Skip to the text

Daniel (Greek) · Brenton's Greek Septuagint

Daniel (Greek) 2 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)

1 Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας, ἐνυπνιάσθη Ναβουχοδονόσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπʼ αὐτοῦ. 2 Καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς, καὶ τοὺς μάγους, καὶ τοὺς φαρμακοὺς, καὶ τοὺς Χαλδαίους, τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ· καὶ ἦλθαν, καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. 3 Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς, ἑνυπνιάσθην, καὶ ἐξέστη τὸ πνεῦμά μου, τοῦ γνῶναι τὸ ἐνύπνιον. 4 Καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστὶ, βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισί σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν. 5 Ἀπεκρίθη ὁ βασιλεὺς τοῖς Χαλδαίοις, ὁ λόγος ἀπʼ ἐμοῦ ἀπέστη· ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν, εἰς ἀπώλειαν ἔσεσθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται. 6 Ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρʼ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι. 7 Ἀπεκρίθησαν δεύτερον, καὶ εἶπαν, ὁ βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοῖς παισὶν αὐτοῦ, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν. 8 Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπεν, ἐπʼ ἀληθείας οἶδα ἐγὼ, ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε· καθότι ἴδετε, ὅτι ἀπέστη ἀπʼ ἐμοῦ τὸ ῥῆμα. 9 Ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι, οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι. 10 Ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως, καὶ λέγουσιν, οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς, ὅστις τὸ ῥῆμα τοῦ βασιλέως δυνήσεται γνωρίσαι, καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾷ ἐπαοιδὸν μάγον καὶ Χαλδαῖον· 11 Ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐπερωτᾷ, βαρύς, καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλʼ οἱ θεοὶ, ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός. 12 Τότε ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βαβυλῶνος. 13 Καὶ τὸ δόγμα ἐξῆλθε, καὶ οἱ σοφοὶ ἀπεκτέννοντο· καὶ ἐζήτησαν Δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν. 14 Τότε Δανιὴλ ἀπεκρίθη βουλὴν καὶ γνώμην τῷ Ἀριὼχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ὃς ἐξῆλθεν ἀναιρεῖν τοὺς σοφοὺς Βαβυλῶνος, 15 ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως; ἐγνώρισε δὲ ὁ Ἀριὼχ τὸ ῥῆμα τῷ Δανιήλ. 16 Καὶ Δανιὴλ ἠξίωσε τὸν βασιλέα ὅπως χρόνον δῷ αὐτῷ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελῇ τῷ βασιλεῖ. 17 Καὶ εἰσῆλθε Δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ Ἀνανίᾳ καὶ τῷ Μισαὴλ καὶ τῷ Ἀζαρίᾳ τοῖς φίλοις αὐτοῦ τὸ ῥῆμα ἐγνώρισε. 18 Καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως ἂν μὴ ἀπόλωνται Δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος. 19 Τότε τῷ Δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη· καὶ εὐλόγησε τὸν Θεὸν τοῦ οὐρανοῦ Δανιὴλ, καὶ εἶπεν, 20 Εἴη τὸ ὄνομα τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι. 21 Καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς, καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν, 22 αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετʼ αὐτοῦ ἐστι· 23 Σοὶ ὁ Θεὸς τῶν πατέρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ δύναμιν δέδωκάς μοι, καὶ ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ, καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι. 24 Καὶ ἦλθε Δανιὴλ πρὸς Ἀριὼχ, ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος, καὶ εἶπεν αὐτῷ, τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ. 25 Τότε Ἀριὼχ ἐν σπουδῇ εἰσήγαγε τὸν Δανιὴλ ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ, εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ. 26 Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπε τῷ Δανιὴλ, οὗ τὸ ὄνομα Βαλτάσαρ, εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ ἴδον, καὶ τὴν σύγκρισιν αὐτοῦ; 27 Καὶ ἀπεκρίθη Δανιὴλ ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπε, τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ· 28 Ἀλλʼ ἤ ἐστι Θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια, καὶ ἐγνώρισε τῷ βασιλεῖ Ναβουχοδονόσορ, ἃ δεῖ γενέσθαι ἐπʼ ἐσχάτων τῶν ἡμερῶν· τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου, τοῦτό ἐστι, 29 βασιλεῦ· οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν τί δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι. 30 Καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλʼ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι, ἵνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς. 31 Σὺ βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, μεγάλη ἡ εἰκὼν ἐκείνη, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς, ἑστῶσα πρὸ προσώπου σου, καὶ ἡ ὅρασις αὐτῆς φοβερά. 32 Εἰκὼν, ἧς ἡ κεφαλὴ χρυσίου χρηστοῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, 33 αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι σιδηροῦν, καὶ μέρος δέ τι ὀστράκινον. 34 Ἐθεώρεις ἕως ἀπεσχίσθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος. 35 Τότε ἐλεπτύνθησαν εἰσάπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκὸς, ὁ ἄργυρος, ὁ χρυσός· καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῇρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα, ἐγενήθη ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. 36 Τοῦτό ἐστι τὸ ἐνύπνιον, καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως. 37 Σὺ βασιλεῦ βασιλεὺς βασιλέων, ᾧ ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν 38 ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἀγροῦ, καὶ πετεινὰ οὐρανοῦ, καὶ ἰχθύας τῆς θαλάσσης ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησέ σε κύριον πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. 39 Καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου, καὶ βασιλεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκὸς, ἣ κυριεύσει πάσης τῆς γῆς, 40 καὶ βασιλεία τετάρτη, ἥτις ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει. 41 Καὶ ὅτι εἶδες τοὺς πόδας, καὶ τοὺς δακτύλους, μέρος μέν τι ὀστράκινον, μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ. 42 Καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν, καὶ ἀπʼ αὐτῆς ἔσται συντριβόμενον. 43 Ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων, καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου. 44 Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων, ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται, λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὕτη ἀναστήσεται εἰς τοὺς αἰῶνας· 45 Ὃν τρόπον εἶδες, ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν· ὁ Θεὸς ὁ μέγας ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ. 46 Τότε ὁ βασιλεὺς Ναβουχοδονόσορ ἔπεσεν ἐπὶ πρόσωπον, καὶ τῷ Δανιὴλ προσεκύνησε, καὶ μαναὰ καὶ εὐωδίας εἶπε σπεῖσαι αὐτῷ. 47 Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς, εἶπε τῷ Δανιήλ, ἐπʼ ἀληθείας ὁ Θεὸς ὑμῶν, αὐτός ἐστι Θεὸς θεῶν, καὶ Κύριος τῶν βασιλέων, ὁ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνάσθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο. 48 Καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιὴλ, καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος, καὶ ἄρχοντα σατραπῶν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος. 49 Καὶ Δανιὴλ ᾐτήσατο παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγώ· καὶ Δανιὴλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Abednego

    Daniel's friend

    Azariah, a young man of Judah renamed Abednego, who was thrown into the fiery furnace with Shadrach and Meshach.

    Cited in the guide: Daniel 1:6; Daniel 1:7; Daniel 2:49

  • Arioch

    Commander of the king's guard

    The commander of the king's guard sent to execute the wise men of Babylon, to whom Daniel replied with discretion and tact.

    Cited in the guide: Daniel 2:14; Daniel 2:15; Daniel 2:24

  • Meshach

    Daniel's friend

    Mishael, a young man of Judah renamed Meshach, who was thrown into the fiery furnace with Shadrach and Abednego.

    Cited in the guide: Daniel 1:6; Daniel 1:7; Daniel 2:49

  • Shadrach

    Daniel's friend

    Hananiah, a young man of Judah renamed Shadrach, set over the affairs of Babylon with Meshach and Abednego, who was thrown into the fiery furnace.

    Cited in the guide: Daniel 1:6; Daniel 1:7; Daniel 2:49

Cross references (47)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Daniel 4:5; Esther 6:1; Job 33:15–17; Genesis 40:5–8; Daniel 2:3
  2. 2 Daniel 1:20; Daniel 4:6; Exodus 7:11; Genesis 41:8; Daniel 5:7
  3. 3 Genesis 40:8; Genesis 41:15; Daniel 4:5; Daniel 2:1
  4. 4 Daniel 3:9; Ezra 4:7; Daniel 5:10; Isaiah 36:11; Daniel 6:21
  5. 5 Ezra 6:11; Daniel 3:29; 2 Kings 10:27; Psalm 50:22; 1 Samuel 15:33
  6. 6 Daniel 5:7; Daniel 2:48; Daniel 5:29; Numbers 22:37; Numbers 24:11
  7. 7 Daniel 2:4; Daniel 2:9; Ecclesiastes 10:4
  8. 8 Colossians 4:5; Ephesians 5:16
  9. 9 Esther 4:11; Daniel 7:25; Isaiah 41:23; Daniel 2:21; Daniel 3:15
  10. 10 Daniel 2:27
  11. 11 Daniel 5:11; Genesis 41:39; John 14:23; Matthew 19:26; Exodus 29:45
  12. 12 Daniel 3:13; Psalm 76:10; Matthew 2:16; Daniel 3:19; Proverbs 27:3–4
  13. 13 Daniel 1:19–20; Isaiah 10:1; Daniel 6:9–15; Proverbs 28:15–17; Esther 3:12–15
  14. 14 Daniel 2:24; Jeremiah 52:12; Genesis 37:36; Ecclesiastes 9:13–18; Jeremiah 52:14
  15. 16 Daniel 1:18–19; Daniel 2:9–11
  16. 17 Daniel 3:12; Daniel 1:11; Daniel 1:6–7
  17. 18 Jeremiah 33:3; Matthew 18:19; Psalm 50:15; Psalm 91:15; Matthew 18:12
  18. 19 Numbers 12:6; Amos 3:7; Psalm 25:14; Daniel 1:17; Daniel 7:7
  19. 20 Psalm 113:2; Psalm 145:1–2; Job 12:13; Revelation 5:12; Jeremiah 32:19
  20. 21 Psalm 75:5–7; Psalm 31:14–15; Psalm 113:7–8; Daniel 4:17; Daniel 7:25
  21. 22 Job 12:22; 1 John 1:5; Jeremiah 23:24; James 1:17; Psalm 139:11–12
  22. 23 Daniel 2:18; Exodus 3:15; Amos 3:7; Luke 10:21; Daniel 2:20–21
  23. 24 Daniel 2:12–14; Acts 27:24
  24. 25 1 Corinthians 1:27–28; Daniel 6:13; Daniel 5:13; Daniel 1:6; Nehemiah 7:6
  25. 26 Daniel 1:7; Daniel 5:16; Daniel 4:8; Daniel 5:12; Daniel 2:3–7
  26. 27 Isaiah 44:25; Daniel 2:2; Isaiah 47:12–14; Daniel 2:10–11; Daniel 5:7–8
  27. 28 Genesis 40:8; Amos 4:13; Daniel 10:14; Daniel 2:22; Genesis 49:1
  28. 29 Daniel 2:28; Amos 4:13; Daniel 2:47; Daniel 2:22; Ezekiel 38:10
  29. 30 Genesis 41:16; Acts 3:12; 2 Corinthians 4:15; Daniel 2:17–18; 1 Corinthians 15:8–12
  30. 31 Habakkuk 1:7; Ezekiel 28:7; Daniel 7:3–17; Isaiah 13:11; Matthew 4:8
  31. 32 Daniel 4:22; Isaiah 14:4; Daniel 11:2–20; Jeremiah 51:7; Daniel 7:4–6
  32. 33 Daniel 7:7–8; Daniel 7:19–26; Daniel 2:40–43
  33. 34 Daniel 2:44–45; Daniel 8:25; Zechariah 12:3; Zechariah 4:6; Daniel 7:27
  34. 35 Isaiah 2:2–3; Psalm 37:10; Revelation 20:11; Hosea 13:3; Job 6:17
  35. 36 Daniel 2:23–24
  36. 37 Ezekiel 26:7; Jeremiah 27:6–7; Isaiah 47:5; Psalm 62:11; Ezra 7:12
  37. 38 Daniel 4:21–22; Psalm 50:10–11; Jeremiah 27:5–7
  38. 39 Daniel 2:32; Isaiah 44:28–45:5; Daniel 5:28–31; Daniel 8:20; Daniel 10:20
  39. 40 Daniel 7:7; Daniel 7:19–26; Daniel 11:36–45; Daniel 8:24; Jeremiah 15:12
  40. 41 Revelation 17:12; Daniel 7:7; Revelation 13:1; Revelation 12:3; Daniel 2:33–35
  41. 42 Daniel 7:24; Revelation 13:1
  42. 44 Matthew 28:18; Luke 1:32–33; Psalm 145:13; Daniel 6:26; Revelation 11:15
  43. 45 Isaiah 28:16; Genesis 41:32; Psalm 48:1; Jeremiah 32:18–19; Malachi 1:11
  44. 46 Acts 10:25; Ezra 6:10; Acts 14:13; Leviticus 26:31; Acts 28:6
  45. 47 Daniel 2:22; Daniel 2:28; Amos 3:7; Deuteronomy 10:17; Daniel 11:36
  46. 48 Daniel 2:6; Daniel 5:11; Genesis 41:39–43; Daniel 4:9; Daniel 5:29
  47. 49 Daniel 1:7; Esther 2:19; Esther 2:21; Amos 5:15; Daniel 3:12–30

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 2:34 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVII)

    7. On this account also, Daniel, foreseeing His advent, said that a stone, cut out without hands, came into this world.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 2:34 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter II — 1-11)

    … it were, Daniel saw a stone that had been cut from a mountain without hands, and had broken all the kingdoms of the earth; and he saw the stone grow and become a great mountain, so as to fill the whole face of the earth. What can be plainer, my brethren?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Quotes verse 2:44 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XII)

    … by human contrivance, should overpower the whole world: and he speaks most clearly thus; And in the days of those kingdoms the God of heaven shall set up a kingdom, which shall never be destroyed, and His kingdom shall not be left to another people.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  4. Quotes verse 2:33 Irenaeus of Lyons, Against Heresies (Book V, Chapter XXV)

    … and as he does himself say: "The feet were indeed the one part iron, the other part clay, until the stone was cut out without hands, and struck the image upon the iron and clay feet, and dashed them into pieces, even to the end." Then afterwards, when interpreting this, he says: "And as thou sawest the feet and the …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 2:34 Augustine of Hippo, Homilies on the First Epistle of John (Homily I)

    The Stone which was "cut out of the Mountain without hands," is it not Christ, who came of the kingdom of the Jews, without the work of man? Has not that Stone broken in pieces all the kingdoms of the earth, that is, all the dominations of idols and demons?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)