστιν. 14 Ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέ με. 15 Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου, ὥσπερ χειμάῤῥους ἐκλείπων, ἢ ὥσπερ κῦμα παρῆλθόν με 16 Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· 17 Καθὼς τακεῖσα θέρμης γενομένης, οὐκ ἐπεγνώσθη ὅπερ ἦν, 18 οὕτω κᾀγὼ κατελείφηθν ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην. 19 Ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς, Σαβῶν οἱ διορῶντες. 20 Καὶ αἰσχύνην ὀφειλήσουσιν, οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. 21 Ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. 22 Τί γάρ; μήτι ὑμᾶς ἢτησα, ἢ τῆς παρʼ ὑμῶν ἰσχύος ἐπιδέομαι, 23 ὥστε σῶσαί με ἑξ ἐχθρῶν, ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με; 24 Διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι. 25 Ἀλλʼ ὡς ἔοικε φαῦλα ἀληθινοῦ ῥήματα, οὐ γὰρ παρʼ ὑμῶν ἰσχὺν αἰτοῦμαι. 26 Οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. 27 Πλὴν ὅτι ἐπʼ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. 28 Νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν, οὐ ψεύσομαι. 29 Καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. 30 Οὐ γάρ ἐστιν ἐν γλώσσῃ μουἄδικον, ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ.

Cross references (28)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Job 4:1
  2. 2 Job 23:2; Job 31:6; Job 4:5
  3. 3 Proverbs 27:3; Job 23:2; Psalm 77:4; Psalm 40:5; Job 37:19–20
  4. 4 Psalm 38:2; Job 30:15; Psalm 88:15–16; Proverbs 18:14; Mark 15:34
  5. 5 Jeremiah 14:6; Psalm 104:14; Joel 1:18–20; Psalm 42:1
  6. 6 Job 34:3; Job 6:30; Job 12:11; Leviticus 2:13; Luke 14:34
  7. 7 Job 3:24; Ezekiel 12:18–19; Psalm 102:9; Daniel 10:3; Ezekiel 4:16
  8. 8 Psalm 119:81; Job 17:14–16; Job 6:11–13
  9. 9 1 Kings 19:4; Jonah 4:3; Job 7:15–16; Isaiah 48:10–13; Jonah 4:8
  10. 10 Job 23:12; Leviticus 19:2; Isaiah 57:15; Psalm 40:9–10; Psalm 71:17–18
  11. 11 Psalm 103:14–16; Psalm 102:23; Job 17:1; Psalm 39:5; Job 10:20
  12. 12 Job 41:24; Job 40:18
  13. 13 2 Corinthians 1:12; Job 26:2; Job 12:2–3; Job 19:28; Job 13:2
  14. 14 Galatians 6:2; Proverbs 17:17; 1 Corinthians 12:26; Romans 12:15; 2 Corinthians 11:29
  15. 15 Psalm 38:11; Jeremiah 15:18; Psalm 41:9; John 13:18; John 16:32
  16. 17 Job 24:19; 1 Kings 17:1
  17. 19 Isaiah 21:14; Genesis 25:15; Jeremiah 25:23; 1 Kings 10:1; Genesis 10:7
  18. 20 Jeremiah 17:13; Romans 9:33; Jeremiah 14:3–4; Romans 5:5
  19. 21 Psalm 38:11; 2 Timothy 4:16; Jeremiah 17:5–6; Job 13:4; Job 6:15
  20. 22 Acts 20:33; Job 42:11; 1 Samuel 12:3
  21. 23 Job 5:20; Psalm 49:15; Psalm 107:2; Jeremiah 15:21; Psalm 49:7–8
  22. 24 James 3:2; Proverbs 9:9; Job 34:32; Psalm 19:12; Psalm 39:1–2
  23. 25 Proverbs 25:11; Ecclesiastes 12:10–11; Job 16:3–5; Job 24:25; Job 4:4
  24. 26 Job 8:2; Ephesians 4:14; Matthew 12:37; Job 10:1; Job 40:8
  25. 27 Job 24:3; Job 22:9; Psalm 7:15; James 1:27; 2 Peter 2:3
  26. 28 Job 13:4; Job 27:4; Job 33:3; Job 36:4; Job 11:3
  27. 29 Job 17:10; Job 34:5; Malachi 3:18; Job 27:4–6; Job 42:6
  28. 30 Job 12:11; Job 34:3; Job 6:6; Job 33:8–12; Job 42:3–6

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences