Isaiah · Brenton's Greek Septuagint
Isaiah 38 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Isaiah is not in PT1904.
1 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ.
·
2 Καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τεῖχον, καὶ προσηύξατο πρὸς Κύριον,
·
3 λέγων, μνήσθητι Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ.
·
4 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν, λέγων,
·
5 πορεύθητι, καὶ εἰπὸν Ἐζεκίᾳ, τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη,
·
6 καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης.
·
7 Τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει ὁ Θεὸς τὸ ῥῆμα τοῦτο·
·
8 Ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ὁ ἥλιος, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς· καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς, οὓς κατέβη ἡ σκιά.
·
9 ΠΡΟΣΕΥΧΗ ἘΖΕΚΙΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ἸΟΥΔΑΙΑΣ, ἩΝΙΚΑ ἘΜΑΛΑΚΙΣΘΗ, ΚΑΙ ἈΝΕΣΤΗ ἘΚ ΤΗΣ ΜΑΛΑΚΙΑΣ ΑΥΤΟΥ.
·
10 Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου, πορεύσομαι ἐν πύλαις ἅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.
·
11 Εἶπα, οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ Ἰσραὴλ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον.
·
12 Ἐξέλιπεν ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ ἐπίλοιπον τῆς ζωῆς μου, ἐξῆλθε καὶ ἀπῆλθεν ἀπʼ ἐμοῦ ὥσπερ ὁ σκηνὴν καταλύων πήξας· ὡς ἱστὸς τὸ πνεῦμά μου παρʼ ἐμοὶ ἐγένετο, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.
·
13 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι, οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως νυκτὸς παρεδόθην.
·
14 Ὡς χελιδὼν, οὕτω φωνήσω, καὶ ὡς περιστερὰ, οὕτω μελετῶ· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλατό με,
·
15 καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.
·
16 Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοὴν, καὶ παρακληθεὶς ἔζησα.
·
17 Εἵλου γάρ μου τὴν ψυχὴν, ἴνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας.
·
18 Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾄδου τὴν ἐλεημοσύνην σου.
·
19 Οἱ ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κᾀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἅ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου
·
20 Θεὲ τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ.
·
21 Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν, λάβε παλάθην ἐκ σύκων, καὶ τρίψον, καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ.
·
22 Καὶ εἶπεν Ἐζεκίας, τοῦτο σημεῖον πρὸς Ἐζεκίαν, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ.
·
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Hezekiah
A great reformer who trusted God and saw Jerusalem delivered from Assyria.
Cited in the guide: 2 Kings 18-20; 2 Chron. 29-32; Isa. 36-39; Matt. 1:9-10
Cross references (21)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 2 Chronicles 32:24; Isaiah 38:1–8; 2 Kings 20:1–11; 2 Samuel 17:23; Jonah 3:10
- 2 Matthew 6:6; Psalm 50:15; 1 Kings 8:30; Psalm 91:15
- 3 Hebrews 5:7; Hebrews 6:10; Psalm 18:20–27; Nehemiah 13:14; 2 Chronicles 31:20–21
- 5 1 John 5:14–15; Psalm 34:5–6; Revelation 7:17; Luke 1:13; Psalm 147:3
- 6 Isaiah 37:35; Isaiah 31:4–5; Isaiah 12:6; 2 Timothy 4:17; 2 Chronicles 32:22
- 7 Isaiah 37:30; Judges 6:37–39; 2 Kings 20:8–21; Judges 6:17–22; Isaiah 7:11–14
- 8 2 Kings 20:9–11; Joshua 10:12–14; Matthew 16:1; 2 Chronicles 32:24; 2 Chronicles 32:31
- 9 Judges 5:1–31; Job 5:18; Psalm 18:1; Isaiah 12:1–6; Jonah 2:1–9
- 10 2 Corinthians 1:9; Psalm 102:24; Job 7:7; Psalm 107:18; Isaiah 38:1
- 11 Psalm 27:13; Psalm 116:8–9; Ecclesiastes 9:5–6; Psalm 6:4–5; Job 35:14–15
- 12 2 Corinthians 5:1; Hebrews 1:12; Psalm 73:14; Isaiah 13:20; James 4:14
- 13 Psalm 51:8; Daniel 6:24; 1 Kings 13:24–26; Psalm 39:10; 1 Corinthians 11:30–32
- 14 Isaiah 59:11; Psalm 69:3; Job 30:29; Ezekiel 7:16; Psalm 123:1–4
- 15 Job 7:11; 1 Kings 21:27; Job 10:1; Job 21:25; 2 Kings 4:27
- 16 Psalm 119:25; 1 Corinthians 11:32; Hebrews 12:10–11; Matthew 4:4; Job 33:19–28
- 17 Isaiah 43:25; Micah 7:18–19; Jonah 2:6; Psalm 30:3; Jeremiah 31:34
- 18 Ecclesiastes 9:10; Psalm 30:9; Psalm 6:5; Psalm 88:10–11; Psalm 115:17–18
- 19 Deuteronomy 6:7; Psalm 119:175; Deuteronomy 4:9; Psalm 78:3–6; Deuteronomy 11:19
- 20 Psalm 116:2; Psalm 145:2; Psalm 150:4; Psalm 33:2; Psalm 51:15
- 21 2 Kings 20:7–8; John 9:6; Mark 7:33
- 22 2 Kings 20:8; John 5:14; Psalm 118:18–19; Psalm 84:1–2; Psalm 84:10–12
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences