Saltar al texto

1 Corintios · Texto Patriarcal (Antoniades 1904/1912)

1 Corintios 12 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 περι δε των πνευματικων, αδελφοι, ου θελω υμας αγνοειν.
1 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.
2 οιδατε οτι, οτε εθνη ητε, προς τα ειδωλα τα αφωνα ως αν ηγεσθε απαγομενοι.
2 οἴδατε ὅτι, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.
3 διο γνωριζω υμιν οτι ουδεις εν πνευματι θεου λαλων λεγει αναθεμα ιησουν, και ουδεις δυναται ειπειν κυριον ιησουν ει μη εν πνευματι αγιω.
3 διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν, καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ.
4 διαιρεσεις δε χαρισματων εισιν, το δε αυτο πνευμα·
4 Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα·
5 και διαιρεσεις διακονιων εισιν, και ο αυτος κυριος·
5 καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος·
6 και διαιρεσεις ενεργηματων εισιν, ο δε αυτος εστιν θεος, ο ενεργων τα παντα εν πασιν.
6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
7 εκαστω δε διδοται η φανερωσις του πνευματος προς το συμφερον.
7 Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον.
8 ω μεν γαρ δια του πνευματος διδοται λογος σοφιας, αλλω δε λογος γνωσεως κατα το αυτο πνευμα,
8 ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα,
9 ετερω δε πιστις εν τω αυτω πνευματι, αλλω δε χαρισματα ιαματων εν τω αυτω πνευματι,
9 ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι,
10 αλλω δε ενεργηματα δυναμεων, αλλω δε προφητεια, αλλω δε διακρισεις πνευματων, ετερω δε γενη γλωσσων, αλλω δε ερμηνεια γλωσσων·
10 ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
11 παντα δε ταυτα ενεργει το εν και το αυτο πνευμα, διαιρουν ιδια εκαστω καθως βουλεται.
11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
12 καθαπερ γαρ το σωμα εν εστιν και μελη εχει πολλα, παντα δε τα μελη του σωματος του ενος, πολλα οντα, εν εστιν σωμα, ουτως και ο χριστος·
12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι καὶ μέλη ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός, πολλὰ ὄντα, ἕν ἐστι σῶμα, οὕτω καὶ ὁ Χριστός·
13 και γαρ εν ενι πνευματι ημεις παντες εις εν σωμα εβαπτισθημεν, ειτε ιουδαιοι ειτε ελληνες, ειτε δουλοι ειτε ελευθεροι, και παντες εις εν πνευμα εποτισθημεν.
13 καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν.
14 και γαρ το σωμα ουκ εστιν εν μελος, αλλα πολλα.
14 καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.
15 εαν ειπη ο πους, οτι ουκ ειμι χειρ, ουκ ειμι εκ του σωματος,— ου παρα τουτο ουκ εστιν εκ του σωματος;
15 ἐὰν εἴπῃ ὁ πούς, ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, — οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
16 και εαν ειπη το ους, οτι ουκ ειμι οφθαλμος, ουκ ειμι εκ του σωματος,— ου παρα τουτο ουκ εστιν εκ του σωματος;
16 καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, — οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
17 ει ολον το σωμα οφθαλμος, που η ακοη; ει ολον ακοη, που η οσφρησις;
17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
18 νυνι δε ο θεος εθετο τα μελη εν εκαστον αυτων εν τω σωματι καθως ηθελησεν.
18 νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν.
19 ει δε ην τα παντα εν μελος, που το σωμα;
19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
20 νυν δε πολλα μεν μελη, εν δε σωμα.
20 νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
21 ου δυναται δε οφθαλμος ειπειν τη χειρι· χρειαν σου ουκ εχω· η παλιν η κεφαλη τοις ποσιν· χρειαν υμων ουκ εχω·
21 οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί· χρείαν ὑμῶν οὐκ ἔχω·
22 αλλα πολλω μαλλον τα δοκουντα μελη του σωματος ασθενεστερα υπαρχειν αναγκαια εστιν,
22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστι,
23 και α δοκουμεν ατιμοτερα ειναι του σωματος, τουτοις τιμην περισσοτεραν περιτιθεμεν, και τα ασχημονα ημων ευσχημοσυνην περισσοτεραν εχει,
23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει,
24 τα δε ευσχημονα ημων ου χρειαν εχει. αλλ ο θεος συνεκερασεν το σωμα, τω υστερουντι περισσοτεραν δους τιμην,
24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλ᾽ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν,
25 ινα μη η σχισμα εν τω σωματι, αλλα το αυτο υπερ αλληλων μεριμνωσιν τα μελη·
25 ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη·
26 και ειτε πασχει εν μελος, συμπασχει παντα τα μελη, ειτε δοξαζεται εν μελος, συγχαιρει παντα τα μελη.
26 καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.
27 υμεις δε εστε σωμα χριστου και μελη εκ μερους.
27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
28 και ους μεν εθετο ο θεος εν τη εκκλησια πρωτον αποστολους, δευτερον προφητας, τριτον διδασκαλους, επειτα δυναμεις, ειτα χαρισματα ιαματων, αντιληψεις, κυβερνησεις, γενη γλωσσων.
28 Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.
29 μη παντες αποστολοι; μη παντες προφηται; μη παντες διδασκαλοι; μη παντες δυναμεις;
29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
30 μη παντες χαρισματα εχουσιν ιαματων; μη παντες γλωσσαις λαλουσιν; μη παντες διερμηνευουσιν;
30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι;
31 ζηλουτε δε τα χαρισματα τα κρειττονα. και ετι καθ υπερβολην οδον υμιν δεικνυμι.
31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
Referencias cruzadas (30)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Corintios 12:4–11; Efesios 4:11; 1 Corintios 14:1–18; 1 Corintios 14:37
  2. 2 1 Pedro 4:3; 1 Tesalonicenses 1:9; Salmo 115:5; Gálatas 4:8; Efesios 2:11–12
  3. 3 1 Juan 4:2–3; Mateo 16:16–17; Romanos 10:9; 2 Corintios 3:5; Juan 13:13
  4. 4 1 Pedro 4:10; 1 Corintios 12:28; Romanos 12:4–6; Hebreos 2:4; 1 Corintios 12:8–11
  5. 5 Efesios 4:11–12; Romanos 14:8–9; Romanos 12:6–8; 1 Corintios 8:6; Mateo 23:10
  6. 6 1 Corintios 3:7; Juan 5:17; 1 Corintios 12:11; Hebreos 13:21; Efesios 4:6
  7. 7 1 Pedro 4:10–11; Romanos 12:6–8; 1 Corintios 14:19; 1 Corintios 14:12; 1 Corintios 14:17
  8. 8 Proverbios 2:6; 1 Corintios 2:6–10; Efesios 1:17–18; 2 Corintios 8:7; Salmo 143:10
  9. 9 Santiago 5:14–15; Efesios 2:8; 2 Corintios 4:13; Hebreos 11:33; Mateo 17:19–20
  10. 10 1 Corintios 14:39; 1 Juan 4:1; Marcos 16:17; 1 Corintios 12:28–30; Joel 2:28
  11. 11 Hebreos 2:4; 1 Corintios 12:4; 2 Corintios 10:13; 1 Corintios 12:6; Efesios 4:7
  12. 12 Romanos 12:4–5; Colosenses 3:15; 1 Corintios 12:27; Efesios 4:15–16; Colosenses 2:19
  13. 13 Efesios 4:5; Colosenses 3:11; Gálatas 3:28; Juan 7:37–39; Romanos 6:3–6
  14. 14 1 Corintios 12:27–28; 1 Corintios 12:12; Efesios 4:25; 1 Corintios 12:19
  15. 15 Jueces 9:8–15; 2 Reyes 14:9
  16. 16 Romanos 12:3; Filipenses 2:3; 1 Corintios 12:22; Romanos 12:10
  17. 17 Salmo 139:13–16; Salmo 94:9; Proverbios 20:12; 1 Corintios 12:21; 1 Corintios 12:29
  18. 18 1 Corintios 12:28; Romanos 12:3; 1 Corintios 12:11; 1 Corintios 3:5; Lucas 12:32
  19. 20 1 Corintios 12:14; 1 Corintios 12:12
  20. 21 Nehemías 4:16–21; Esdras 10:1–5; Job 29:11
  21. 22 Proverbios 14:28; Eclesiastés 9:14–15; Eclesiastés 4:9–12; Eclesiastés 5:9; 2 Corintios 1:11
  22. 23 Génesis 3:21
  23. 24 Génesis 3:11; Génesis 2:25
  24. 25 2 Corintios 13:11; 1 Corintios 1:10–12; Juan 17:21–26; 2 Corintios 8:16; 2 Corintios 7:12
  25. 26 Romanos 12:15; Gálatas 6:2; Hebreos 13:3; 1 Pedro 3:8
  26. 27 Efesios 4:12; Efesios 5:30; Romanos 12:5; Colosenses 1:24; 1 Corintios 12:12
  27. 28 Efesios 4:11–13; Romanos 12:6–8; 1 Corintios 12:18; 1 Corintios 12:7–11; 1 Timoteo 5:17
  28. 29 1 Corintios 12:4–11; 1 Corintios 12:14–20
  29. 30 1 Corintios 12:10
  30. 31 1 Corintios 13:1–14:1; 1 Corintios 14:39; Filipenses 3:8; Mateo 5:6; 1 Corintios 8:1

