LXX Septuaginta griega de Brenton WEB World English Bible (clásica, con deuterocanónicos) 1 Καὶ ἐγένετο, ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων, καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἰωὰβ, καὶ τοὺς παῖδας αὐτοῦ μετʼ αὐτοῦ, καὶ τὸν πάντα Ἰσραὴλ, καὶ διέφθειραν τοὺς υἱοὺς Ἀμμών· καὶ διεκάθισαν ἐπὶ Ῥαββάθ· καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ. 1 At the return of the year, at the time when kings go out, David sent Joab and his servants with him, and all Israel; and they destroyed the children of Ammon and besieged Rabbah. But David stayed at Jerusalem.
2 Καὶ ἐγένετο πρὸς ἑσπέραν, καὶ ἀνέστη Δαυὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως, καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα. 2 At evening, David arose from his bed and walked on the roof of the king’s house. From the roof, he saw a woman bathing, and the woman was very beautiful to look at.
3 Καὶ ἀπέστειλε Δαυὶδ, καὶ ἐζήτησε τὴν γυναῖκα, καὶ εἶπεν, οὐχὶ αὕτη Βηρσαβεὲ θυγάτηρ Ἐλιὰβ γυνὴ Οὐρίου τοῦ Χετταίου; 3 David sent and inquired after the woman. One said, “Isn’t this Bathsheba, the daughter of Eliam, Uriah the Hittite’s wife?”
4 Καὶ ἀπέστειλεν Δαυὶδ ἀγγέλους, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐκοιμήθη μετʼ αὐτῆς· καὶ αὕτη ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς, καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. 4 David sent messengers, and took her; and she came in to him, and he lay with her (for she was purified from her uncleanness); and she returned to her house.
5 Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή· καὶ ἀποστείλασα ἀπήγγειλε τῷ Δαυὶδ, καὶ εἶπεν, ἐγώ εἰμι ἐν γαστρὶ ἔχω. 5 The woman conceived; and she sent and told David, and said, “I am with child.”
6 Καὶ ἀπέστειλε Δαυὶδ πρὸς Ἰωὰβ, λέγων, ἀπόστειλον πρὸς μὲ τὸν Οὐρίαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν Ἰωὰβ τὸν Οὐρίαν πρὸς Δαυίδ. 6 David sent to Joab, “Send me Uriah the Hittite.” Joab sent Uriah to David.
7 Καὶ παραγίνεται Οὐρίας καὶ εἰσῆλθε πρὸς αὐτὸν, καὶ ἐπηρώτησε Δαυὶδ εἰς εἰρήνην Ἰωὰβ, καὶ εἰς εἰρήνην τοῦ λαοῦ, καὶ εἰς εἰρήνην τοῦ πολέμου. 7 When Uriah had come to him, David asked him how Joab did, and how the people fared, and how the war prospered.
8 Καὶ εἶπε Δαυὶδ τῷ Οὐρίᾳ, Κατάβηθι εἰς τὸν οἶκόν σου, καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλθεν Οὐρίας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλθεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως. 8 David said to Uriah, “Go down to your house and wash your feet.” Uriah departed out of the king’s house, and a gift from the king was sent after him.
9 Καὶ ἐκοιμήθη Οὐρίας παρὰ τῇ θύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ. 9 But Uriah slept at the door of the king’s house with all the servants of his lord, and didn’t go down to his house.
10 Καὶ ἀνήγγειλαν τῷ Δαυὶδ, λέγοντες, ὅτι Οὐ κατέβη Οὐρίας εἰς τὸν οἶκον αὐτοῦ· καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν, οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου; 10 When they had told David, saying, “Uriah didn’t go down to his house,” David said to Uriah, “Haven’t you come from a journey? Why didn’t you go down to your house?”
11 Καὶ εἶπεν Οὐρίας πρὸς Δαυὶδ, ἡ κιβωτὸς, καὶ Ἰσραὴλ, καὶ Ἰούδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ἰωὰβ, καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσι, καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου τοῦ φαγεῖν, καὶ πιεῖν, καὶ κοιμηθῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο. 11 Uriah said to David, “The ark, Israel, and Judah, are staying in tents; and my lord Joab and the servants of my lord are encamped in the open field. Shall I then go into my house to eat and to drink, and to lie with my wife? As you live, and as your soul lives, I will not do this thing!”
12 Καὶ εἶπε Δαυὶδ πρὸς Οὐρίαν, κάθισον ἐνταῦθα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε· καὶ ἐκάθισεν Οὐρίας ἐν Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον. 12 David said to Uriah, “Stay here today also, and tomorrow I will let you depart.” So Uriah stayed in Jerusalem that day and the next day.
13 Καὶ ἐκάλεσεν αὐτὸν Δαυὶδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ, καὶ ἔπιε, καὶ ἐμέθυσεν αὐτὸν, καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη. 13 When David had called him, he ate and drank before him; and he made him drunk. At evening, he went out to lie on his bed with the servants of his lord, but didn’t go down to his house.
14 Καὶ ἐγένετο πρωῒ, καὶ ἔγραψε Δαυὶδ βιβλίον πρὸς Ἰωὰβ, καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρίου. 14 In the morning, David wrote a letter to Joab and sent it by the hand of Uriah.
15 Καὶ ἔγραψεν ἐν βιβλίῳ, λέγων, εἰσάγαγε τὸν Οὐρίαν ἐξεναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται. 15 He wrote in the letter, saying, “Send Uriah to the forefront of the hottest battle, and retreat from him, that he may be struck and die.”
16 Καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ἰωὰβ ἐπὶ τὴν πόλιν, καὶ ἔθηκε τὸν Οὐρίαν εἰς τὸν τόπον οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ. 16 When Joab kept watch on the city, he assigned Uriah to the place where he knew that valiant men were.
17 Καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως, καὶ ἐπολέμουν μετὰ Ἰωάβ· καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυὶδ, καὶ ἀπέθανε καί γε Οὐρίας ὁ Χετταῖος. 17 The men of the city went out and fought with Joab. Some of the people fell, even of David’s servants; and Uriah the Hittite died also.
18 Καὶ ἀπέστειλεν Ἰωὰβ, καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα· 18 Then Joab sent and told David all the things concerning the war;
19 καὶ ἐνετείλατο τῷ ἀγγέλῳ, λέγων, ἐν τῷ συντελέσαι πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα, 19 and he commanded the messenger, saying, “When you have finished telling all the things concerning the war to the king,
20 καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως, καὶ εἴπῃ σοι, τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους; 20 it shall be that, if the king’s wrath arise, and he asks you, ‘Why did you go so near to the city to fight? Didn’t you know that they would shoot from the wall?
21 Τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ υἱοῦ Νήρ; οὐχὶ γυνὴ ἔῤῥιψε κλάσμα μύλου ἐπʼ αὐτὸν ἀπὸ ἄνωθεν τοῦ τείχους, καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς, καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε. 21 Who struck Abimelech the son of Jerubbesheth? Didn’t a woman cast an upper millstone on him from the wall, so that he died at Thebez? Why did you go so near the wall?’ then you shall say, ‘Your servant Uriah the Hittite is also dead.’”
22 Καὶ ἐπορεύθη ὁ ἄγγελος Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς Ἱερουσαλὴμ, καὶ παρεγένετο καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντα ὅσα ἀπήγγειλεν αὐτῷ Ἰωὰβ, πάντα τὰ ῥήματα τοῦ πολέμου· καὶ ἐθυμώθη Δαυὶδ πρὸς Ἰωὰβ, καὶ εἶπε πρὸς τὸν ἄγγελον, ἱνατί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ; οὐχὶ γυνὴ ἔῤῥιψεν ἐπʼ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους, καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; 22 So the messenger went, and came and showed David all that Joab had sent him for.
23 Καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυὶδ, ὅτι ἐκραταίωσαν ἐφʼ ἡμᾶς οἱ ἄνδρες, καὶ ἐξῆλθον ἐφʼ ἡμᾶς εἰς τὸν ἀγρὸν, καὶ ἐγενήθημεν ἐπʼ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης. 23 The messenger said to David, “The men prevailed against us, and came out to us into the field; and we were on them even to the entrance of the gate.
24 Καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωθεν τοῦ τείχους, καὶ ἀπέθανον τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε. 24 The shooters shot at your servants from off the wall; and some of the king’s servants are dead, and your servant Uriah the Hittite is also dead.”
25 Καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἄγγελον, τάδε ἐρεῖς πρὸς Ἰωάβ, μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα· κραταίωσον τὸν πόλεμόν σου εἰν τὴν πόλιν, καὶ κατάσπασον αὐτὴν, καὶ κραταίωσον αὐτήν. 25 Then David said to the messenger, “Tell Joab, ‘Don’t let this thing displease you, for the sword devours one as well as another. Make your battle stronger against the city, and overthrow it.’ Encourage him.”
26 Καὶ ἤκουσεν ἡ γυνὴ Οὐρίου ὅτι ἀπέθανεν Οὐρίας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς. 26 When Uriah’s wife heard that Uriah her husband was dead, she mourned for her husband.
27 Καὶ διῆλθε τὸ πένθος, καὶ ἀπέστειλεν Δαυὶδ, καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱόν· καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ὃ ἐποίησε Δαυὶδ ἐν ὀφθαλμοῖς Κυρίου. 27 When the mourning was past, David sent and took her home to his house, and she became his wife and bore him a son. But the thing that David had done displeased Yahweh.