Vamvas Modern Greek Bible: Vamvas (1850) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 Ο δε Σαύλος ήτο σύμφωνος εις τον φόνον αυτού. Και έγεινεν εν εκείνη τη ημέρα διωγμός μέγας κατά της εκκλησίας της εν Ιεροσολύμοις και πάντες διεσπάρησαν εις τους τόπους της Ιουδαίας και Σαμαρείας, πλην των αποστόλων. 1 Saul was consenting to his death. A great persecution arose against the assembly which was in Jerusalem in that day. They were all scattered abroad throughout the regions of Judea and Samaria, except for the apostles.
1 Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.
2 Έφεραν δε τον Στέφανον εις τον τάφον άνδρες ευλαβείς και έκαμον θρήνον μέγαν επ' αυτόν. 2 Devout men buried Stephen and lamented greatly over him.
2 συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ.
3 Ο δε Σαύλος εκακοποίει την εκκλησίαν, εμβαίνων εις πάσαν οικίαν και σύρων άνδρας και γυναίκας, παρέδιδεν εις την φυλακήν. 3 But Saul ravaged the assembly, entering into every house and dragged both men and women off to prison.
3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
4 Οι μεν λοιπόν διασπαρέντες διήλθον ευαγγελιζόμενοι τον λόγον. 4 Therefore those who were scattered abroad went around preaching the word.
4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
5 Ο δε Φίλιππος, καταβάς εις την πόλιν της Σαμαρείας, εκήρυττεν εις αυτούς τον Χριστόν. 5 Philip went down to the city of Samaria and proclaimed to them the Christ.
5 Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.
6 Και οι όχλοι προσείχον ομοθυμαδόν εις τα λεγόμενα υπό του Φιλίππου, ακούοντες και βλέποντες τα θαύματα, τα οποία έκαμνε. 6 The multitudes listened with one accord to the things that were spoken by Philip when they heard and saw the signs which he did.
6 προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
7 Διότι εκ πολλών εχόντων πνεύματα ακάθαρτα εξήρχοντο αυτά φωνάζοντα μετά μεγάλης φωνής, και πολλοί παραλυτικοί και χωλοί εθεραπεύθησαν, 7 For unclean spirits came out of many of those who had them. They came out, crying with a loud voice. Many who had been paralyzed and lame were healed.
7 πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν,
8 και έγεινε χαρά μεγάλη εν εκείνη τη πόλει. 8 There was great joy in that city.
8 καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.
9 Άνθρωπος δε τις Σίμων ονομαζόμενος προϋπήρχεν εν τη πόλει, κάμνων μαγείας και εκπλήττων τον λαόν της Σαμαρείας, λέγων εαυτόν ότι είναι μέγας τις· 9 But there was a certain man, Simon by name, who used to practice sorcery in the city and amazed the people of Samaria, making himself out to be some great one,
9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν·
10 εις τον οποίον έδιδον προσοχήν πάντες από μικρού έως μεγάλου, λέγοντες· Ούτος είναι η δύναμις του Θεού η μεγάλη. 10 to whom they all listened, from the least to the greatest, saying, “This man is that great power of God.”
10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη.
11 Έδιδον δε προσοχήν εις αυτόν, διότι είχεν εκπλήξει αυτούς πολύν καιρόν με τας μαγείας. 11 They listened to him because for a long time he had amazed them with his sorceries.
11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
12 Ότε όμως επίστευσαν εις τον Φίλιππον ευαγγελιζόμενον τα περί της βασιλείας του Θεού και του ονόματος του Ιησού Χριστού, εβαπτίζοντο άνδρες τε και γυναίκες. 12 But when they believed Philip preaching good news concerning God’s Kingdom and the name of Jesus Christ, they were baptized, both men and women.
12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
13 Ο δε Σίμων και αυτός επίστευσε, και βαπτισθείς έμενε πάντοτε μετά του Φιλίππου, και θεωρών σημεία και θαύματα μεγάλα γινόμενα εξεπλήττετο. 13 Simon himself also believed. Being baptized, he continued with Philip. Seeing signs and great miracles occurring, he was amazed.
13 ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα ἐξίστατο.
14 Ακούσαντες δε οι απόστολοι οι εν Ιεροσολύμοις ότι η Σαμάρεια εδέχθη τον λόγον του Θεού, απέστειλαν προς αυτούς τον Πέτρον και Ιωάννην· 14 Now when the apostles who were at Jerusalem heard that Samaria had received the word of God, they sent Peter and John to them,
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην·
15 Οίτινες καταβάντες προσηυχήθησαν περί αυτών διά να λάβωσι Πνεύμα Αγιον· 15 who, when they had come down, prayed for them, that they might receive the Holy Spirit;
15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα Ἅγιον·
16 διότι δεν είχεν έτι επιπέσει επ' ουδένα εξ αυτών, αλλά μόνον ήσαν βεβαπτισμένοι εις το όνομα του Κυρίου Ιησού. 16 for as yet he had fallen on none of them. They had only been baptized in the name of Christ Jesus.
16 οὔπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
17 Τότε επέθετον τας χείρας επ' αυτούς, και ελάμβανον Πνεύμα Άγιον. 17 Then they laid their hands on them, and they received the Holy Spirit.
17 τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾽ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.
18 Ιδών δε ο Σίμων ότι διά της επιθέσεως των χειρών των αποστόλων δίδεται το Πνεύμα το Άγιον, προσέφερεν εις αυτούς χρήματα, 18 Now when Simon saw that the Holy Spirit was given through the laying on of the apostles’ hands, he offered them money,
18 ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα
19 λέγων· Δότε και εις εμέ την εξουσίαν ταύτην, ώστε εις όντινα επιθέσω τας χείρας να λαμβάνη Πνεύμα Άγιον. 19 saying, “Give me also this power, that whomever I lay my hands on may receive the Holy Spirit.”
19 λέγων· δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα Ἅγιον.
20 Και ο Πέτρος είπε προς αυτόν· το αργύριόν σου ας ήναι μετά σου εις απώλειαν, διότι ενόμισας ότι η δωρεά του Θεού αποκτάται διά χρημάτων. 20 But Peter said to him, “May your silver perish with you, because you thought you could obtain the gift of God with money!
20 Πέτρος δὲ εἶπε πρὸς αὐτόν· τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
21 Συ δεν έχεις μερίδα ουδέ κλήρον εν τω λόγω τούτω· διότι η καρδία σου δεν είναι ευθεία ενώπιον του Θεού. 21 You have neither part nor lot in this matter, for your heart isn’t right before God.
21 οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ.
22 Μετανόησον λοιπόν από της κακίας σου ταύτης και δεήθητι του Θεού, ίσως συγχωρηθή εις σε η επίνοια της καρδίας σου· 22 Repent therefore of this, your wickedness, and ask God if perhaps the thought of your heart may be forgiven you.
22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
23 επειδή σε βλέπω ότι είσαι εις χολήν πικρίας και δεσμόν αδικίας. 23 For I see that you are in the poison of bitterness and in the bondage of iniquity.”
23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
24 Αποκριθείς δε ο Σίμων, είπε· Δεήθητε σεις υπέρ εμού προς τον Κύριον, διά να μη έλθη επ' εμέ μηδέν εξ όσων είπετε. 24 Simon answered, “Pray for me to the Lord, that none of the things which you have spoken happen to me.”
24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε· δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε.
25 Εκείνοι λοιπόν, αφού εμαρτύρησαν και ελάλησαν τον λόγον του Κυρίου, υπέστρεψαν εις Ιερουσαλήμ, κηρύξαντες το ευαγγέλιον και εν πολλαίς κώμαις των Σαμαρειτών. 25 They therefore, when they had testified and spoken the word of the Lord, returned to Jerusalem, and preached the Good News to many villages of the Samaritans.
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.
26 Άγγελος δε Κυρίου ελάλησε προς τον Φίλιππον, λέγων· Σηκώθητι και ύπαγε προς μεσημβρίαν εις την οδόν την καταβαίνουσαν από Ιερουσαλήμ εις Γάζαν· αύτη είναι έρημος. 26 Then an angel of the Lord spoke to Philip, saying, “Arise, and go toward the south to the way that goes down from Jerusalem to Gaza. This is a desert.”
26 Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
27 Και σηκωθείς υπήγε. Και ιδού, άνθρωπος Αιθίοψ ευνούχος, άρχων της Κανδάκης της βασιλίσσης των Αιθιόπων, όστις ήτο επί πάντων των θησαυρών αυτής, ούτος είχεν ελθεί διά να προσκυνήση εις Ιερουσαλήμ, 27 He arose and went; and behold, there was a man of Ethiopia, a eunuch of great authority under Candace, queen of the Ethiopians, who was over all her treasure, who had come to Jerusalem to worship.
27 καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ,
28 και υπέστρεφε και καθήμενος επί της αμάξης αυτού, ανεγίνωσκε τον προφήτην Ησαΐαν. 28 He was returning and sitting in his chariot, and was reading the prophet Isaiah.
28 ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν.
29 Είπε δε το Πνεύμα προς τον Φίλιππον· Πλησίασον και προσκολλήθητι εις την άμαξαν ταύτην. 29 The Spirit said to Philip, “Go near, and join yourself to this chariot.”
29 εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
30 Και ο Φίλιππος έδραμε πλησίον και ήκουσεν αυτόν αναγινώσκοντα τον προφήτην Ησαΐαν και είπεν· Άραγε γινώσκεις α αναγινώσκεις; 30 Philip ran to him, and heard him reading Isaiah the prophet, and said, “Do you understand what you are reading?”
30 προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν, καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
31 Ο δε είπε· Και πως ήθελον δυνηθή, εάν δεν με οδηγήση τις; Και παρεκάλεσε τον Φίλιππον να αναβή και να καθήση μετ' αυτού. 31 He said, “How can I, unless someone explains it to me?” He begged Philip to come up and sit with him.
31 ὁ δὲ εἶπε· πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
32 Το δε χωρίον της γραφής, το οποίον ανεγίνωσκεν, ήτο τούτο. Εφέρθη ως πρόβατον επί σφαγήν· και ως αρνίον έμπροσθεν του κείροντος αυτό άφωνον, ούτω δεν ανοίγει το στόμα αυτού. 32 Now the passage of the Scripture which he was reading was this, “He was led as a sheep to the slaughter. As a lamb before his shearer is silent, so he doesn’t open his mouth.
32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
33 Εν τη ταπεινώσει αυτού αφηρέθη η κρίσις αυτού· την δε γενεάν αυτού τις θέλει διηγηθή; διότι σηκόνεται από της γης η ζωή αυτού. 33 In his humiliation, his judgment was taken away. Who will declare His generation? For his life is taken from the earth.”
33 ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
34 Αποκριθείς δε ο ευνούχος προς τον Φίλιππον, είπε· Παρακαλώ σε, περί τίνος λέγει τούτο ο προφήτης; περί εαυτού περί άλλου τινός; 34 The eunuch answered Philip, “Who is the prophet talking about? About himself, or about someone else?”
34 ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;
35 Και ανοίξας ο Φίλιππος το στόμα αυτού και αρχίσας από της γραφής ταύτης, ευηγγελίσατο εις αυτόν τον Ιησούν. 35 Philip opened his mouth, and beginning from this Scripture, preached to him about Jesus.
35 ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
36◆ Και καθώς εξηκολούθουν την οδόν, ήλθον εις το ύδωρ, και λέγει ο ευνούχος· Ιδού ύδωρ· τι με εμποδίζει να βαπτισθώ; 36 As they went on the way, they came to some water; and the eunuch said, “Behold, here is water. What is keeping me from being baptized?”
36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;
37◆ Και ο Φίλιππος είπεν· Εάν πιστεύης εξ όλης της καρδίας, δύνασαι. Και αποκριθείς είπε· Πιστεύω ότι ο Ιησούς Χριστός είναι ο Υιός του Θεού. 37 Not in this translation
37 [εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν.]
38◆ Και προσέταξε να σταθή η άμαξα, και κατέβησαν αμφότεροι εις το ύδωρ, ο Φίλιππος και ο ευνούχος, και εβάπτισεν αυτόν. 38 He commanded the chariot to stand still, and they both went down into the water, both Philip and the eunuch, and he baptized him.
38 καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
39 Ότε δε ανέβησαν εκ του ύδατος, Πνεύμα Κυρίου ήρπασε τον Φίλιππον, και δεν είδεν αυτόν πλέον ο ευνούχος· αλλ' επορεύετο την οδόν αυτού χαίρων. 39 When they came up out of the water, the Spirit of the Lord caught Philip away, and the eunuch didn’t see him any more, for he went on his way rejoicing.
39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
40 Ο δε Φίλιππος ευρέθη εις Άζωτον, και διερχόμενος εκήρυττεν εις πάσας τας πόλεις, εωσού ήλθεν εις Καισάρειαν. 40 But Philip was found at Azotus. Passing through, he preached the Good News to all the cities until he came to Caesarea.
40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.