LXX Brenton's Greek Septuagint WEB World English Bible (Classic, with Deuterocanon) 1 Καὶ εἶπε Βαλαὰμ τῷ Βαλὰκ οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς, καὶ ἐτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριούς. 1 Balaam said to Balak, “Build here seven altars for me, and prepare here seven bulls and seven rams for me.”
2 Καὶ ἐποίησε Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ· καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 2 Balak did as Balaam had spoken; and Balak and Balaam offered on every altar a bull and a ram.
3 Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ Θεὸς ἐν συναντήσει, καὶ ῥῆμα ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι· καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ. 3 Balaam said to Balak, “Stand by your burnt offering, and I will go. Perhaps Yahweh will come to meet me. Whatever he shows me I will tell you.” He went to a bare height.
4 Καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεόν· καὶ ἐπορεύθη εὐθεῖαν· καὶ ἐφάνη ὁ Θεὸς τῷ Βαλαὰμ· καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ, τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα, καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 4 God met Balaam, and he said to him, “I have prepared the seven altars, and I have offered up a bull and a ram on every altar.”
5 Καὶ ἐνέβαλεν ὁ Θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ, καὶ εἶπεν, ἐπιστραφεὶς πρὸς Βαλὰκ, οὕτω λαλήσεις. 5 Yahweh put a word in Balaam’s mouth, and said, “Return to Balak, and thus you shall speak.”
6 Καὶ ἀπεστράφη πρὸς αὐτόν· καὶ ὁ δὲ ἐφιστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετʼ αὐτοῦ· καὶ ἐγενήθη πνεῦμα Θεοῦ ἐπʼ αὐτῷ. 6 He returned to him, and behold, he was standing by his burnt offering, he, and all the princes of Moab.
7 Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλὰκ βασιλεὺς Μωὰβ ἐξ ὀρέων ἀπʼ ἀνατολῶν, λέγων, δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ. 7 He took up his parable, and said, “From Aram has Balak brought me, the king of Moab from the mountains of the East. Come, curse Jacob for me. Come, defy Israel.
8 Τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος; ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ Θεός; 8 How shall I curse whom God has not cursed? How shall I defy whom Yahweh has not defied?
9 Ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν, καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν· ἰδοὺ λαὸς μόνος κατοικήσει, καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται. 9 For from the top of the rocks I see him. From the hills I see him. Behold, it is a people that dwells alone, and shall not be listed among the nations.
10 Τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακὼβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων. 10 Who can count the dust of Jacob, or count the fourth part of Israel? Let me die the death of the righteous! Let my last end be like his!”
11 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν. 11 Balak said to Balaam, “What have you done to me? I took you to curse my enemies, and behold, you have blessed them altogether.”
12 Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, οὐχὶ ὅσα ἂν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι; 12 He answered and said, “Must I not take heed to speak that which Yahweh puts in my mouth?”
13 Καὶ εἶπε πρὸς αὐτὸν Βαλὰκ, δεῦρο ἔτι μετʼ ἐμοῦ εἰς τόπον ἄλλον ἐξ οὗ οὐκ ὄψει αὐτὸν ἐκεῖθεν, ἀλλʼ ἢ μέρος τι αὐτοῦ ὄψει, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 13 Balak said to him, “Please come with me to another place, where you may see them. You shall see just part of them, and shall not see them all. Curse them from there for me.”
14 Καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου· καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς, καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 14 He took him into the field of Zophim, to the top of Pisgah, and built seven altars, and offered up a bull and a ram on every altar.
15 Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν. 15 He said to Balak, “Stand here by your burnt offering, while I meet God over there.”
16 Καὶ συνήντησεν ὁ Θεὸς τῷ Βαλαὰμ, καὶ ἐνέβαλε ῥῆμα εἰς τὸ στόμα αὐτοῦ, καὶ εἶπεν, ἀποστράφηθι πρὸς Βαλὰκ, καὶ τάδε λαλήσεις. 16 Yahweh met Balaam, and put a word in his mouth, and said, “Return to Balak, and say this.”
17 Καὶ ἀπεστράφη πρὸς αὐτόν· καὶ ὁ δὲ ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετʼ αὐτοῦ· καὶ εἶπεν αὐτῷ Βαλὰκ, τί ἐλάλησε Κύριος; 17 He came to him, and behold, he was standing by his burnt offering, and the princes of Moab with him. Balak said to him, “What has Yahweh spoken?”
18 Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπεν, ἀνάστηθι Βαλὰκ, καὶ ἄκουε, ἐνώτισαι μάρτυς υἱὸς Σεπφώρ. 18 He took up his parable, and said, “Rise up, Balak, and hear! Listen to me, you son of Zippor.
19 Οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδʼ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι, αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ; 19 God is not a man, that he should lie, nor a son of man, that he should repent. Has he said, and he won’t do it? Or has he spoken, and he won’t make it good?
20 Ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω, καὶ οὐ μὴ ἀποστρέψω. 20 Behold, I have received a command to bless. He has blessed, and I can’t reverse it.
21 Οὐκ ἔσται μόχθος ἐν Ἰακὼβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· Κύριος ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ. 21 He has not seen iniquity in Jacob. Neither has he seen perverseness in Israel. Yahweh his God is with him. The shout of a king is among them.
22 Θεὸς ὁ ἐξαγαγὼν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ. 22 God brings them out of Egypt. He has as it were the strength of the wild ox.
23 Οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακὼβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ· κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ, καὶ τῷ Ἰσραὴλ, τί ἐπιτελέσει ὁ Θεός; 23 Surely there is no enchantment with Jacob; neither is there any divination with Israel. Now it shall be said of Jacob and of Israel, ‘What has God done!’
24 Ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται, καὶ ὡς λέων γαυρωθήσεται· οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται. 24 Behold, a people rises up as a lioness. As a lion he lifts himself up. He shall not lie down until he eats of the prey, and drinks the blood of the slain.”
25 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, οὔτε κατάραις καταράσῃ μοι αὐτὸν, οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. 25 Balak said to Balaam, “Neither curse them at all, nor bless them at all.”
26 Καὶ ἀποκριθεὶς Βαλαὰμ, εἶπε τῷ Βαλὰκ, οὐκ ἐλάλησά σοι, λέγων, τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ Θεὸς, τοῦτο ποιήσω; 26 But Balaam answered Balak, “Didn’t I tell you, saying, ‘All that Yahweh speaks, that I must do’?”
27 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ Θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 27 Balak said to Balaam, “Come now, I will take you to another place; perhaps it will please God that you may curse them for me from there.”
28 Καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογὼρ, τὸ παρατεῖνον εἰς τὴν ἔρημον. 28 Balak took Balaam to the top of Peor, that looks down on the desert.
29 Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς, καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριούς. 29 Balaam said to Balak, “Build seven altars for me here, and prepare seven bulls and seven rams for me here.”
30 Καὶ ἐποίησε Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαάμ, καί ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 30 Balak did as Balaam had said, and offered up a bull and a ram on every altar.