1 Καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀναμέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀναμέσον τοῦ οἴκου Δαυίδ· καὶ ὁ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. 2 Καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών· καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχινόομ τῆς Ἰεζραηλίτιδος. 3 Καὶ ὁ δεύτερος αὐτοῦ Δαλουΐα τῆς Ἀβιγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίος, Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσσὶρ, 4 καὶ ὁ τέταρτος Ὀρνία υἱὸς Ἀγγὶθ, καὶ ὁ πέμπτος Σαφατία τῆς Ἀβιτὰλ, 5 καὶ ὁ ἕκτος Ἰεθεραὰμ τῆς Αἰγὰλ γυναικὸς Δαυίδ· οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών. 6 Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀναμέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀναμέσον τοῦ οἴκου Δαυὶδ, καὶ Ἀβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ. 7 Καὶ τῷ Σαοὺλ παλλακὴ Ῥεσφὰ θυγάτηρ Ἰώλ· καὶ εἶπεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ πρὸς Ἀβεννὴρ, τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου; 8 Καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ Ἰεβοσθέ. καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτὸν, μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου, καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων, καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυὶδ, καὶ ἐπιζητεῖς ἐπʼ ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον; 9 Τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἀβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσε Κύριος τῷ Δαυὶδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ, 10 περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαοὺλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ. 11 Καὶ οὐκ ἠδυνάσθη ἔτι Ἰεβοσθὲ ἀποκριθῆναι τῷ Ἀβεννὴρ ῥῆμα, ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν. 12 Καὶ ἀπέστειλεν Ἀβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλὰμ οὗ ἦν, παραχρῆμα, λέγων, διάθου διαθήκην σου μετʼ ἐμοῦ, καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ. 13 Καὶ εἶπε Δαυὶδ, καλῶς ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην· πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, λέγων, οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχὸλ θυγατέρα Σαοὺλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου. 14 Καὶ ἐξαπέστειλε Δαυὶδ πρὸς Ἰεβοσθὲ υἱον Σαοὺλ ἀγγέλους, λέγων, ἀπόδος μοι τῆν γυναῖκά μου τὴν Μελχὸλ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων. 15 Καὶ ἀπέστειλεν Ἰεβοσθὲ, καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς παρὰ Φαλτιὴλ υἱοῦ Σελλῆς. 16 Καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετʼ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακίμ· καὶ εἶπε πρὸς αὐτὸν Ἀβεννὴρ, πορεύου, ἀνάστρεφε· καὶ ἀνέστρεψε. 17 Καὶ εἶπεν Ἀβεννὴρ πρὸς τοὺς πρεσβυτέρους Ἰσραὴλ, λέγων, χθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυὶδ βασιλεύειν ἐφʼ ὑμᾶς. 18 Καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησε περὶ Δαυὶδ, λέγων, ἐν χειρὶ τοῦ δούλου μου Δαυὶδ σώσω τὸν Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων, καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν. 19 Καὶ ἐλάλησεν Ἀβεννὴρ ἐν τοῖς ὠσὶ Βενιαμίν· καὶ ἐπορεύθη Ἀβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυὶδ εἰς Χεβρὼν πάντα ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ἰσραὴλ καὶ ἐν ὀφθαλμοῖς οἴκου Βενιαμίν. 20 Καὶ ἦλθεν Ἀβεννὴρ πρὸς Δαυὶδ εἰς Χεβρὼν, καὶ μετʼ αὐτοῦ εἴκοσι ἄνδρες· καὶ ἐποίησε Δαυὶδ τῷ Ἀβεννὴρ καὶ τοῖς ἀνδράσι τοῖς μετʼ αὐτοῦ πότον. 21 Καὶ εἶπεν Ἀβεννὴρ πρὸς Δαυὶδ, ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ἰσραὴλ· καὶ διαθήσομαι μετʼ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. Καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἀβεννὴρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ. 22 Καὶ ἰδοὺ οἱ παῖδες Δαυὶδ καὶ Ἰωὰβ παρεγένοντο ἐκ τῆς ἐξοδίας, καὶ σκῦλα πολλὰ ἔφερον μεθʼ ἑαυτῶν· καὶ Ἀβεννὴρ οὐκ ἦν μετὰ Δαυὶδ εἰς Χεβρὼν, ὅτι ἀπεστάλκει αὐτὸν, καὶ ἀπεληλύθει ἐν εἰρήνῃ. 23 Καὶ Ἰωὰβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤλθοσαν, καὶ ἀπηγγέλη τῷ Ἰωὰβ, λέγοντες, ἥκει Ἀβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυὶδ, καὶ ἀπέσταλκεν αὐτὸν, καὶ ἀπῆλθεν ἐν εἰρήνῃ. 24 Καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα, καὶ εἶπε, τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Ἀβεννὴρ πρὸς σὲ, καὶ ἱνατί ἐξαπέσταλκας αὐτὸν, καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ; 25 Ἢ οὐκ οἶδας τὴν κακίαν Ἀβεννὴρ υἱοῦ Νὴρ, ὅτι ἀπατῆσαί σε παρεγένετο, καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου, καὶ γνῶναι ἅπαντα ὅσα σὺ ποιεῖς; 26 Καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τοῦ Δαυὶδ, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβεννὴρ ὀπίσω, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειρὰμ· καὶ Δαυὶδ οὐκ ᾔδει. 27 Καὶ ἐπέστρεψε τὸν Ἀβεννὴρ εἰς Χεβρὼν, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν, ἐνεδρεύων· καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἵματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ. 28 Καὶ ἤκουσε Δαυὶδ μετὰ ταῦτα, καὶ εἶπεν, ἀθῶός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ. 29 Καταντησάτωσαν ἐπὶ κεφαλὴν Ἰωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλείποι ἐκ τοῦ οἴκου Ἰωὰβ γονοῤῥυὴς, καὶ λεπρὸς, καὶ κρατῶν σκυτάλης, καὶ πίπτων ἐν ῥομφαίᾳ, καὶ ἐλασσούμενος ἄρτοις. 30 Ἰωὰβ δὲ καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διαπαρετηροῦντο τὸν Ἀβεννὴρ, ἀνθʼ ὧν ἐθανάτωσε τὸν Ἀσαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαὼν, ἐν τῷ πολέμῳ. 31 Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετʼ αὐτοῦ, διαῤῥήξατε τὰ ἱμάτια ὑμῶν, καὶ περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐνώπιον Ἀβεννήρ· καὶ ὁ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης. 32 Καὶ θάπτουσι τὸν Ἀβεννὴρ ἐν Χεβρών· καὶ ᾖρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσε πᾶς ὁ λαὸς ἐπὶ Ἀβεννήρ. 33 Καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Ἀβεννὴρ, καὶ εἶπεν, εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται Ἀβεννήρ; 34 Αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Νάβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας· καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν. 35 Καὶ ἦλθε πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας· καὶ ὤμοσε Δαυὶδ, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσομαι ἄρτου ἢ ἀπὸ παντὸς τινός. 36 Καὶ ἔγνω πᾶς ὁ λαὸς, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ. 37 Καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Ἀβεννὴρ υἱὸν Νήρ. 38 Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ, οὐκ οἴδατε, ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ἰσραήλ; 39 Καὶ ὅτι ἐγώ εἰμι συγγενὴς σήμερον, καὶ καθεσταμένος ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουίας σκληρότεροί μου εἰσίν· ἀποδῷ Κύριος τῷ ποιοῦντι τὰ πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.
2 Samuel · Septuaginta griega de Brenton
2 Samuel 3 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Abital
A wife of David who bore his fifth son, Shephatiah, in Hebron.
Citado en la guía: 2 Samuel 3:4; 1 Chronicles 3:3
Absalom
David's handsome son who avenged Tamar, rebelled against his father, and briefly seized the throne.
Citado en la guía: 2 Samuel 3:3; 2 Samuel 15-18
Adonijah
A son of David who tried to claim the throne ahead of Solomon in David's final days.
Citado en la guía: 2 Samuel 3:4; 1 Kings 1-2
Aiah
Named as the father of Rizpah, Saul's concubine.
Citado en la guía: 2 Samuel 3:7; 2 Samuel 21:8
Amnon
David's firstborn son, who wronged his half-sister Tamar and was killed by Absalom in revenge.
Citado en la guía: 2 Samuel 3:2; 2 Samuel 13
Chileab
David's second son, born to Abigail, who is named but scarcely mentioned afterward.
Citado en la guía: 2 Samuel 3:3; 1 Chronicles 3:1
David
The shepherd who became Israel's greatest king and a man after God's own heart.
Citado en la guía: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6
Eglah
A wife of David who bore his sixth son, Ithream, in Hebron.
Citado en la guía: 2 Samuel 3:5; 1 Chronicles 3:3
Haggith
A wife of David who bore his fourth son, Adonijah, in Hebron.
Citado en la guía: 2 Samuel 3:4; 1 Kings 1:5; 1 Kings 1:11
Ithream
David's sixth son, born in Hebron to David's wife Eglah.
Citado en la guía: 2 Samuel 3:5; 1 Chronicles 3:3
Joab
Son of Zeruiah and commander of David's army, who killed Abner and Amasa, besieged Rabbah, killed Absalom in the oak, and carried out David's census.
Citado en la guía: 2 Samuel 2:13; 2 Samuel 3:27; 2 Samuel 12:26
Laish
Named as the father of Palti (Paltiel), to whom Saul gave Michal; Palti is described as being from Gallim.
Citado en la guía: 1 Samuel 25:44; 2 Samuel 3:15
Maacah
Daughter of King Talmai of Geshur, who bore David his third son, Absalom, in Hebron.
Citado en la guía: 2 Samuel 3:3; 1 Chronicles 3:2
Paltiel
Palti son of Laish, from Gallim, to whom Saul gave his daughter Michal; he followed her weeping to Bahurim when Ish-bosheth took her from him for David.
