Vamvas Modern Greek Bible: Vamvas (1850) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 Συγκαλέσας δε τους δώδεκα μαθητάς αυτού, έδωκεν εις αυτούς δύναμιν και εξουσίαν κατά πάντων των δαιμονίων και να θεραπεύωσι νόσους· 1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν·
2 και απέστειλεν αυτούς διά να κηρύττωσι την βασιλείαν του Θεού και να ιατρεύωσι τους ασθενούντας, 2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας,
3 και είπε προς αυτούς· Μη βαστάζετε μηδέν εις την οδόν, μήτε ράβδους μήτε σακκίον μήτε άρτον μήτε αργύριον μήτε να έχητε ανά δύο χιτώνας. 3 καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν.
4 Και εις ήντινα οικίαν εισέλθητε, εκεί μένετε και εκείθεν εξέρχεσθε. 4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
5 Και όσοι δεν σας δεχθώσιν, εξερχόμενοι από της πόλεως εκείνης αποτινάξατε και τον κονιορτόν από των ποδών σας διά μαρτυρίαν κατ' αυτών. 5 καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾽ αὐτούς.
6 Εξερχόμενοι δε διήρχοντο από κώμης εις κώμην, κηρύττοντες το ευαγγέλιον και θεραπεύοντες πανταχού. 6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
7 Ήκουσε δε Ηρώδης ο τετράρχης πάντα τα γινόμενα υπ' αυτού, και ήτο εν απορία, διότι ελέγετο υπό τινών ότι ο Ιωάννης ανέστη εκ νεκρών· 7 Ἤκουσε δὲ Ἡρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾽ αὐτοῦ πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἐγήγερται ἐκ [τῶν] νεκρῶν,
8 υπό τινών δε ότι ο Ηλίας εφάνη, υπ' άλλων δε, ότι ανέστη εις των αρχαίων προφητών. 8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
9 Και είπεν ο Ηρώδης· Τον Ιωάννην εγώ απεκεφάλισα· τις δε είναι ούτος, περί του οποίου εγώ ακούω τοιαύτα; και εζήτει να ίδη αυτόν. 9 καὶ εἶπεν ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 Και υποστρέψαντες οι απόστολοι, διηγήθησαν προς αυτόν όσα έπραξαν. Και παραλαβών αυτούς απεσύρθη κατ' ιδίαν εις τόπον έρημον πόλεώς τινός ονομαζομένης Βηθσαϊδά. 10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησε κατ᾽ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά.
11 Οι δε όχλοι νοήσαντες ηκολούθησαν αυτόν, και δεχθείς αυτούς ελάλει προς αυτούς περί της βασιλείας του Θεού, και τους έχοντας χρείαν θεραπείας ιάτρευεν. 11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ, καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰάσατο.
12 Η δε ημέρα ήρχισε να κλίνη· και προσελθόντες οι δώδεκα, είπον προς αυτόν· Απόλυσον τον όχλον, διά να υπάγωσιν εις τας πέριξ κώμας και τους αγρούς και να καταλύσωσι και να εύρωσι τροφάς, διότι εδώ είμεθα εν ερήμω τόπω. 12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ· ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγροὺς καταλύσωσι καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
13 Και είπε προς αυτούς· Δότε σεις εις αυτούς να φάγωσιν. Οι δε είπον· Ημείς δεν έχομεν πλειότερον παρά πέντε άρτους και δύο ιχθύας, εκτός εάν υπάγωμεν ημείς και αγοράσωμεν τροφάς δι' όλον τον λαόν τούτον· 13 εἶπε δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπον· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσομεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα·
14 διότι ήσαν ως πεντακισχίλιοι άνδρες· και είπε προς τους μαθητάς αυτού· Καθίσατε αυτούς κατά αθροίσματα ανά πεντήκοντα. 14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα.
15 Και έπραξαν ούτω, και εκάθησαν άπαντας. 15 καὶ ἐποίησαν οὕτω καὶ ἀνέκλιναν ἅπαντας.
16 Λαβών δε τους πέντε άρτους και τους δύο ιχθύας, ανέβλεψεν εις τον ουρανόν και ευλόγησεν αυτούς και κατέκοψε, και έδιδεν εις τους μαθητάς διά να βάλλωσιν έμπροσθεν του όχλου. 16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.
17 Και έφαγον και εχορτάσθησαν πάντες, και εσηκώθη το περισσεύσαν εις αυτούς εκ των κλασμάτων δώδεκα κοφίνια. 17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
18 Και ενώ αυτός προσηύχετο καταμόνας, ήσαν μετ' αυτού οι μαθηταί, και ηρώτησεν αυτούς λέγων· Τίνα με λέγουσιν οι όχλοι ότι είμαι; 18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;
19 οι δε αποκριθέντες είπον· Ιωάννην τον Βαπτιστήν, άλλοι δε Ηλίαν, άλλοι δε ότι ανέστη τις των αρχαίων προφητών. 19 οἱ δὲ ἀποκριθέντες εἶπον· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
20 Είπε δε προς αυτούς· Σεις δε τίνα με λέγετε ότι είμαι; και αποκριθείς ο Πέτρος είπε· Τον Χριστόν του Θεού. 20 εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· τὸν Χριστὸν τοῦ Θεοῦ.
21 Ο δε προσέταξεν αυτούς σφοδρώς και παρήγγειλε να μη είπωσιν εις μηδένα τούτο, 21 Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο,
22 ειπών ότι πρέπει ο Υιός του ανθρώπου να πάθη πολλά και να καταφρονηθή από των πρεσβυτέρων και αρχιερέων και γραμματέων, και να θανατωθή και τη τρίτη ημέρα να αναστηθή. 22 εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
23 Έλεγε δε προς πάντας· Εάν τις θέλη να έλθη οπίσω μου, ας απαρνηθή εαυτόν και ας σηκώση τον σταυρόν αυτού καθ' ημέραν και ας με ακολουθή. 23 Ἔλεγε δὲ πρὸς πάντας· εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν καὶ ἀκολουθείτω μοι.
24 Διότι όστις θέλει να σώση την ζωήν αυτού, θέλει απολέσει αυτήν· και όστις απολέση την ζωήν αυτού ένεκεν ομού, ούτος θέλει σώσει αυτήν. 24 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
25 Επειδή τι ωφελείται ο άνθρωπος, εάν κερδήση τον κόσμον όλον, εαυτόν δε απολέση ή ζημιωθή; 25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
26 Διότι όστις επαισχυνθή δι' εμέ και τους λόγους μου, διά τούτον ο Υιός του ανθρώπου θέλει επαισχυνθή, όταν έλθη εν τη δόξη αυτού και του Πατρός και των αγίων αγγέλων. 26 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
27 Λέγω δε προς εσάς αληθώς, Είναι τινές των εδώ ισταμένων, οίτινες δεν θέλουσι γευθή θάνατον, εωσού ίδωσι την βασιλείαν του Θεού. 27 λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.
28 Μετά δε τους λόγους τούτους παρήλθον έως οκτώ ημέραι, και παραλαβών τον Πέτρον και Ιωάννην και Ιάκωβον, ανέβη εις το όρος διά να προσευχηθή. 28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
29 Και ενώ προσηύχετο, ηλλοιώθη η όψις του προσώπου αυτού και τα ιμάτια αυτού έγειναν λευκά εξαστράπτοντα. 29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
30 και ιδού, άνδρες δύο συνελάλουν μετ' αυτού, οίτινες ήσαν Μωϋσής και Ηλίας, 30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας,
31 οίτινες φανέντες εν δόξη, έλεγον τον θάνατον αυτού, τον οποίον έμελλε να εκπληρώση εν Ιερουσαλήμ. 31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ.