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 12:1 John Chrysostom, Homilies on First Corinthians (Homily XXIX)

    This whole place is very obscure: but the obscurity is produced by our ignorance of the facts referred to and by their cessation, being such as then used to occur but now no longer take place. And why do they not happen now?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Cita 12:12 Clement of Rome, First Epistle to the Corinthians (Chapters XXXIV–XXXIX)

    Let us take our body for an example. The head is nothing without the feet, and the feet are nothing without the head; yea, the very smallest members of our body are necessary and useful to the whole body.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 12:4 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters XXVII–XXVIII)

    For although the Spirit of the Saviour that is in Him "searcheth all things, even the deep things of God," yet as to us "there are diversities of gifts, differences of administrations, and diversities of operations;" and we, while upon the earth, as Paul also declares, "know in part, and prophesy in part." Since, therefore, we know but in part, …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 12:22 Augustine of Hippo, Confessions (Book X, Chapters XXIX–XXXI)

    But I am not such a one, "for I am a sinful man." Yet do I also magnify Thy name; and He who hath "overcome the world" maketh intercession to Thee for my sins, accounting me among the "feeble members" of His body, because Thine eyes saw that of him which was imperfect; and in Thy book all shall be …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Cita 12:31 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXII)

    "But covet earnestly," saith he, "the best gifts: and yet show I unto you a more excellent way." And when he was to declare this "way," he spoke not of raising the dead, not of cleansing of lepers, not of any other such thing; but in place of all these he set charity.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)