1 Καὶ ἐλάλησε Κορὲ υἱὸς Ἰσαὰρ υἱοῦ Καὰθ υἱοῦ Λευί, καὶ Δαθὰν καὶ Ἀβειρὼν υἱοὶ Ἐλιάβ, καὶ Αὒν υἱὸς Φαλὲθ υἱοῦ Ῥουβήν· 2 καὶ ἀνέστησαν ἔναντι Μωυσῆ, καὶ ἄνδρες τῶν υἱῶν Ἰσραὴλ πεντήκοντα καὶ διακόσιοι, ἀρχηγοὶ συναγωγῆς, σύγκλητοι βουλῆς, καὶ ἄνδρες ὀνομαστοί. 3 Συνέστησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν, ἐχέτω ὑμῖν ὅτι πᾶσα ἡ συναγωγὴ πάντες ἅγιοι, καὶ ἐν αὐτοῖς Κύριος· καὶ διατί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν Κυρίου; 4 Καὶ ἀκούσας Μωυσῆς, ἔπεσεν ἐπὶ πρόσωπον. 5 Καὶ ἐλάλησε πρὸς Κόρε καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν, λέγων, ἐπέσκεπται καὶ ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους, καὶ προσηγάγετο πρὸς ἑαυτόν· καὶ οὓς ἐξελέξατο ἑαυτῷ, προσηγάγετο πρὸς ἑαυτόν. 6 Τοῦτο ποιήσατε· λάβετε ὑμῖν αὐτοῖς πυρεῖα Κορὲ, καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, 7 καὶ ἐπίθετε ἐπʼ αὐτὰ πῦρ, καὶ ἐπίθετε ἐπʼ αὐτὰ θυμίαμα ἔναντι Κυρίου αὔριον· καὶ ἔσται ὁ ἀνὴρ ὃν ἐκλέλεκται Κύριος, οὗτος ἅγιος· ἱκανούσθω ὑμῖν υἱοὶ Λευί. 8 Καὶ εἶπε Μωυσῆς πρὸς Κορὲ, εἰσακούσατέ μου υἱοὶ Λευί. 9 Μὴ μικρόν ἐστι τοῦτο ὑμῖν, ὅτι διέστειλεν ὁ Θεὸς Ἰσραὴλ ὑμᾶς ἐκ συναγωγῆς Ἰσραὴλ, καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τᾶς λειτουργίας τῆς σκηνῆς Κυρίου, καὶ παρίστασθαι ἔναντι τῆς σκηνῆς λατρεύειν αὐτοῖς; 10 καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευὶ μετὰ σοῦ, καὶ ζητεῖτε καὶ ἱερατεύειν; 11 Οὕτως σὺ καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν Θεόν· καὶ Ἀαρὼν τίς ἐστιν, ὅτι διαγογγύζετε κατʼ αὐτοῦ; 12 Καὶ ἀπέστειλε Μωυσῆς καλέσαι Δαθὰν καὶ Ἀβειρὼν υἱοὺς Ἑλιάβ· καὶ εἶπαν, οὐκ ἀναβαίνομεν. 13 Μὴ μικρὸν τοῦτο, ὅτι ἀνήγαγες ἡμᾶς εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν; 14 Ἀρχων εἶ· καὶ σὺ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς, καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ καὶ ἀμπελῶνας; τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἄν ἐξέκοψας; οὐκ ἀναβαίνομεν. 15 Καὶ ἐβαρυθύμησε Μωυσῆς σφόδρα, καὶ εἶπε πρὸς Κύριον, μὴ πρόσχῃς εἰς τὴν θυσίαν αὐτῶν· οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα, οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν. 16 Καὶ εἶπε Μωυσῆς πρὸς Κορὲ, ἁγίασον τὴν συναγωγήν σου, καὶ γίνεσθε ἕτοιμοι ἔναντι Κυρίου σὺ καὶ Ἀαρὼν καὶ αὐτοὶ αὔριον· 17 Καὶ λάβετε ἕκαστος τὸ πυρεῖον αὐτοῦ, καὶ ἐπιθήσετε ἐπʼ αὐτὰ θυμίαμα, καὶ προσάξετε ἔναντι Κυρίου ἕκαστος τὸ πυρεῖον αὐτοῦ, πεντήκοντα καὶ διακόσια πυρεῖα, καὶ σὺ καὶ Ἀαρὼν ἕκαστος τὸ πυρεῖον αὐτοῦ. 18 Καὶ ἔλαβεν ἕκαστος τὸ πυρεῖον αὐτοῦ, καὶ ἐπέθηκαν ἐπʼ αὐτὰ πῦρ, καὶ ἐπέβαλον ἐπʼ αὐτὰ θυμίαμα· καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου Μωυσῆς καὶ Ἀαρών. 19 Καὶ ἐπισυνέστησεν ἐπʼ αὐτοὺς Κορὲ τὴν πᾶσαν αὐτοῦ συναγωγὴν παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ὤφθη ἡ δόξα Κυρίου πάσῃ τῇ συναγωγῇ. 20 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων, 21 ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ. 22 Καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπαν, Θεὸς, Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς, εἰ ἄνθρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ Κυρίου; 23 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 24 λάλησον τῇ συναγωγῇ, λέγων, ἀναχωρήσατε κύκγῳ ἀπὸ τῆς συναγωγῆς Κορὲ. 25 Καὶ ἀνέστη Μωυσῆς, καὶ ἐπορεύθη πρὸς Δαθὰν καὶ Ἀβειρὼν, καὶ συνεπορεύθησαν μετʼ αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ἰσραήλ. 26 Καὶ ἐλάλησε πρὸς τὴν συναγωγὴν, λέγων, ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὧν ἐστιν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν. 27 Καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορὲ κύκλῳ· καὶ Δαθὰν καὶ Ἀβειρὼν ἐξῆλθον, καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καὶ ἡ ἀποσκευὴ αὐτῶν. 28 Καὶ εἶπε Μωυσῆς, ἐν τούτῳ γνώσεσθε ὅτι Κύριος ἀπέστειλέ με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ ἀπʼ ἐμαυτοῦ. 29 Εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι, εἰ καὶ κατʼ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ Κύριος ἀπέσταλκέ με. 30 Ἀλλʼ ἢ ἐν φάσματι δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς, καὶ τοὺς οἴκους αὐτῶν, καὶ τὰς σκηνὰς αὐτῶν, καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε, ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν Κύριον. 31 Ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐῤῥάγη ἡ γῆ ὑποκάτω αὐτῶν. 32 Καὶ ἠνοίχθη ἡ γῆ, καὶ κατέπιεν αὐτοὺς, καὶ τοὺς οἴκους αὐτῶν, καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορὲ, καὶ τὰ κτήνη αὐτῶν. 33 Καὶ κατέβησαν αὐτοὶ, καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς. 34 Καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες, μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ. 35 Καὶ πῦρ ἐξῆλθε παρὰ Κυρίου, καὶ κατέφαγε τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα.
Números · Septuaginta griega de Brenton
Números 16 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Abiram
A Reubenite, son of Eliab, who with his brother Dathan joined Korah's rebellion against Moses, refused to come when summoned, and was swallowed by the earth with his household.
Citado en la guía: Numbers 16:1; Numbers 16:12; Numbers 26:9
Dathan
A Reubenite, son of Eliab, who with his brother Abiram joined Korah's rebellion against Moses, refused to come when summoned, and was swallowed by the earth with his household.
Citado en la guía: Numbers 16:1; Numbers 16:12; Numbers 26:9
Eliab
The son of Pallu of Reuben and the father of Nemuel, Dathan and Abiram.
Citado en la guía: Numbers 16:1; Numbers 26:8–9; Deuteronomy 11:6
Korah
A Kohathite Levite, son of Izhar, who led a rebellion against Moses and Aaron with Dathan, Abiram and 250 leaders and was swallowed by the earth, though his line did not die out.…
Citado en la guía: Exodus 6:21; Numbers 16:1; Numbers 16:5
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Citado en la guía: Exodus 2–Deuteronomy 34
On
A Reubenite, son of Peleth, named with Dathan and Abiram among those who joined Korah in rebelling against Moses; he is named only in Numbers 16:1.