32 Ο δε Πέτρος και οι μετ' αυτού ήσαν βεβαρημένοι υπό του ύπνου· και ότε εξύπνησαν, είδον την δόξαν αυτού και τους δύο άνδρας τους ισταμένους μετ' αυτού. 32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
33 Και ενώ αυτοί εχωρίζοντο απ' αυτού, είπεν ο Πέτρος προς τον Ιησούν· Επιστάτα, καλόν είναι να ήμεθα εδώ· και ας κάμωμεν τρεις σκηνάς, μίαν διά σε και διά τον Μωϋσήν μίαν και μίαν διά τον Ηλίαν, μη εξεύρων τι λέγει. 33 καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει.
34 Ενώ δε αυτός έλεγε ταύτα, ήλθε νεφέλη και επεσκίασεν αυτούς· και εφοβήθησαν ότε εισήλθον εις την νεφέλην· 34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν ἐκείνους εἰς τὴν νεφέλην·
35 και έγεινε φωνή εκ της νεφέλης, λέγουσα· Ούτος είναι ο Υιός μου ο αγαπητός· αυτού ακούετε. 35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.
36 Και αφού έγεινεν η φωνή, ευρέθη ο Ιησούς μόνος· και αυτοί εσιώπησαν και προς ουδένα είπον εν εκείναις ταις ημέραις ουδέν εξ όσων είδον. 36 καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη ὁ Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.
37 Την δε ακόλουθον ημέραν, ότε κατέβησαν από του όρους, υπήντησεν αυτόν όχλος πολύς. 37 Ἐγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.
38 Και ιδού, άνθρωπός τις εκ του όχλου ανέκραξε, λέγων· Διδάσκαλε, δέομαί σου, επίβλεψον επί τον υιόν μου, διότι μονογενής μου είναι· 38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε λέγων· διδάσκαλε, δέομαί σου, ἐπίβλεψον ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστι·
39 και ιδού, δαιμόνιον πιάνει αυτόν, και εξαίφνης κράζει και σπαράττει αυτόν μετά αφρού, και μόλις αναχωρεί απ' αυτού, συντρίβον αυτόν· 39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν·
40 και παρεκάλεσα τους μαθητάς σου διά να εκβάλωσιν αυτό, και δεν ηδυνήθησαν. 40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
41 Αποκριθείς δε ο Ιησούς, είπεν· Ω γενεά άπιστος και διεστραμμένη, έως πότε θέλω είσθαι μεθ' υμών και θέλω υπομένει υμάς; φέρε τον υιόν σου εδώ. 41 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε τὸν υἱόν σου ὧδε.
42 Και ενώ αυτός έτι προσήρχετο, έρριψεν αυτόν κάτω το δαιμόνιον και κατεσπάραξεν· ο δε Ιησούς επετίμησε το πνεύμα το ακάθαρτον και ιάτρευσε το παιδίον και απέδωκεν αυτό εις τον πατέρα αυτού. 42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
43 Εξεπλήττοντο δε πάντες επί την μεγαλειότητα του Θεού. Και ενώ πάντες εθαύμαζον διά πάντα όσα έκαμεν ο Ιησούς, είπε προς τους μαθητάς αυτού· 43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίησεν ὁ Ἰησοῦς, εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ·
44 Βάλετε σεις εις τα ώτα σας τους λόγους τούτους· διότι ο Υιός του ανθρώπου μέλλει να παραδοθή εις χείρας ανθρώπων. 44 θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
45 Εκείνοι όμως δεν ενόουν τον λόγον τούτον, και ήτο αποκεκρυμμένος απ' αυτών, διά να μη νοήσωσιν αυτόν, και εφοβούντο να ερωτήσωσιν αυτόν περί του λόγου τούτου. 45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46 Εισήλθε δε εις αυτούς διαλογισμός, τις τάχα εξ αυτών ήτο μεγαλήτερος. 46 Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
47 Ο δε Ιησούς, ιδών τον διαλογισμόν της καρδίας αυτών, επίασε παιδίον και έστησεν αυτό πλησίον εαυτού 47 ὁ δὲ Ἰησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίου ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ
48 και είπε προς αυτούς· Όστις δεχθή τούτο το παιδίον εις το όνομά μου, εμέ δέχεται, και όστις δεχθή εμέ, δέχεται τον αποστείλαντά με· διότι ο υπάρχων μικρότερος μεταξύ πάντων υμών ούτος θέλει είσθαι μέγας. 48 καὶ εἶπεν αὐτοῖς· ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, καὶ ὃς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας.
49 Αποκριθείς δε ο Ιωάννης, είπεν· Επιστάτα, είδομέν τινά εκβάλλοντα τα δαιμόνια εν τω ονόματί σου, και ημποδίσαμεν αυτόν, διότι δεν ακολουθεί μεθ' ημών. 49 Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν.
50 Και είπε προς αυτόν ο Ιησούς· Μη εμποδίζετε· διότι όστις δεν είναι καθ' ημών, είναι υπέρ ημών. 50 καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς· μὴ κωλύετε· οὐ γάρ ἐστι καθ᾽ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.
51 Και ότε συνεπληρούντο αι ημέραι διά να αναληφθή, τότε αυτός έκαμε στερεάν απόφασιν να υπάγη εις Ιερουσαλήμ. 51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ,
52 Και απέστειλεν έμπροσθεν αυτού μηνυτάς, οίτινες πορευθέντες εισήλθον εις κώμην Σαμαρειτών, διά να κάμωσιν ετοιμασίαν εις αυτόν. 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ·
53 Και δεν εδέχθησαν αυτόν, διότι εφαίνετο ότι επορεύετο εις Ιερουσαλήμ. 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ.
54 Ιδόντες δε οι μαθηταί αυτού Ιάκωβος και Ιωάννης, είπον· Κύριε, θέλεις να είπωμεν να καταβή πυρ από του ουρανού και να αφανίση αυτούς, καθώς και ο Ηλίας έκαμε; 54 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε;
55 Στραφείς δε επέπληξεν αυτούς και είπε· δεν εξεύρετε ποίου πνεύματος είσθε σείς· 55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς [καὶ εἶπεν· οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς·
56 διότι ο Υιός του ανθρώπου δεν ήλθε να απολέση ψυχάς ανθρώπων, αλλά να σώση. Και υπήγον εις άλλην κώμην. 56 ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι]. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 Ενώ δε επορεύοντο, είπε τις προς αυτόν καθ' οδόν· Θέλω σε ακολουθήσει όπου αν υπάγης, Κύριε. 57 Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε.
58 Και είπε προς αυτόν ο Ιησούς· Αι αλώπεκες έχουσι φωλεάς και τα πετεινά του ουρανού κατοικίας, ο δε Υιός του ανθρώπου δεν έχει που να κλίνη την κεφαλήν. 58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
59 Είπε δε προς άλλον· Ακολούθει μοι. Ο δε είπε· Κύριε, συγχώρησόν μοι να υπάγω πρώτον να θάψω τον πατέρα μου. 59 Εἶπε δὲ πρὸς ἕτερον· ἀκολούθει μοι· ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.
60 Και ο Ιησούς είπε προς αυτόν· Άφες τους νεκρούς να θάψωσι τους εαυτών νεκρούς· συ δε απελθών κήρυττε την βασιλείαν του Θεού. 60 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ.
61 Είπε δε και άλλος· θέλω σε ακολουθήσει, Κύριε· πρώτον όμως συγχώρησόν μοι να αποχαιρετήσω τους εις τον οίκόν μου. 61 Εἶπε δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
62 Και είπε προς αυτόν ο Ιησούς· Ουδείς βαλών την χείρα αυτού επί άροτρον και βλέπων εις τα οπίσω είναι αρμόδιος διά την βασιλείαν του Θεού. 62 εἶπε δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.