Citado en la guía: 1 Samuel 25:44; 2 Samuel 3:15
Rizpah
Saul's concubine, the daughter of Aiah, who bore Saul two sons and, after they were hanged by the Gibeonites, guarded their bodies from the birds and beasts from the harvest until…
Citado en la guía: 2 Samuel 3:7; 2 Samuel 21:8; 2 Samuel 21:10
Shephatiah
David's fifth son, born in Hebron to Abital.
Citado en la guía: 2 Samuel 3:4; 1 Chronicles 3:3
Talmai
King of Geshur and father of David's wife Maacah, to whom Absalom fled after killing Amnon and with whom he stayed three years.
Citado en la guía: 2 Samuel 3:3; 2 Samuel 13:37; 1 Chronicles 3:2
Referencias cruzadas (33)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 1 Reyes 14:30; Job 8:7; Proverbios 4:18–19; 2 Samuel 2:17; Efesios 6:12
- 2 1 Crónicas 3:1–4; 1 Samuel 25:42–43; 2 Samuel 13:1–29; Génesis 49:3–4
- 3 1 Samuel 27:8; 1 Crónicas 3:1; 2 Samuel 13:20–28; 2 Samuel 2:2; 2 Samuel 13:37–38
- 4 1 Reyes 2:13–25; 1 Reyes 1:5–18
- 6 2 Samuel 2:8–9; Isaías 8:9–10; Mateo 12:30; 2 Crónicas 25:8; Joel 3:9–13
- 7 2 Samuel 21:8–11; 2 Samuel 12:8; 2 Samuel 16:21–22; 1 Reyes 2:21–22; 1 Reyes 2:17
- 8 2 Samuel 9:8; 2 Samuel 16:9; 1 Samuel 15:28; Deuteronomio 23:18; 2 Samuel 5:2
- 9 1 Samuel 15:28; 1 Reyes 19:2; Rut 1:17; 1 Samuel 28:17; 1 Crónicas 12:23
- 10 Jueces 20:1; 1 Samuel 3:20; 2 Samuel 17:11; 2 Samuel 24:2; 1 Reyes 4:25
- 12 1 Crónicas 12:38–40; 2 Samuel 5:1–3; Salmo 62:9; 2 Samuel 19:6; Lucas 16:5–8
- 13 Génesis 43:3; 1 Crónicas 15:29; Génesis 44:23; 1 Samuel 19:11–17; 1 Samuel 18:20–28
- 14 1 Samuel 18:27; 1 Samuel 18:25; 2 Samuel 2:10
- 15 1 Samuel 25:44
- 16 2 Samuel 16:5; 2 Samuel 19:16; 1 Reyes 2:8; 2 Samuel 17:18; Proverbios 9:17–18
- 18 1 Samuel 15:28; Salmo 89:19–23; 1 Samuel 9:16; Salmo 89:3–4; 2 Samuel 3:9
- 19 1 Crónicas 12:29; 1 Samuel 10:20–21; Salmo 68:27
- 20 Génesis 26:30; Ester 1:3; Génesis 31:54
- 21 2 Samuel 3:12; 1 Reyes 11:37; 2 Samuel 3:10; Filipenses 2:21; Salmo 20:4
- 24 2 Samuel 19:5–7; 2 Samuel 3:39; 2 Samuel 3:8; Juan 18:35; Números 23:11
- 25 Isaías 37:28; Números 27:17; Deuteronomio 28:6; Salmo 121:8; 1 Samuel 29:4–6
- 26 Proverbios 27:4–6; Proverbios 26:23–26
- 27 1 Reyes 2:5; 2 Samuel 20:9–10; 1 Reyes 2:32; Deuteronomio 27:24; Jeremías 41:6–7
- 28 Números 35:33; Éxodo 21:12; Génesis 4:10; Génesis 9:6; Deuteronomio 21:1–9
- 29 2 Samuel 1:16; Salmo 109:8–19; 1 Reyes 2:31–34; Hechos 28:4; 2 Reyes 5:1
- 30 Hechos 28:4; 2 Samuel 2:19–23; Proverbios 28:17
- 31 Génesis 37:34; 2 Samuel 1:2; 2 Samuel 1:11; Josué 7:6; Jueces 11:35
- 32 Proverbios 24:17; Job 31:28; 2 Samuel 1:12; 1 Samuel 30:4; 2 Samuel 18:33
- 33 2 Crónicas 35:25; Lucas 12:19–20; 2 Samuel 1:17; 2 Samuel 13:12–13; Eclesiastés 2:15–16
- 34 Jueces 16:21; Oseas 6:9; Salmo 107:10–11; Job 24:14; 2 Samuel 1:12
- 35 2 Samuel 1:12; 2 Samuel 12:17; Rut 1:17; Jeremías 16:7; Ezequiel 24:17
- 36 Marcos 7:37; Marcos 15:11–13; Salmo 62:9; 2 Samuel 15:6; 2 Samuel 15:13
- 38 Job 32:9; 1 Samuel 14:50–51; 2 Samuel 3:12; 2 Samuel 2:8
- 39 Salmo 28:4; Salmo 101:8; 1 Reyes 2:33–34; 2 Timoteo 4:14; Proverbios 25:5
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias