1 Ἐν τῷ χρόνῳ ἐκείνῳ, εἶπε Κύριος, ἔσομαι εἰς Θεὸν τῷ γένει Ἰσραὴλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 2 Οὕτως εἶπε Κύριος, εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε, καὶ μὴ ὀλέσητε τὸν Ἰσραὴλ. 3 Κύριος πόῤῥωθεν ὤφθη αὐτῷ· ἀγάπησιν αἰώνιον ἠγάπησά σε· διατοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα. 4 Ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ παρθένος Ἰσραήλ· ἔπι λήψῃ τύμπανόν σου, καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων. 5 Ὅτι ἐφυτεύσατε ἀμπελῶνας ἐν ὄρεσι Σαμαρείας, φυτεύσατε καὶ αἰνέσατε, 6 ὅτι ἐστὶν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Ἐφραὶμ, ἀνάστητε, καὶ ἀνάβητε εἰς Σιὼν πρὸς Κύριον τὸν Θεὸν ὑμῶν. 7 Ὅτι οὕτως εἶπε Κύριος τῷ Ἰακὼβ, εὐφράνθητε, καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν· ἀκουστὰ ποιήσατε, καὶ αἰνέσατε· εἴπατε, ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ἰσραήλ. 8 Ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ Βοῤῥᾶ, καὶ συνάξω αὐτοὺς ἀπʼ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασέκ· καὶ τεκνοποιήσει ὄχλον πολὺν, καὶ ἀποστρέψουσιν ὧδε. 9 Ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς, αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφραὶμ πρωτότοκός μου ἐστίν. 10 Ἀκούσατε λόγους Κυρίου ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρόθεν· εἴπατε, ὁ λικμήσας τὸν Ἰσραὴλ καὶ συνάξει αὐτὸν, καὶ φυλάξει αὐτὸν, ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ. 11 Ὅτι ἐλυτρώσατο Κύριος τὸν Ἰακὼβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. 12 Καὶ ἥξουσι, καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σιὼν, καὶ ἥξουσιν ἐπʼ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου, καὶ καρπῶν, καὶ κτηνῶν, καὶ προβάτων· καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον, καὶ οὐ πεινάσουσιν ἔτι. 13 Τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβύται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονὴν, καὶ ποιήσω αὐτοὺς εὐφραινομένους. 14 Μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερεων υἱῶν Λευὶ, καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται· οὕτως εἶπε Κύριος. 15 Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη θρήνου, καὶ κλαυθμοῦ, καὶ ὀδυρμοῦ· Ῥαχὴλ ἀποκλαιομένη οὐκ ἤθελε παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν. 16 Οὕτως εἶπε Κύριος, διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστι μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν, 17 μόνιμον τοῖς σοῖς τέκνοις. 18 Ἀκοὴν ἤκουσα Ἐφραὶμ ὀδυρομένου, ἐπαίδευσάς με, καὶ ἐπαιδεύθην· ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με, καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ Θεός μου. 19 Ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα, καὶ ὕστερον τοῦ γνῶναί με, ἐστέναξα ἐφʼ ἡμέρας αἰσχύνης, καὶ ὑπέδειξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου. 20 Υἱὸς ἀγαπητὸς Ἐφραὶμ, ἐμοὶ παιδίον ἐντρυφῶν, ὅτι ἀνθʼ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι αὐτοῦ· διατοῦτο ἔσπευσα ἐπʼ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτὸν, φησὶ Κύριος. 21 Στῆσον σεαυτὴν Σιὼν, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ᾗ ἐπορεύθης, ἀποστράφηθι παρθένος Ἰσραὴλ, ἀποστράφητι εἰς τὰς πόλεις σου πενθοῦσα. 22 Ἕως πότε ἀποστρέψεις θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισε Κύριος σωτηρίαν εἰς καταφύτευσιν καινὴν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι. 23 Ὅτι οὕτως εἶπε Κύριος, ἔτι ἐροῦσι τὸν λόγον τοῦτον ἐν γῇ Ἰούδα, καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ, εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ· 24 Καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ, ἅμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ. 25 Ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα. 26 Διατοῦτο ἐξηγέρθην, καὶ εἶδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη. 27 Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ σπερῶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν, σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους. 28 Καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπʼ αὐτοὺς καθαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπʼ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν, φησὶ Κύριος. 29 Ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν. 30 Ἀλλʼ ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ. 31 Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, 32 οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος. 33 Ὅτι αὕτη ἡ διαθήκη μου, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 34 Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. 35 Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, φησὶ Κύριος, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ἰσραὴλ, φησὶ Κύριος, περὶ πάντων ὧν ἐποίησαν. 36 Οὕτως εἶπε Κύριος, ὁ δοὺς τὸν ἥλιον εἱς φῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς φῶς τῆς νυκτὸς, καὶ κραυγὴν ἐν θαλάσσῃ, καὶ ἐβόμβησε τὰ κύματα αὐτῆς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ· 37 Ἐὰν παύσωναι οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας. 38 Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ ἀπὸ πύργου Ἁναμεὴλ, ἕως πύλης τῆς γωνίας. 39 Καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρὴβ, καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων, 40 καὶ πάντες Ἀσαρημὼθ ἕως Νάχαλ Κέδρων, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς, ἁγίασμα τῷ Κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ, καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.
Jeremiah · Brenton's Greek Septuagint
Jeremiah 38 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Ebed-melech
A Cushite court official who interceded with the king and pulled Jeremiah out of the cistern, and whom the LORD promised to deliver.
Cited in the guide: Jeremiah 38:7; Jeremiah 38:10; Jeremiah 39:16
Gedaliah
Son of Pashhur who heard Jeremiah's words and joined in seeking his death.
Cited in the guide: Jeremiah 38:1
Jehucal
Son of Shelemiah whom King Zedekiah sent to Jeremiah to ask for prayer, and who later heard Jeremiah's words and joined in seeking his death.
Cited in the guide: Jeremiah 37:3; Jeremiah 38:1
Malchiah
A son of the king whose cistern in the courtyard of the guard Jeremiah was dropped into.
Cited in the guide: Jeremiah 38:6
Malchijah
Named as the father of Pashhur, an envoy of Zedekiah.
Cited in the guide: Jeremiah 21:1; Jeremiah 38:1
Mattan
Named as the father of Shephatiah, an official who opposed Jeremiah.
Cited in the guide: Jeremiah 38:1
Pashhur
Named as the father of Gedaliah, an official who opposed Jeremiah.
Cited in the guide: Jeremiah 38:1
Pashhur
Son of Malchijah whom King Zedekiah sent to Jeremiah, and who later heard Jeremiah's preaching and sought his death.
Cited in the guide: Jeremiah 21:1; Jeremiah 38:1
Shelemiah
Named as the father of Jehucal, an envoy of Zedekiah.
Cited in the guide: Jeremiah 37:3; Jeremiah 38:1
Shephatiah
Son of Mattan who heard Jeremiah's words and joined in seeking his death.
Cited in the guide: Jeremiah 38:1
Cross references (25)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 1 Chronicles 9:12; Nehemiah 11:12; Ezra 2:3; Jeremiah 21:1–10; Acts 5:28
- 2 Jeremiah 39:18; Jeremiah 45:5; Jeremiah 34:17; Ezekiel 14:21; Jeremiah 42:17
- 3 Jeremiah 21:10; Jeremiah 32:3–5
- 4 Jeremiah 26:11; Acts 16:20; Jeremiah 29:7; Nehemiah 6:9; Amos 7:10
- 5 John 19:12–16; 2 Samuel 3:39; 1 Samuel 15:24; 2 Samuel 19:22; Proverbs 29:25
- 6 Jeremiah 37:21; Psalm 69:2; Psalm 69:14–15; Jeremiah 38:22; Jeremiah 37:16
- 7 Amos 5:10; Deuteronomy 21:19; Jeremiah 37:13; Jeremiah 29:2; Matthew 20:16
- 9 Jeremiah 37:21–38:6; Job 31:34; Esther 7:4–6; Jeremiah 52:6; Proverbs 31:8–9
- 10 Psalm 75:10; Esther 8:7; Proverbs 21:1; Esther 5:2
- 12 Ephesians 4:32; Romans 12:10; Romans 12:15
- 13 Jeremiah 37:21; Acts 23:35; Acts 28:16; Acts 28:30; Jeremiah 39:14–18
- 14 Jeremiah 21:1–2; 1 Kings 22:16; Jeremiah 37:17; Jeremiah 42:2–5; 1 Samuel 3:17–18
- 15 Luke 22:67–68
- 16 Jeremiah 37:17; Jeremiah 38:1–6; John 3:2; Isaiah 57:16; Zechariah 12:1
- 17 Jeremiah 27:12; Jeremiah 27:17; Jeremiah 38:2; Jeremiah 21:8–10; Jeremiah 39:3
- 18 Jeremiah 24:8–10; Jeremiah 32:3–5; 2 Kings 25:4–10; Jeremiah 38:3; Jeremiah 38:23
- 19 John 12:42; Isaiah 51:12–13; Jeremiah 38:22; John 19:12–13; Isaiah 57:11
- 20 Jeremiah 26:13; Isaiah 55:3; Daniel 4:27; 2 Chronicles 20:20; Acts 26:29
- 21 Ezekiel 2:4–5; Ezekiel 2:7; Exodus 10:3–4; Jeremiah 5:3; Acts 20:26–27
- 22 Lamentations 5:11; Lamentations 1:2; Jeremiah 43:6; Lamentations 1:13; Psalm 69:14
- 23 Jeremiah 41:10; Jeremiah 38:18; Jeremiah 39:6; 2 Kings 25:7; Jeremiah 27:12–13
- 25 Jeremiah 38:27; Jeremiah 38:4–6
- 26 Jeremiah 37:20; Jeremiah 37:15; Jeremiah 42:2; Esther 4:8
- 27 2 Kings 6:19; 1 Samuel 16:2–5; Acts 23:6; 1 Samuel 10:15–16
- 28 Jeremiah 39:14; Jeremiah 37:21; Jeremiah 15:20–21; Psalm 23:4; Jeremiah 38:13
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
when you slack the hands of the people? It is thou who disbelievest that compellest me to say these things; it is thou that hast drawn me out into these words.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)