PT Texto Patriarcal (Antoniades 1904/1912) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 εγενετο δε εν σαββατω δευτεροπρωτω διαπορευεσθαι αυτον δια των σποριμων· και ετιλλον οι μαθηται αυτου τους σταχυας και ησθιον ψωχοντες ταις χερσιν. 1 Now on the second Sabbath after the first, he was going through the grain fields. His disciples plucked the heads of grain and ate, rubbing them in their hands.
1 Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσί.
2 τινες δε των φαρισαιων ειπον αυτοις· τι ποιειτε ο ουκ εξεστιν ποιειν εν τοις σαββασιν; 2 But some of the Pharisees said to them, “Why do you do that which is not lawful to do on the Sabbath day?”
2 τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς· τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς σάββασι;
3 και αποκριθεις προς αυτους ειπεν ο ιησους· ουδε τουτο ανεγνωτε ο εποιησεν δαυιδ οποτε επεινασεν αυτος και οι μετ αυτου οντες; 3 Jesus, answering them, said, “Haven’t you read what David did when he was hungry, he and those who were with him,
3 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαυῒδ ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ ὄντες;
4 ως εισηλθεν εις τον οικον του θεου και τους αρτους της προθεσεως ελαβεν και εφαγεν, και εδωκεν και τοις μετ αυτου, ους ουκ εξεστιν φαγειν ει μη μονους τους ιερεις; 4 how he entered into God’s house, and took and ate the show bread, and gave also to those who were with him, which is not lawful to eat except for the priests alone?”
4 ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς μετ᾽ αὐτοῦ, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;
5 και ελεγεν αυτοις οτι κυριος εστιν ο υιος του ανθρωπου και του σαββατου. 5 He said to them, “The Son of Man is lord of the Sabbath.”
5 καὶ ἔλεγεν αὐτοῖς ὅτι κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
6 εγενετο δε και εν ετερω σαββατω εισελθειν αυτον εις την συναγωγην και διδασκειν· και ην εκει ανθρωπος, και η χειρ αυτου η δεξια ην ξηρα. 6 It also happened on another Sabbath that he entered into the synagogue and taught. There was a man there, and his right hand was withered.
6 Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.
7 παρετηρουν δε οι γραμματεις και οι φαρισαιοι ει εν τω σαββατω θεραπευσει, ινα ευρωσιν κατηγοριαν αυτου. 7 The scribes and the Pharisees watched him, to see whether he would heal on the Sabbath, that they might find an accusation against him.
7 παρετήρουν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσι κατηγορίαν αὐτοῦ.
8 αυτος δε ηδει τους διαλογισμους αυτων, και ειπεν τω ανθρωπω τω ξηραν εχοντι την χειρα· εγειρε και στηθι εις το μεσον. ο δε αναστας εστη. 8 But he knew their thoughts; and he said to the man who had the withered hand, “Rise up and stand in the middle.” He arose and stood.
8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, καὶ εἶπε τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον. ὁ δὲ ἀναστὰς ἔστη.
9 ειπεν ουν ο ιησους προς αυτους· επερωτησω υμας τι εξεστιν τοις σαββασιν, αγαθοποιησαι η κακοποιησαι, ψυχην σωσαι η αποκτειναι; 9 Then Jesus said to them, “I will ask you something: Is it lawful on the Sabbath to do good, or to do harm? To save a life, or to kill?”
9 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς· ἐπερωτήσω ὑμᾶς τί ἔξεστι τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;
10 και περιβλεψαμενος παντας αυτους ειπεν αυτω· εκτεινον την χειρα σου. ο δε εποιησεν, και αποκατεσταθη η χειρ αυτου ως η αλλη. 10 He looked around at them all, and said to the man, “Stretch out your hand.” He did, and his hand was restored as sound as the other.
10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὡς ἡ ἄλλη.
11 αυτοι δε επλησθησαν ανοιας, και διελαλουν προς αλληλους τι αν ποιησειαν τω ιησου. 11 But they were filled with rage, and talked with one another about what they might do to Jesus.
11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.
12 εγενετο δε εν ταις ημεραις ταυταις εξηλθεν εις το ορος προσευξασθαι, και ην διανυκτερευων εν τη προσευχη του θεου. 12 In these days, he went out to the mountain to pray, and he continued all night in prayer to God.
12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.
13 και οτε εγενετο ημερα, προσεφωνησεν τους μαθητας αυτου, και εκλεξαμενος απ αυτων δωδεκα, ους και αποστολους ωνομασεν, 13 When it was day, he called his disciples, and from them he chose twelve, whom he also named apostles:
13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε,
14 σιμωνα, ον και ωνομασεν πετρον, και ανδρεαν τον αδελφον αυτου, ιακωβον και ιωαννην, φιλιππον και βαρθολομαιον, 14 Simon, whom he also named Peter; Andrew, his brother; James; John; Philip; Bartholomew;
14 Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον,
15 ματθαιον και θωμαν, ιακωβον τον του αλφαιου και σιμωνα τον καλουμενον ζηλωτην, 15 Matthew; Thomas; James the son of Alphaeus; Simon who was called the Zealot;
15 Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν,
16 ιουδαν ιακωβου και ιουδαν ισκαριωτην, ος και εγενετο προδοτης, 16 Judas the son of James; and Judas Iscariot, who also became a traitor.
16 Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης,
17 και καταβας μετ αυτων εστη επι τοπου πεδινου, και οχλος μαθητων αυτου, και πληθος πολυ του λαου απο πασης της ιουδαιας και ιερουσαλημ και της παραλιου τυρου και σιδωνος, οι ηλθον ακουσαι αυτου και ιαθηναι απο των νοσων αυτων, 17 He came down with them and stood on a level place, with a crowd of his disciples and a great number of the people from all Judea and Jerusalem and the sea coast of Tyre and Sidon, who came to hear him and to be healed of their diseases,
17 καὶ καταβὰς μετ᾽ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,
18 και οι οχλουμενοι απο πνευματων ακαθαρτων, και εθεραπευοντο· 18 as well as those who were troubled by unclean spirits; and they were being healed.
18 καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο·
19 και πας ο οχλος εζητει απτεσθαι αυτου, οτι δυναμις παρ αυτου εξηρχετο και ιατο παντας. 19 All the multitude sought to touch him, for power came out of him and healed them all.
19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
20 και αυτος επαρας τους οφθαλμους αυτου εις τους μαθητας αυτου ελεγεν· μακαριοι οι πτωχοι, οτι υμετερα εστιν η βασιλεια του θεου. 20 He lifted up his eyes to his disciples, and said: “Blessed are you who are poor, for God’s Kingdom is yours.
20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
21 μακαριοι οι πεινωντες νυν, οτι χορτασθησεσθε. μακαριοι οι κλαιοντες νυν, οτι γελασετε. 21 Blessed are you who hunger now, for you will be filled. Blessed are you who weep now, for you will laugh.
21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
22 μακαριοι εστε οταν μισησωσιν υμας οι ανθρωποι, και οταν αφορισωσιν υμας και ονειδισωσιν και εκβαλωσιν το ονομα υμων ως πονηρον ενεκα του υιου του ανθρωπου. 22 Blessed are you when men hate you, and when they exclude and mock you, and throw out your name as evil, for the Son of Man’s sake.
22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
23 χαρητε εν εκεινη τη ημερα και σκιρτησατε· ιδου γαρ ο μισθος υμων πολυς εν τω ουρανω· κατα τα αυτα γαρ εποιουν τοις προφηταις οι πατερες αυτων. 23 Rejoice in that day and leap for joy, for behold, your reward is great in heaven, for their fathers did the same thing to the prophets.
23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
24 πλην ουαι υμιν τοις πλουσιοις, οτι απεχετε την παρακλησιν υμων. 24 “But woe to you who are rich! For you have received your consolation.
24 πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
25 ουαι υμιν οι εμπεπλησμενοι, οτι πεινασετε. ουαι υμιν οι γελωντες νυν, οτι πενθησετε και κλαυσετε. 25 Woe to you, you who are full now, for you will be hungry. Woe to you who laugh now, for you will mourn and weep.
25 οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.
26 ουαι οταν καλως υμας ειπωσιν παντες οι ανθρωποι· κατα τα αυτα γαρ εποιουν τοις ψευδοπροφηταις οι πατερες αυτων. 26 Woe, when men speak well of you, for their fathers did the same thing to the false prophets.
26 οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
27 αλλα υμιν λεγω τοις ακουουσιν· αγαπατε τους εχθρους υμων, καλως ποιειτε τοις μισουσιν υμας, 27 “But I tell you who hear: love your enemies, do good to those who hate you,
27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,
28 ευλογειτε τους καταρωμενους υμιν, προσευχεσθε υπερ των επηρεαζοντων υμας. 28 bless those who curse you, and pray for those who mistreat you.
28 εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.
29 τω τυπτοντι σε επι την σιαγονα παρεχε και την αλλην, και απο του αιροντος σου το ιματιον και τον χιτωνα μη κωλυσης. 29 To him who strikes you on the cheek, offer also the other; and from him who takes away your cloak, don’t withhold your coat also.
29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.
30 παντι δε τω αιτουντι σε διδου, και απο του αιροντος τα σα μη απαιτει. 30 Give to everyone who asks you, and don’t ask him who takes away your goods to give them back again.
30 παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
31 και καθως θελετε ινα ποιωσιν υμιν οι ανθρωποι, και υμεις ποιειτε αυτοις ομοιως. 31 “As you would like people to do to you, do exactly so to them.
31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.
32 και ει αγαπατε τους αγαπωντας υμας, ποια υμιν χαρις εστιν; και γαρ οι αμαρτωλοι τους αγαπωντας αυτους αγαπωσιν. 32 “If you love those who love you, what credit is that to you? For even sinners love those who love them.
32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι.
33 και εαν αγαθοποιητε τους αγαθοποιουντας υμας, ποια υμιν χαρις εστιν; και γαρ οι αμαρτωλοι το αυτο ποιουσιν. 33 If you do good to those who do good to you, what credit is that to you? For even sinners do the same.
33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι.
34 και εαν δανειζητε παρ ων ελπιζετε απολαβειν, ποια υμιν χαρις εστιν; και γαρ αμαρτωλοι αμαρτωλοις δανειζουσιν ινα απολαβωσιν τα ισα. 34 If you lend to those from whom you hope to receive, what credit is that to you? Even sinners lend to sinners, to receive back as much.
34 καὶ ἐὰν δανείζητε παρ᾽ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα.
35 πλην αγαπατε τους εχθρους υμων και αγαθοποιειτε και δανειζετε μηδεν απελπιζοντες, και εσται ο μισθος υμων πολυς, και εσεσθε υιοι υψιστου, οτι αυτος χρηστος εστιν επι τους αχαριστους και πονηρους. 35 But love your enemies, and do good, and lend, expecting nothing back; and your reward will be great, and you will be children of the Most High; for he is kind toward the unthankful and evil.
35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
36 γινεσθε ουν οικτιρμονες, καθως και ο πατηρ υμων οικτιρμων εστιν. 36 “Therefore be merciful, even as your Father is also merciful.
36 Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.
37 και μη κρινετε, και ου μη κριθητε· μη καταδικαζετε, και ου μη καταδικασθητε· απολυετε, και απολυθησεσθε· 37 Don’t judge, and you won’t be judged. Don’t condemn, and you won’t be condemned. Set free, and you will be set free.
37 Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε·
38 διδοτε, και δοθησεται υμιν· μετρον καλον, πεπιεσμενον και σεσαλευμενον και υπερεκχυνομενον δωσουσιν εις τον κολπον υμων· τω γαρ αυτω μετρω, ω μετρειτε, αντιμετρηθησεται υμιν. 38 “Give, and it will be given to you: good measure, pressed down, shaken together, and running over, will be given to you. For with the same measure you measure it will be measured back to you.”
38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· τῷ γὰρ αὐτῷ μέτρῳ, ᾧ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.
39 ειπεν δε παραβολην αυτοις· μητι δυναται τυφλος τυφλον οδηγειν; ουχι αμφοτεροι εις βοθυνον πεσουνται; 39 He spoke a parable to them. “Can the blind guide the blind? Won’t they both fall into a pit?
39 Εἶπε δὲ παραβολὴν αὐτοῖς· μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται;
40 ουκ εστιν μαθητης υπερ τον διδασκαλον αυτου· κατηρτισμενος δε πας εσται ως ο διδασκαλος αυτου. 40 A disciple is not above his teacher, but everyone when he is fully trained will be like his teacher.
40 οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.
41 τι δε βλεπεις το καρφος το εν τω οφθαλμω του αδελφου σου, την δε δοκον την εν τω ιδιω οφθαλμω ου κατανοεις; 41 Why do you see the speck of chaff that is in your brother’s eye, but don’t consider the beam that is in your own eye?
41 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;
42 η πως δυνασαι λεγειν τω αδελφω σου, αδελφε, αφες εκβαλω το καρφος το εν τω οφθαλμω σου, αυτος την εν τω οφθαλμω σου δοκον ου βλεπων; υποκριτα, εκβαλε πρωτον την δοκον εκ του οφθαλμου σου, και τοτε διαβλεψεις εκβαλειν το καρφος το εν τω οφθαλμω του αδελφου σου. 42 Or how can you tell your brother, ‘Brother, let me remove the speck of chaff that is in your eye,’ when you yourself don’t see the beam that is in your own eye? You hypocrite! First remove the beam from your own eye, and then you can see clearly to remove the speck of chaff that is in your brother’s eye.
42 ἢ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.
43 ου γαρ εστιν δενδρον καλον ποιουν καρπον σαπρον, ουδε δενδρον σαπρον ποιουν καρπον καλον· 43 “For there is no good tree that produces rotten fruit, nor again a rotten tree that produces good fruit.
43 οὐ γάρ ἐστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν·
44 εκαστον γαρ δενδρον εκ του ιδιου καρπου γινωσκεται. ου γαρ εξ ακανθων συλλεγουσιν συκα, ουδε εκ βατου τρυγωσιν σταφυλην. 44 For each tree is known by its own fruit. For people don’t gather figs from thorns, nor do they gather grapes from a bramble bush.
44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν.
45 ο αγαθος ανθρωπος εκ του αγαθου θησαυρου της καρδιας αυτου προφερει το αγαθον, και ο πονηρος ανθρωπος εκ του πονηρου θησαυρου της καρδιας αυτου προφερει το πονηρον· εκ γαρ του περισσευματος της καρδιας λαλει το στομα αυτου. 45 The good man out of the good treasure of his heart brings out that which is good, and the evil man out of the evil treasure of his heart brings out that which is evil, for out of the abundance of the heart, his mouth speaks.
45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
46 τι δε με καλειτε κυριε κυριε, και ου ποιειτε α λεγω; 46 “Why do you call me, ‘Lord, Lord,’ and don’t do the things which I say?
46 Τί δέ με καλεῖτε Κύριε Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;
47 πας ο ερχομενος προς με και ακουων μου των λογων και ποιων αυτους, υποδειξω υμιν τινι εστιν ομοιος· 47 Everyone who comes to me, and hears my words and does them, I will show you who he is like.
47 πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·
48 ομοιος εστιν ανθρωπω οικοδομουντι οικιαν, ος και εσκαψεν και εβαθυνεν και εθηκεν θεμελιον επι την πετραν· πλημμυρας δε γενομενης προσερρηξεν ο ποταμος τη οικια εκεινη, και ουκ ισχυσεν σαλευσαι αυτην· τεθεμελιωτο γαρ επι την πετραν. 48 He is like a man building a house, who dug and went deep and laid a foundation on the rock. When a flood arose, the stream broke against that house, and could not shake it, because it was founded on the rock.
48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς καὶ ἔσκαψε καὶ ἐβάθυνε καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
49 ο δε ακουσας και μη ποιησας ομοιος εστιν ανθρωπω οικοδομησαντι οικιαν επι την γην χωρις θεμελιου· η προσερρηξεν ο ποταμος, και ευθυς επεσεν, και εγενετο το ρηγμα της οικιας εκεινης μεγα. 49 But he who hears and doesn’t do, is like a man who built a house on the earth without a foundation, against which the stream broke, and immediately it fell; and the ruin of that house was great.”
49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέρρηξεν ὁ ποταμός, καὶ εὐθὺς ἔπεσε, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.