LXX Septuaginta griega de Brenton WEB World English Bible (clásica, con deuterocanónicos) 1 Καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκε Κύριος αὐτὰ ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χαναάν. 1 Now these are the nations which Yahweh left, to test Israel by them, even as many as had not known all the wars of Canaan;
2 Πλὴν διὰ τὰς γενεὰς υἱῶν Ἰσραὴλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά. 2 only that the generations of the children of Israel might know, to teach them war, at least those who knew nothing of it before:
3 Τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων, καὶ πάντα τὸν Χαναναῖον, καὶ τὸν Σιδώνιον, καὶ τὸν Εὐαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Ἀερμὼν ἕως Λαβωεμάθ. 3 the five lords of the Philistines, all the Canaanites, the Sidonians, and the Hivites who lived on Mount Lebanon, from Mount Baal Hermon to the entrance of Hamath.
4 Καὶ ἐγένετο ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ. 4 They were left to test Israel by them, to know whether they would listen to Yahweh’s commandments, which he commanded their fathers by Moses.
5 Καὶ οἱ υἱοὶ Ἰσραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου, καὶ τοῦ Χετταίου, καὶ τοῦ Ἀμοῤῥαίου, καὶ τοῦ Φερεζαίου, καὶ τοῦ Εὐαίου, καὶ τοῦ Ἰεβουσαίου. 5 The children of Israel lived among the Canaanites, the Hittites, the Amorites, the Perizzites, the Hivites, and the Jebusites.
6 Καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας, καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν. 6 They took their daughters to be their wives, and gave their own daughters to their sons and served their gods.
7 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου· καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι. 7 The children of Israel did that which was evil in Yahweh’s sight, and forgot Yahweh their God, and served the Baals and the Asheroth.
8 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαὶμ βασιλέως Συρίας ποταμῶν· καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Χουσαρσαθαὶμ ἔτη ὀκτώ. 8 Therefore Yahweh’s anger burned against Israel, and he sold them into the hand of Cushan Rishathaim king of Mesopotamia; and the children of Israel served Cushan Rishathaim eight years.
9 Καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρε Κύριος σωτῆρα τῷ Ἰσραὴλ, καὶ ἔσωσεν αὐτοὺς, τὸν Γοθονιὴλ υἱὸν Κενὲζ ἀδελφοῦ Χάλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν. 9 When the children of Israel cried to Yahweh, Yahweh raised up a savior to the children of Israel, who saved them, even Othniel the son of Kenaz, Caleb’s younger brother.
10 Καὶ ἐγένετο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ· καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαίμ· καὶ παρέδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαὶμ βασιλέα Συρίας ποταμῶν· καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαίμ. 10 Yahweh’s Spirit came on him, and he judged Israel; and he went out to war, and Yahweh delivered Cushan Rishathaim king of Mesopotamia into his hand. His hand prevailed against Cushan Rishathaim.
11 Καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα· καὶ ἀπέθανε Γοθονιὴλ υἱὸς Κενέζ. 11 The land had rest forty years, then Othniel the son of Kenaz died.
12 Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ ἐνίσχυσε Κύριος τὸν Ἐγλὼμ βασιλέα Μωὰβ ἐπὶ τὸν Ἰσραὴλ, διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι Κυρίου. 12 The children of Israel again did that which was evil in Yahweh’s sight, and Yahweh strengthened Eglon the king of Moab against Israel, because they had done that which was evil in Yahweh’s sight.
13 Καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Ἀμμὼν καὶ Ἀμαλὴκ, καὶ ἐπορεύθη καὶ ἐπάταξε τὸν Ἰσραὴλ, καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινίκων. 13 He gathered the children of Ammon and Amalek to himself; and he went and struck Israel, and they possessed the city of palm trees.
14 Καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Ἐγλὼμ βασιλεῖ Μωὰβ ἔτη δεκαοκτώ. 14 The children of Israel served Eglon the king of Moab eighteen years.
15 Καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα, τὸν Ἀὼδ υἱὸν Γηρὰ υἱὸν τοῦ Ἰεμενὶ ἄνδρα ἀμφοτεροδέξιον· καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ. 15 But when the children of Israel cried to Yahweh, Yahweh raised up a savior for them: Ehud the son of Gera, the Benjamite, a left-handed man. The children of Israel sent tribute by him to Eglon the king of Moab.
16 Καὶ ἐποίησεν ἑαυτῷ Ἀὼδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος αὐτῆς· καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν αὐτοῦ τὸν δεξιόν. 16 Ehud made himself a sword which had two edges, a cubit in length; and he wore it under his clothing on his right thigh.
17 Καὶ ἐπορεύθη, καὶ προσήνεγκε τὰ δῶρα τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ· καὶ Ἐγλὼμ ἀνὴρ ἀστεῖος σφόδρα. 17 He offered the tribute to Eglon king of Moab. Now Eglon was a very fat man.
18 Καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Ἀὼδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλε τοὺς φέροντας τὰ δῶρα, 18 When Ehud had finished offering the tribute, he sent away the people who carried the tribute.
19 καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγάλ· καὶ εἶπεν Ἀὼδ, λόγος μοι κρύφιος πρὸς σὲ, βασιλεῦ· καὶ εἶπεν Ἐγλὼμ πρὸς αὐτὸν, σιώπα· καὶ ἐξαπέστειλεν ἀφʼ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπʼ αὐτόν, 19 But he himself turned back from the stone idols that were by Gilgal, and said, “I have a secret message for you, O king.” The king said, “Keep silence!” All who stood by him left him.
20 καὶ Ἀὼδ εἰσῆλθε πρὸς αὐτόν· καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος· καὶ εἶπεν Ἀὼδ, λόγος Θεοῦ μοι πρὸς σὲ, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Ἐγλὼμ ἐγγὺς αὐτοῦ. 20 Ehud came to him; and he was sitting by himself alone in the cool upper room. Ehud said, “I have a message from God to you.” He arose out of his seat.
21 Καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν, καὶ ἐξέτεινεν Ἀὼδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ, καὶ ἔλαβε τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ, καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ, 21 Ehud put out his left hand, and took the sword from his right thigh, and thrust it into his body.
22 καὶ ἐπεισήνεγκε καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογὸς, καὶ ἀπέκλεισε τὸ στέαρ κατὰ τῆς φλογὸς, ὅτι οὐκ ἐξέσπασε τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ. 22 The handle also went in after the blade; and the fat closed on the blade, for he didn’t draw the sword out of his body; and it came out behind.
23 Καὶ ἐξῆλθεν Ἀὼδ τὴν προστάδα· καὶ ἐξῆλθε τοὺς διατεταγμένους, καὶ ἀπέκλεισε τὰς θύρας τοῦ ὑπερῴου κατʼ αὐτοῦ, καὶ ἐσφήνωσε. 23 Then Ehud went out onto the porch, and shut the doors of the upper room on him, and locked them.
24 Καὶ αὐτὸς ἐξῆλθε· καὶ οἱ παῖδες αὐτοῦ ἐπῆλθον καὶ εἶδον, καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι· καὶ εἶπαν, μήποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμείῳ τῷ θερινῷ; 24 After he had gone, his servants came and saw that the doors of the upper room were locked. They said, “Surely he is covering his feet in the upper room.”
25 Καὶ ὑπέμειναν ἕως ᾑσχύνοντο· καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα, καὶ ἤνοιξαν· καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς. 25 They waited until they were ashamed; and behold, he didn’t open the doors of the upper room. Therefore they took the key and opened them, and behold, their lord had fallen down dead on the floor.
26 Καὶ Ἀὼδ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθε τὰ γλυπτὰ, καὶ διεσώθη εἰς Σετειρωθά. 26 Ehud escaped while they waited, passed beyond the stone idols, and escaped to Seirah.
27 Καὶ ἐγένετο ἡνίκα ἦλθεν Ἀὼδ εἰς γῆν Ἰσραὴλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Ἐφραὶμ, καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν. 27 When he had come, he blew a trumpet in the hill country of Ephraim; and the children of Israel went down with him from the hill country, and he led them.
28 Καὶ εἶπε πρὸς αὐτοὺς, κατάβητε ὀπίσω μου, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωὰβ ἐν χειρὶ ἡμῶν· καὶ κατέβησαν ὀπίσω αὐτοῦ, καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ἰορδάνου τῆς Μωὰβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι. 28 He said to them, “Follow me; for Yahweh has delivered your enemies the Moabites into your hand.” They followed him, and took the fords of the Jordan against the Moabites, and didn’t allow any man to pass over.
29 Καὶ ἐπάταξαν τὴν Μωὰβ τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ. 29 They struck at that time about ten thousand men of Moab, every strong man and every man of valor. No man escaped.
30 Καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ἰσραὴλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη· καὶ ἔκρινεν αὐτοὺς Ἀὼδ ἕως οὗ ἀπέθανε. 30 So Moab was subdued that day under the hand of Israel. Then the land had rest eighty years.
31 Καὶ μετʼ αὐτὸν ἀνέστη Σαμεγὰρ υἱὸς Δινὰχ, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ ἔσωσε καί γε αὐτὸς τὸν Ἰσραήλ. 31 After him was Shamgar the son of Anath, who struck six hundred men of the Philistines with an ox goad. He also saved Israel.