Citado en la guía: Numbers 16:1
Peleth
The father of On, a Reubenite who joined Korah's rebellion against Moses.
Citado en la guía: Numbers 16:1
Referencias cruzadas (31)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Judas 11; Deuteronomio 11:6; Éxodo 6:21; Números 27:3; Números 26:9–10
- 2 Números 26:9; Ezequiel 23:10; 1 Crónicas 5:24; Génesis 6:4; Números 1:16
- 3 Salmo 106:16; Números 14:14; Éxodo 19:6; Hechos 7:51; Números 16:7
- 4 Números 14:5; Números 20:6; Números 16:45; Josué 7:6
- 5 Salmo 65:4; Números 17:5; Levítico 10:3; 2 Timoteo 2:19; Números 16:3
- 6 Levítico 10:1; Números 16:35–40; Levítico 16:12–13; 1 Reyes 18:21–23; Números 16:46–48
- 7 Números 16:3; Números 16:5; Mateo 21:23–27; 2 Tesalonicenses 2:13; 1 Pedro 2:9
- 9 Isaías 7:13; Deuteronomio 10:8; Ezequiel 44:10–11; Números 1:53; Nehemías 12:44
- 10 Romanos 12:10; Números 18:7; Filipenses 2:3; Lucas 22:24; Números 3:10
- 11 Éxodo 17:2; Éxodo 16:7–8; Números 16:3; 1 Corintios 3:5; Juan 13:20
- 12 Proverbios 29:9; Judas 8; 1 Pedro 2:13–14; Isaías 3:5
- 13 Hechos 7:35; Números 11:5; Éxodo 2:14; Éxodo 16:3; Éxodo 2:23
- 14 Levítico 20:24; Jueces 16:21; 1 Samuel 11:2; Números 36:8–10; Éxodo 3:17
- 15 Génesis 4:4–5; 2 Corintios 7:2; 1 Corintios 9:15; Éxodo 32:19; Números 12:3
- 16 1 Samuel 12:7; 1 Samuel 12:3; Números 16:6–7; 2 Timoteo 2:14
- 17 1 Samuel 12:7
- 19 Números 14:10; Números 16:42; Levítico 9:23; Éxodo 16:7; Éxodo 16:10
- 21 Números 16:45; Éxodo 32:10; Éxodo 33:5; Salmo 73:19; Apocalipsis 18:4
- 22 Números 27:16; Zacarías 12:1; Job 12:10; Hebreos 12:9; Eclesiastés 12:7
- 24 Números 16:21
- 25 Números 11:25; Números 11:30; Números 11:16–17
- 26 Isaías 52:11; Apocalipsis 18:4; 2 Corintios 6:17; Hechos 13:51; 1 Timoteo 5:22
- 27 Job 40:10–11; Proverbios 16:18; Isaías 28:14; Proverbios 18:12; 2 Reyes 9:30–31
- 28 Juan 6:38; Éxodo 3:12; Ezequiel 13:17; Jeremías 23:16; Juan 14:11
- 29 1 Reyes 22:28; Lamentaciones 4:22; Jeremías 5:9; Eclesiastés 3:19; Job 35:15
- 30 Salmo 55:15; Números 16:33; Job 31:3; Isaías 45:12; Isaías 45:7
- 31 Salmo 106:17–18; Números 27:3; Deuteronomio 11:6; Números 26:10–11
- 32 Números 26:11; Salmo 106:17; Apocalipsis 12:16; 1 Crónicas 6:22; Isaías 5:14
- 33 Isaías 14:9; Isaías 14:15; Salmo 69:15; Ezequiel 32:30; Salmo 143:7
- 34 Números 17:12–13; Zacarías 14:5; Isaías 33:3; Apocalipsis 6:15–17
- 35 Números 26:10; Levítico 10:2; Salmo 106:18; Números 11:1–3; Números 16:2
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias