Skip to the text

Deuteronomy · Brenton's Greek Septuagint

Deuteronomy 23 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Οὐ λήψεται ἄνθρωπος τὴν γυναῖκα τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἀποκαλύψει συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ. 2 Οὐκ εἰσελεύσεται θλαδίας, οὐδὲ ἀποκεκομμένος, εἰς ἐκκλησίαν Κυρίου. 3 Οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν Κύριου. 4 Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως εἰς τὸν αἰῶνα· 5 παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ, ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου, καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἐκ τῆς Μεσοποταμίας καταρᾶσθαί σε. 6 Καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου εἰσακοῦσαι τοῦ Βαλαάμ· καὶ μετέστρεψε Κύριος ὁ Θεός σου τὰς κατάρας εἰς εὐλογίαν, ὅτι ἠγάπησέ σε Κύριος ὁ Θεός σου. 7 Οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς καὶ συμφέροντα αὐτοῖς πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα. 8 Οὐ βδελύξῃ Ἰδουμαῖον, ὅτι ἀδελφός σού ἐστίν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ. 9 Υἱοὶ ἐὰν γεννηθῶσιν αὐτοῖς, γενεᾷ τρίτῃ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου. 10 Ἐὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παντὸς ῥήματος πονηροῦ. 11 Ἐὰν ἠ· ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔσται καθαρὸς ἐκ ῥύσεως αὐτοῦ νυκτὸς, καὶ ἐξελεύσεται ἔξω τῆν παρεμβολῆς, καὶ οὐκ εἰσελεύσεται εἰς τὴν παρεμβολήν. 12 Καὶ ἔσται τὸ πρὸς ἐσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δεδυκότος ἡλίου εἰσελεύσεται εἰς τὴν παρεμβολήν. 13 Καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω. 14 Καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου· καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ, καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου· 15 Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου· καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος, καὶ ἀποστρέψει ἀπὸ σοῦ. 16 Οὐ παραδώσεις παῖδα τῷ κυρίῳ αὐτοῦ, ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ. 17 Μετὰ σοῦ κατοικήσει, ἐν ὑμῖν κατοικήσει οὗ ἂν ἀρέσῃ αὐτῷ· οὐ θλίψεις αὐτόν. 18 Οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ· οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων Ἰσραήλ, καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ἰσραήλ. 19 Οὐ προσοίσεις μίσθωμα πόρνης, οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου πρὸς πᾶσαν εὐχὴν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου ἐστὶ καὶ ἀμφότερα. 20 Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου, καὶ τόκον βρωμάτων, καὶ τοκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανίσῃς. 21 Τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς, τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν. 22 Ἐὰν δὲ εὔξῃ εὐχὴν Κυρίῳ τῷ Θεῷ σου, οὐ χρονιεῖς ἀποδοῦναι αὐτὴν, ὅτι ἐκζητῶν ἐκζητήσει Κύριος ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται ἐν σοὶ ἁμαρτία. 23 Ἐὰν δὲ μὴ θέλῃς εὔξασθαι, οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία. 24 Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ, καὶ ποιήσεις ὃν τρόπον ηὔξω Κυρίῳ τῷ Θεῷ δόμα, ὃ ἐλάλησας τῷ στόματί σου. 25 Ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου, καὶ συλλέξῃς ἐν ταῖς χερσί σου στάχυς, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπʼ ἀμητὸν τοῦ πλησίον σου. 26 Ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου, φαγῇ σταφυλὴν, ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δὲ ἄγγος οὐκ ἐμβάλῃς.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Beor

    Father of Balaam

    The father of the diviner Balaam, whose home was Pethor by the Euphrates.

    Cited in the guide: Numbers 22:5; Numbers 24:3; Deuteronomy 23:4

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Cited in the guide: Exodus 2–Deuteronomy 34

Cross references (23)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Galatians 3:28; Isaiah 56:3–4; Leviticus 21:17–21; Nehemiah 13:1–3; Deuteronomy 23:2–3
  2. 2 Zechariah 9:6; Isaiah 57:3; Hebrews 12:8; John 8:41
  3. 3 Nehemiah 13:1–2; Ruth 4:6; Isaiah 56:3; Nehemiah 13:23; Ruth 4:10–22
  4. 4 Nehemiah 13:2; 2 Peter 2:15; 1 Kings 18:4; Deuteronomy 2:28–29; Matthew 25:40
  5. 5 Deuteronomy 7:7–8; Romans 8:31; Ephesians 2:4–5; Numbers 24:9; 2 Corinthians 4:17
  6. 6 Ezra 9:12; Nehemiah 13:23–25; 2 Samuel 8:2; 2 Samuel 12:31
  7. 7 Exodus 22:21; Deuteronomy 10:19; Exodus 23:9; Leviticus 19:34; Genesis 25:24–26
  8. 8 Exodus 20:5–6; Ephesians 2:12–13; Deuteronomy 23:1–3; Romans 3:29–30
  9. 9 Joshua 6:18; Revelation 19:11–14; Joshua 7:11–13; Judges 20:26; 2 Chronicles 20:3–13
  10. 10 Leviticus 15:16; Numbers 5:2–3; 1 Corinthians 5:11–13
  11. 11 Leviticus 14:9; Hebrews 10:22; Leviticus 15:5; Ephesians 5:26–27; Luke 11:38–39
  12. 13 Ezekiel 24:6–8
  13. 14 2 Corinthians 6:16; Leviticus 26:12; Genesis 17:1; Exodus 3:5
  14. 15 1 Samuel 30:15; Obadiah 14
  15. 16 Exodus 22:21; James 2:6; Exodus 23:9; Zechariah 7:10; Isaiah 16:3–4
  16. 17 2 Kings 23:7; Leviticus 19:29; 1 Kings 14:24; 1 Kings 15:12; Deuteronomy 22:21
  17. 18 Revelation 22:15; Philippians 3:2; Matthew 7:6; Leviticus 18:22; Isaiah 61:8
  18. 19 Exodus 22:25; Psalm 15:5; Leviticus 25:35–37; Ezekiel 18:7–8; Luke 6:34–35
  19. 20 Deuteronomy 15:10; Deuteronomy 15:3; 1 Corinthians 15:58; Deuteronomy 14:21; Luke 14:14
  20. 21 Ecclesiastes 5:4–5; Psalm 66:13–14; Psalm 116:18; Psalm 56:12; Numbers 30:1–16
  21. 23 Proverbs 20:25; Judges 11:30–31; Acts 23:12; Jeremiah 44:25–27; Ecclesiastes 5:4–5
  22. 24 1 Corinthians 10:26; Romans 12:13; Hebrews 13:5
  23. 25 Mark 2:23; Matthew 12:1–2; Luke 6:1–2

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences