LXX Brenton's Greek Septuagint WEB World English Bible (Classic, with Deuterocanon) 1 Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ἰσραήλ· καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυὶδ, γινώσκων γνώσῃ, ὅτι μετʼ ἐμοῦ ἐξελεύσῃ εἰς πόλεμον σὺ, καὶ οἱ ἄνδρες σου. 1 In those days, the Philistines gathered their armies together for warfare, to fight with Israel. Achish said to David, “Know assuredly that you will go out with me in the army, you and your men.”
2 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς, οὕτω νῦν γνώσῃ ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυὶδ, οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας 2 David said to Achish, “Therefore you will know what your servant can do.” Achish said to David, “Therefore I will make you my bodyguard forever.”
3 Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθαὶμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς. 3 Now Samuel was dead, and all Israel had mourned for him and buried him in Ramah, even in his own city. Saul had sent away those who had familiar spirits and the wizards out of the land.
4 Καὶ συναθροίζονται οἱ ἀλλόφυλοι, καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωνάμ· καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραὴλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ. 4 The Philistines gathered themselves together, and came and encamped in Shunem; and Saul gathered all Israel together, and they encamped in Gilboa.
5 Καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα. 5 When Saul saw the army of the Philistines, he was afraid, and his heart trembled greatly.
6 Καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις. 6 When Saul inquired of Yahweh, Yahweh didn’t answer him by dreams, by Urim, or by prophets.
7 Καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ, ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν, καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παἷδες αὐτοῦ πρὸς αὐτὸν ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Ἀενδώρ. 7 Then Saul said to his servants, “Seek for me a woman who has a familiar spirit, that I may go to her and inquire of her.” His servants said to him, “Behold, there is a woman who has a familiar spirit at Endor.”
8 Καὶ συνεκαλύψατο Σαοὺλ, καὶ περιεβάλετο ἱμάτια ἕτερα, καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετʼ αὐτοῦ, καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς, καὶ εἶπεν αὐτῇ, μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ, καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι. 8 Saul disguised himself and put on other clothing, and went, he and two men with him, and they came to the woman by night. Then he said, “Please consult for me by the familiar spirit, and bring me up whomever I shall name to you.”
9 Καὶ εἶπεν αὐτῷ ἡ γυνὴ, ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαοὺλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς, καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μοι θανατῶσαι αὐτήν; 9 The woman said to him, “Behold, you know what Saul has done, how he has cut off those who have familiar spirits and the wizards out of the land. Why then do you lay a snare for my life, to cause me to die?”
10 Καὶ ὤμοσεν αὐτῇ Σαοὺλ, λέγων, ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ. 10 Saul swore to her by Yahweh, saying, “As Yahweh lives, no punishment will happen to you for this thing.”
11 Καὶ εἶπεν ἡ γυνὴ, τίνα ἀναγάγω σοι; καὶ εἶπε, τὸν Σαμουὴλ ἀνάγαγέ μοι. 11 Then the woman said, “Whom shall I bring up to you?” He said, “Bring Samuel up for me.”
12 Καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαοὺλ, ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. 12 When the woman saw Samuel, she cried with a loud voice; and the woman spoke to Saul, saying, “Why have you deceived me? For you are Saul!”
13 Καὶ εἶπεν αὐτῇ ὁ βασιλεὺς, μὴ φοβοῦ, εἶπον τίνα ἑώρακας· καὶ εἶπεν αὐτῷ ἡ γυνὴ, θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς. 13 The king said to her, “Don’t be afraid! What do you see?” The woman said to Saul, “I see a god coming up out of the earth.”
14 Καὶ εἶπεν αὐτῇ, τί ἔγνως; καὶ εἶπεν αὐτῷ, ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος· καὶ ἔγνω Σαοὺλ, ὅτι οὗτος Σαμουὴλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ. 14 He said to her, “What does he look like?” She said, “An old man comes up. He is covered with a robe.” Saul perceived that it was Samuel, and he bowed with his face to the ground, and showed respect.
15 Καὶ εἶπε Σαμουὴλ, ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαοὺλ, θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοὶ, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπʼ ἐμοῦ, καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω. 15 Samuel said to Saul, “Why have you disturbed me, to bring me up?” Saul answered, “I am very distressed; for the Philistines make war against me, and God has departed from me, and answers me no more, by prophets, or by dreams. Therefore I have called you, that you may make known to me what I shall do.”
16 Καὶ εἶπε Σαμουὴλ, ἱνατί ἐπερωτᾷς με, καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ, καὶ γέγονε μετὰ τοῦ πλησίον σου; 16 Samuel said, “Why then do you ask me, since Yahweh has departed from you and has become your adversary?
17 Καὶ πεποίηκε Κύριος σοι, καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαῤῥήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυὶδ, 17 Yahweh has done to you as he spoke by me. Yahweh has torn the kingdom out of your hand and given it to your neighbor, even to David.
18 διότι οὐκ ἤκουσας φωνῆς Κυρίου, καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλὴκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ. 18 Because you didn’t obey Yahweh’s voice, and didn’t execute his fierce wrath on Amalek, therefore Yahweh has done this thing to you today.
19 Καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων. 19 Moreover Yahweh will deliver Israel also with you into the hand of the Philistines; and tomorrow you and your sons will be with me. Yahweh will deliver the army of Israel also into the hand of the Philistines.”
20 Καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν, καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουὴλ, καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην. 20 Then Saul fell immediately his full length on the earth, and was terrified, because of Samuel’s words. There was no strength in him, for he had eaten no bread all day long or all night long.
21 Καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ, καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτὸν, ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου, καὶ ἤκουσα τοὺς λόγους οὓς ἐλάλησάς μοι. 21 The woman came to Saul and saw that he was very troubled, and said to him, “Behold, your servant has listened to your voice, and I have put my life in my hand, and have listened to your words which you spoke to me.
22 Καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται σοὶ ἰσχὺς, ὅτι πορεύῃ ἐν ὁδῷ. 22 Now therefore, please listen also to the voice of your servant, and let me set a morsel of bread before you. Eat, that you may have strength when you go on your way.”
23 Καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνὴ, καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν, καὶ ἀνέστη ἀπὸ τῆς γῆς, καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον. 23 But he refused, and said, “I will not eat.” But his servants, together with the woman, constrained him; and he listened to their voice. So he arose from the earth and sat on the bed.
24 Καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ· καὶ ἔσπευσε καὶ ἔθυσεν αὐτήν· καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασε, καὶ ἔπεψεν ἄζυμα, 24 The woman had a fattened calf in the house. She hurried and killed it; and she took flour and kneaded it, and baked unleavened bread of it.
25 καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ, καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ· καὶ ἔφαγον, καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην. 25 She brought it before Saul and before his servants, and they ate. Then they rose up and went away that night.