1 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς, αἱ ἑορταὶ Κυρίου ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας, αὗταί εἰσιν αἱ ἑορταί μου. 3 Ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις, κλητὴ ἁγία τῷ Κυρίῳ· πᾶν ἔργον οὐ ποιήσεις· σάββατά ἐστι τῷ Κυρίῳ ἐν πάσῃ κατοικίᾳ ὑμῶν. 4 Αὗται αἱ ἑορταὶ τῷ Κυρίῳ κληταὶ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν. 5 Ἐν τῷ πρώτῳ μηνὶ, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, ἀναμέσον τῶν ἑσπερινῶν πάσχα τῷ Κυρίῳ. 6 Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ Κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. 7 Καὶ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. 8 Καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ ἡμέρας· καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. 9 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 10 εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὅταν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, καὶ οἴσετε τὸ δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα· 11 Καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν· τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτό ὁ ἱερεύς. 12 Καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ἂν φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ. 13 Καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ· θυσία τῷ Κυρίῳ, ὀσμὴ εὐωδίας Κυρίῳ· καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἳν οἴνου. 14 Καὶ ἄρτον, καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν. 15 Καὶ ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους, 16 ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας, καὶ προσοίσετε θυσίαν νέαν τῷ Κυρίῳ. 17 Ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα, δύο ἄρτους· ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται, ἐζυμωμένοι πεφθήσονται πρωτογεννημάτων τῷ Κυρίῳ. 18 Καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους, καὶ μόσχον ἕνα ἐκ βουκολίου, καὶ κριοὺς δύο ἀμώμους, καὶ ἔσονται ὁλοκαύτωμα τῷ Κυρίῳ· καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. 19 Καὶ ποιήσουσι χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος. 20 Καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος ἐπίθεμα ἐναντίον Κυρίου μετὰ τῶν δύο ἀμνῶν, ἅγια ἔσονται τῷ Κυρίῳ· τῷ ἱερεῖ τῷ προσφέροντι αὐτὰ αὐτῷ ἔσται. 21 Καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν· ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν. 22 Καὶ ὅταν θερίζητε τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ θερίζειν σε, καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψεις αὐτά· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. 23 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 24 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, τοῦ μηνὸς τοῦ ἐβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων· κλητὴ ἁγία ἔσται ὑμῖν· 25 Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· καὶ προσάξετε ὁλοκαύτωμα Κυρίῳ. 26 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 27 καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἐβδόμου τούτου, ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ. 28 Πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ· ἔστι γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν, ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν. 29 Πᾶσα ψυχὴ, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. 30 Καὶ πᾶσα ψυχὴ, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. 31 Πᾶν ἔργον οὐ ποιήσετε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν. 32 Σάββατα σαββάτων ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν. 33 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 34 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἐβδόμου τούτου, ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ Κυρίῳ. 35 Καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. 36 Ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ, καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ προσάξετε ὁλοκαυτώματα Κυρίῳ· ἐξόδιόν ἐστι· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. 37 Αὗται ἑορταὶ Κυρὶῳ, ἃς καλέσετε κλητὰς ἁγίας, ὥστε προσενέγκαι καρπώματα τῷ Κυρίῳ, ὁλοκαυτώματα καὶ θυσίας αὐτῶν, καὶ σπονδὰς αὐτῶν τὸ καθʼ ἡμέραν εἰς ἡμέραν· 38 πλὴν τῶν σαββάτων Κυρίου, καὶ πλὴν τῶν δομάτων ὑμῶν, καὶ πλὴν πασῶν τῶν εὐχῶν ὑμῶν, καὶ πλὴν τῶν ἐκουσίων ὑμῶν, ἃ ἂν δώτε τῷ Κυρίῳ. 39 Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ὅταν συντελέσητε τὰ γεννήματα τῆς γῆς, ἑορτάσατε τῷ Κυρίῳ ἑπτὰ ἡμέρας· τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις. 40 Καὶ λήψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖου, καὶ κάλλυνθρα φοινίκων, καὶ κλάδους ξύλου δασεῖς, καὶ ἰτέας, καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου, εὐφρανθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ. 41 Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν. 42 Ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας· πᾶς ὁ αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσει ἐν σκηναῖς, 43 ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν, ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ, ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. 44 Καὶ ἐλάλησε Μωυσῆς τὰς ἑορτὰς Κυρίου τοῖς υἱοῖς Ἰσραήλ.
Leviticus · Brenton's Greek Septuagint
Leviticus 23 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (37)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Leviticus 23:37; Leviticus 23:4; Hosea 2:11; Psalm 81:3; Exodus 23:14–17
- 3 Leviticus 19:3; Exodus 35:2–3; Exodus 23:12; Exodus 34:21; Exodus 20:8–11
- 4 Exodus 23:14; Leviticus 23:37; Leviticus 23:2
- 5 Deuteronomy 16:1–8; Joshua 5:10; Exodus 12:2–14; Exodus 13:3–10; Exodus 12:18–19
- 6 Exodus 34:18; Exodus 12:15–16; Deuteronomy 16:8; Numbers 28:17–18; Exodus 13:6–7
- 7 Numbers 28:18–25; Leviticus 23:8; Leviticus 23:25; Leviticus 23:35–36; Leviticus 23:21
- 10 Exodus 34:26; Exodus 23:19; Numbers 15:18–21; Deuteronomy 16:9; Revelation 14:4
- 11 Exodus 29:24; Leviticus 9:21; Leviticus 10:14
- 12 Hebrews 10:10–12; Leviticus 1:10; 1 Peter 1:19
- 13 Leviticus 2:14–16; Ezekiel 45:24; Numbers 15:3–12; Exodus 29:40–41; Joel 1:9
- 14 Exodus 34:26; Genesis 4:4–5; Leviticus 25:2–3; Joshua 5:11–12; Leviticus 3:17
- 15 Leviticus 23:10–11; Leviticus 25:8; Deuteronomy 16:9–10; Exodus 34:22; Numbers 28:26
- 16 Acts 2:1; Numbers 28:26
- 17 Leviticus 23:10; Exodus 34:22; Exodus 23:19; Exodus 34:26; Leviticus 7:13
- 18 Numbers 28:27–31; Malachi 1:13–14; Numbers 15:4–12; Leviticus 23:12–13
- 19 Numbers 28:30; 2 Corinthians 5:21; Leviticus 4:23–28; Leviticus 7:11–18; Leviticus 16:15
- 20 Deuteronomy 18:4; Numbers 18:8–12; Exodus 29:24; Leviticus 23:17; Leviticus 10:14–15
- 21 Leviticus 23:2; Numbers 18:23; Genesis 17:7; Leviticus 23:4; Leviticus 23:14
- 22 Deuteronomy 24:19–21; Leviticus 19:9–10; Isaiah 58:10; Proverbs 11:24–25; 2 Corinthians 9:5–12
- 24 1 Corinthians 15:52; 1 Thessalonians 4:16; Leviticus 25:9; Numbers 29:1–6; Numbers 10:9–10
- 25 Leviticus 23:21
- 27 Leviticus 16:29–31; Numbers 29:7–11; Leviticus 16:24; Exodus 30:10; Leviticus 16:15
- 28 Zechariah 3:9; Leviticus 16:34; Romans 5:10–11; Hebrews 10:14; Hebrews 9:26
- 29 Genesis 17:14; Leviticus 23:27; Numbers 5:2; Leviticus 23:32; Ezekiel 7:16
- 30 Leviticus 20:3; Leviticus 20:5–6; Ezekiel 14:9; Genesis 17:14; Jeremiah 15:7
- 32 Leviticus 16:31; Psalm 69:10–11; Psalm 35:13; Leviticus 23:27; Psalm 51:17
- 34 Nehemiah 8:14; John 7:2; Ezra 3:4; Numbers 29:12; Exodus 34:22
- 35 Leviticus 23:24–25; Leviticus 23:7–8
- 36 Nehemiah 8:18; John 7:37; Deuteronomy 16:8; 2 Chronicles 7:8–11; Numbers 29:12–38
- 37 Leviticus 23:2; Leviticus 23:4; Ecclesiastes 3:1; Deuteronomy 16:16–17
- 38 Numbers 29:39; 2 Chronicles 35:7–8; Deuteronomy 12:6; Leviticus 23:3; 1 Chronicles 29:3–8
- 39 Exodus 23:16; Deuteronomy 16:13; Leviticus 23:34; Leviticus 23:36; Leviticus 23:24
- 40 Revelation 7:9; Philippians 4:4; Matthew 21:8; John 12:13; Deuteronomy 16:14–15
- 41 Numbers 29:12; Nehemiah 8:18
- 42 Nehemiah 8:14–17; Numbers 24:2; Hebrews 11:13–16; Jeremiah 35:10; Numbers 24:5
- 43 Exodus 13:14; Psalm 78:5–6; Deuteronomy 31:10–13
- 44 Leviticus 23:1–2; Matthew 18:20; Leviticus 21:24
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
In fact, brethren, it is of this that God admonishes us, when He commends the Sabbath to our notice: "Thou shalt do no servile work." These are God's words when commending the Sabbath, "Thou shalt do no servile work." Now ask the former lessons, what is meant by servile work; and listen to the Lord: "Every one that committeth sin …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)