Skip to the text

Isaiah · Brenton's Greek Septuagint

Isaiah 24 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

Isaiah is not in PT1904.

LXX Brenton's Greek Septuagint
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ.
·
2 Καὶ ἔσται ὁ λαὸς ὡς ἱερεύς, καὶ ὁ παῖς ὡς ὁ κύριος, καὶ ἡ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν, ὁ δανείζων ὡς ὁ δανειζόμενος, καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει.
·
3 Φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.
·
4 Ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς.
·
5 Ἡ δὲ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρήλθοσαν τὸν νόμον, καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον.
·
6 Διατοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διατοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.
·
7 Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν.
·
8 Πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται φωνὴ κιθάρας.
·
9 Ἠσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν.
·
10 Ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.
·
11 Ὀλολύζεται περὶ τοῦ οἴνου πανταχῇ, πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς, ἀπῆλθε πᾶσα εὐφροσύνη τῆς γῆς.
·
12 Καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται.
·
13 Ταῦτα πάντα ἔσονται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητὸς,
·
14 οὗτοι βοῇ φωνήσουσιν. οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης.
·
15 Διατοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται.
·
16 Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, ἐλπὶς τῷ εὐσεβεῖ· καὶ ἐροῦσιν, οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον.
·
17 Φόβος καὶ βόθυνος καὶ παγὶς ἐφʼ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς.
·
18 Καὶ ἔσται ὁ φεύγων τὸν φόβον, ἐμπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου, ἁλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς.
·
19 Ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ.
·
20 Ἔκλινεν ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ· κατίσχυσεν γὰρ ἐπʼ αὐτῆς ἡ ἀνομία, καὶ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι.
·
21 Καὶ ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς.
·
22 Καὶ συνάξουσι συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον, καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν.
·
23 Καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος· ὅτι βασιλεύσει Κύριος ἐκ Σιὼν, καὶ ἐξ Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται.
·
Cross references (23)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Nahum 2:10; Isaiah 2:19; Isaiah 24:20; Isaiah 42:15; Isaiah 6:11–12
  2. 2 Hosea 4:9; Ezekiel 7:12–13; Lamentations 5:12–14; Jeremiah 42:18; Isaiah 5:15
  3. 3 Isaiah 24:1; Isaiah 6:11; Isaiah 21:17; Micah 4:4; Ezekiel 36:4
  4. 4 Hosea 4:3; Isaiah 2:11–12; Isaiah 33:9; Isaiah 3:26; Isaiah 28:1
  5. 5 Hebrews 13:20; Romans 8:20–21; Hebrews 9:1; Daniel 7:25; Ezekiel 20:13
  6. 6 Malachi 4:1; Matthew 7:14; Zechariah 5:3–4; Ezekiel 5:3; Romans 9:27
  7. 7 Isaiah 16:10; Joel 1:10–12; Isaiah 16:8; Hosea 9:1–2; Isaiah 32:9–13
  8. 8 Hosea 2:11; Ezekiel 26:13; Revelation 18:22; Jeremiah 7:34; Jeremiah 25:10
  9. 9 Isaiah 5:22; Ecclesiastes 9:7; Amos 8:3; Isaiah 5:11–12; Amos 6:5–7
  10. 10 Revelation 18:2; Revelation 17:5–6; Jeremiah 39:8; Jeremiah 39:4; Isaiah 34:11
  11. 11 Hosea 7:14; Isaiah 16:10; Isaiah 9:19; Isaiah 8:22; Matthew 22:11–13
  12. 12 Jeremiah 9:11; Lamentations 5:18; Isaiah 32:14; Micah 1:9; Lamentations 1:1
  13. 13 Isaiah 1:9; Matthew 24:22; Revelation 3:4; Isaiah 6:13; Ezekiel 9:4–6
  14. 14 Jeremiah 31:12; Jeremiah 33:11; Isaiah 26:1; Isaiah 12:1–6; Isaiah 52:7–9
  15. 15 Malachi 1:11; Isaiah 49:1; Isaiah 60:9; Isaiah 42:4; Isaiah 42:10
  16. 16 Isaiah 21:2; Isaiah 33:1; Jeremiah 5:11; Jeremiah 3:20; Psalm 22:27–31
  17. 17 Jeremiah 48:43–44; Leviticus 26:21–22; Ezekiel 14:21; 1 Kings 19:17; Jeremiah 8:3
  18. 18 Psalm 18:7; Genesis 7:11; Joshua 10:10–11; Amos 5:19; Job 20:24
  19. 19 Isaiah 34:4–10; Isaiah 24:1–5; Nahum 1:5; Deuteronomy 11:6; Revelation 20:11
  20. 20 Isaiah 19:14; Daniel 11:19; Isaiah 29:9; Hosea 4:1–5; Amos 8:14
  21. 21 Psalm 76:12; Zechariah 14:12–19; Isaiah 34:2–17; Psalm 149:6–9; Revelation 19:18–21
  22. 22 Zechariah 9:11; Isaiah 42:22; Jeremiah 38:6–13; Ezekiel 38:8; Joshua 10:16–17
  23. 23 Isaiah 60:19; Isaiah 13:10; Revelation 21:23; Revelation 22:5; Hebrews 12:22

Explore connections →

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences