1 Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι. 2 Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρὴκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, καὶ ἐποίησεν ἀκάνθας. 3 Καὶ νῦν οἱ ἐνοικοῦντες ἐν Ἱερουσαλὴμ, καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοὶ καὶ ἀναμέσον τοῦ ἀμπελῶνός μου. 4 Τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. 5 Νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· 6 Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον ἄκανθαι· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. 7 Ὁ γὰρ ἀμπελὼν Κυρίου σαβαὼβ, οἶκος τοῦ Ἰσραὴλ, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. 8 Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; 9 Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου σαβαὼθ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. 10 Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία. 11 Οὐαὶ οἱ ἐγειρόμενοι τοπρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συνκαύσει. 12 Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τον οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. 13 Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον· καὶ πλῆθος ἐγενήθη νεκρῶν, διὰ λιμὸν καὶ δίψος ὕδατος. 14 Καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν· καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς. 15 Καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτιμασθήσεται ἀνήρ· καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται. 16 Καὶ ὑψωθήσεται Κύριος σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ· 17 Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. 18 Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας· 19 Οἱ λέγοντες, τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν· καὶ ἐλθάτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν. 20 Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρὸν· οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. 21 Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες. 22 Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σίκερα, 23 οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. 24 Διατοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρός, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. 25 Καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα ἐπʼ αὐτοὺς, καὶ ἐπάταξεν αὐτούς· καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ· καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλὰ ἔτι ἡ χεὶρ ὑψηλή. 26 Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακρὰν, καὶ συριεῖ αὐτοὺς ἀπʼ ἄκρου τῆς γῆς· καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται. 27 Οὐ πεινάσουσιν, οὐδὲ κοπιάσουσιν, οὐδὲ νυστάξουσιν, οὐδὲ κοιμηθήσονται, οὐδὲ λύσουσι τὰς ζώνας αὐτῶν ἀπο τῆς ὀσφύος αὐτῶν, οὐδὲ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν· 28 Ὧν τὰ βέλη ὀξέα ἐστί, καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα· οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν· οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς. 29 Ὀργιῶσιν ὡς λέοντες, καὶ παρέστηκαν ὡς σκύμνοι λέοντος· καὶ ἐπιλήψεται, καὶ βοήσει ὡς θηρίον, καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς. 30 Καὶ βοήσει διʼ αὐτοὺς τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς φωνὴ θαλάσσης κυμαινούσης· καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν.
Isaiah · Brenton's Greek Septuagint
Isaiah 5 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (30)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Mark 12:1; Luke 20:9; John 15:1; Jeremiah 2:21; Matthew 21:33
- 2 Jeremiah 2:21; Deuteronomy 32:32–33; Isaiah 1:2–4; 1 Corinthians 9:7; Mark 11:13
- 3 Micah 6:2–3; Jeremiah 2:4–5; Psalm 50:4–6; Romans 2:5; Psalm 51:4
- 4 Matthew 23:37; Micah 6:3–4; Jeremiah 2:5; Acts 7:51–60; Jeremiah 6:29–30
- 5 Luke 21:24; Lamentations 1:15; Isaiah 28:18; Revelation 11:2; Isaiah 28:3
- 6 Isaiah 7:23–25; Jeremiah 25:11; Isaiah 24:1–3; Isaiah 24:12; Deuteronomy 28:23–24
- 7 Psalm 80:8–11; Matthew 3:8–10; Jeremiah 12:10; James 5:4; Zechariah 7:9–14
- 8 Micah 2:2; Habakkuk 2:9–12; Jeremiah 22:13–17; Luke 12:16–24; 1 Kings 21:16–20
- 9 Matthew 23:38; Amos 5:11; Isaiah 22:14; Amos 3:7; Isaiah 6:11–12
- 10 Leviticus 26:26; Haggai 2:16; Haggai 1:6; Haggai 1:9–11; Leviticus 27:16
- 11 Proverbs 23:29–30; Romans 13:13; Proverbs 20:1; Isaiah 5:22; Ecclesiastes 10:16–17
- 12 Psalm 28:5; Job 21:11–14; Job 34:27; Amos 6:4–6; Jude 12
- 13 Hosea 4:6; Isaiah 1:3; Isaiah 27:11; Isaiah 1:7; Romans 1:28
- 14 Luke 21:34; Habakkuk 2:5; Proverbs 30:16; Psalm 55:15; Matthew 7:13
- 15 Isaiah 2:11; Isaiah 2:9; Jeremiah 5:4–5; 1 Peter 5:5; Isaiah 37:29
- 16 Psalm 46:10; 1 Chronicles 29:11; Isaiah 12:4; Ezekiel 36:23; Isaiah 29:23
- 17 Zephaniah 2:6; Zephaniah 2:14; Isaiah 7:25; Isaiah 10:16; Psalm 17:14
- 18 Jeremiah 23:14; Psalm 36:2; Jeremiah 5:31; Jeremiah 23:10; Ezekiel 13:22
- 19 Ezekiel 12:22; Jeremiah 17:15; Isaiah 66:5; Jeremiah 23:36; 2 Peter 3:3–4
- 20 Proverbs 17:15; 2 Timothy 3:1–5; Luke 16:15; Malachi 2:17; Job 17:12
- 21 1 Corinthians 3:18–20; Proverbs 3:7; Romans 12:16; Proverbs 26:12; Proverbs 26:16
- 22 Isaiah 5:11; Habakkuk 2:15; Isaiah 28:7; Isaiah 56:12; Proverbs 23:19–20
- 23 Isaiah 10:2; Psalm 94:21; James 5:6; Proverbs 17:15; Proverbs 31:4–5
- 24 Isaiah 30:12; Job 18:16; Joel 2:5; Luke 3:17; Isaiah 47:14
- 25 Isaiah 10:4; Isaiah 9:21; Isaiah 9:17; 2 Kings 9:37; Daniel 9:16
- 26 Zechariah 10:8; Isaiah 7:18; Deuteronomy 28:49; Isaiah 18:3; Isaiah 11:12
- 27 Job 12:18; Joel 2:7–8; Job 12:21; Isaiah 45:1; Isaiah 45:5
- 28 Psalm 45:5; Ezekiel 21:9–11; Nahum 2:3–4; Jeremiah 5:16; Psalm 7:12–13
- 29 Isaiah 42:22; Micah 5:8; Zechariah 11:3; Isaiah 49:24–25; Jeremiah 49:19
- 30 Isaiah 8:22; Joel 2:10; Jeremiah 4:23–28; Revelation 16:10–11; Luke 21:25–26
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… against those who confessed Christ, and that those who slandered Him, and said that it was well to preserve the ancient customs, should be miserable, hear what was briefly said by Isaiah; it is this: "Woe unto them that call sweet bitter, and bitter sweet." Chapter L — His humiliation predicted But that, having become man for our sakes, He …
… the evil, and sends rain upon the just and unjust." And the righteous suffer persecution, are afflicted, and are slain, while sinners are possessed of abundance, and "drink with the sound of the harp and psaltery, but do not regard the works of the Lord." But, according to the language [used by the prophet], they ought to be combined, and …
… he, "whether in pretence or in truth, Christ is preached; and I therein do rejoice, yea, and will rejoice." For it is Christ Himself who planted the vine of which the prophet says, "The vine of the Lord of hosts is the house of Israel;" and He drinks of its wine, whether we thus understand that cup of which He …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
For it is no longer "a flying sickle," nor "the taking down of a hedge," nor "the treading under foot of the vineyard;" but an axe exceeding sharp, and what is worse, it is even at the doors.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… Esaias aforetime bewail you, saying, My well-beloved had a vineyard in a hill in a fruitful place; and (not to recite the whole) I waited, he says, that it should bring forth grapes; I thirsted that it should give wine; but it brought forth thorns; for thou seest the crown, wherewith I am adorned.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)