Skip to the text

Deuteronomy · Brenton's Greek Septuagint

Deuteronomy 4 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ νῦν Ἰσραὴλ ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε, καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν. 2 Οὐ προσθήσετε πρὸς τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπʼ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον. 3 Οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασι πάντα ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τῷ Βεελφεγὼρ, ὅτι πᾶς ἄνθρωπος ὅστις ἐπορεύθη ὀπίσω Βεελφεγὼρ, ἐξέτριψεν αὐτὸν Κύριος ὁ Θεὸς ὑμῶν ἐξ ὑμῶν. 4 Ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ τῷ Θεῷ ὑμῶν, ζῆτε πάντες ἐν τῇ σήμερον. 5 Ἴδετε, δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι Κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν. 6 Καὶ φυλάξεσθε καὶ ποιήσετε· ὅτι αὕτη ἡ σοφία ὑμῶν καὶ ἡ σύνεσις ἐναντίον πάντων τῶν ἐθνῶν, ὅσοι ἂν ἀκούσωσι πάντα τὰ δικαιώματα ταῦτα· καὶ ἐροῦσιν, ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο. 7 Ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς ὡς Κύριος ὁ Θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα; 8 Καὶ ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ δικαιώματα καὶ κρίματα δίκαια κατὰ πάντα τὸν νόμον τοῦτον, ὃν ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον; 9 Πρόσεχε σεαυτῷ, καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα· μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου, ἡμέραν ἣν ἔστητε ἐνώπιον Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας· ὅτε εἶπε 10 Κύριος πρὸς μὲ, ἐκκλησίασον πρὸς μὲ τὸν λαὸν, καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου, ὅπως μάθωσι φοβεῖσθαί με πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς αὐτῶν διδάξουσι. 11 Καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος· καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ· σκότος, γνόφος, θύελλα. 12 Καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων, ἣν ὑμεῖς ἠκούσατε· καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλʼ ἢ φωνήν· 13 Καὶ ἀνήγγειλεν ὑμῖν τὴν διαθήκην αὐτοῦ, ἣν ἑνετείλατο ὑμῖν ποιεῖν, τὰ δέκα ῥήματα, καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας. 14 Καὶ ἐμοὶ ἐνετείλατο Κύριος ἐν τῷ καιρῷ ἐκείνῳ, διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις, ποιεῖν ὑμᾶς αὐτὰ ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν. 15 Καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῇ ἡμέρᾳ ᾗ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός. 16 Μὴ ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα ὁμοίωμα ἀρσενικοῦ ἢ θηλυκοῦ, 17 ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ ὃ πέταται ὑπὸ τὸν οὐρανὸν, 18 ὁμοίωμα παντὸς ἑρπετοῦ ὃ ἕρπει ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ἰχθύος, ὅσα ἐστὶν ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. 19 Καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς, καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου αὐτὰ πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ. 20 Ὑμᾶς δὲ ἔλαβεν ὁ Θεὸς, καὶ ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῷ λαὸν ἔγκληρον, ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ. 21 Καὶ Κύριος ὁ Θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφʼ ὑμῶν, καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον, καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ. 22 Ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ, καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην τοῦτον· ὑμεῖς δὲ διαβαίνετε, καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην. 23 Προσέχετε ὑμῖν, μὴ ἐπιλάθησθε τὴν διαθήκην Κύριου τοῦ Θεοῦ ἡμῶν, ἣν διέθετο πρὸς ὑμᾶς, καὶ ἀνομήσητε, καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα πάντων ὧν συνέταξέ σοι Κύριος ὁ Θεός σου. 24 Ὅτι Κύριος ὁ Θεός σου πῦρ καταναλίσκον ἐστί, Θεὸς ζηλωτής. 25 Ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου, καὶ χρονίσητε ἐπὶ τῆς γῆς, καὶ ἀνομήσητε, καὶ ποιήσετε γλυπτὸν ὁμοίωμα παντός, καὶ ποιήσητε τὸ πονηρὸν ἐνώπιου Κυρίου τοῦ 26 Θεοῦ ὑμῶν παροργίσαι αὐτόν, διαμαρτύρομαι ὑμῖν σήμερον τὸν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλίᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι· οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπʼ αὐτῆς, ἀλλʼ ἢ ἐκτριβῇ ἐκτριβήσεσθε. 27 Καὶ διασπερεῖ Κύριος ὑμᾶς ἐν πᾶσι τοῖς ἔθνεσι, καὶ καταλειφθήσεσθε ὀλίγοι ἀριθμῷ ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς εἰσάξει Κύριος ὑμᾶς ἐκεῖ. 28 Καὶ λατρεύσετε ἐκεῖ θεοῖς ἑτέροις ἔργοις χειρῶν ἀνθρώπων, ξύλοις καὶ λίθοις, οἳ οὐκ ὄψονται, οὔτε μὴ ἀκούσωσιν, οὔτε μὴ φάγωσιν, οὔτε μὴ ὀσφρανθῶσι. 29 Καὶ ζητήσετε ἐκεῖ Κύριον τὸν Θεὸν ὑμῶν, καὶ εὑρήσετε αὐτὸν ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου· 30 Καὶ εὑρήσουσί σε πάντες οἱ λόγοι οὗτοι ἐπʼ ἐσχάτῳ τῶν ἡμερῶν, καὶ ἐπιστραφήσῃ πρὸς Κύριον τὸν Θεόν σου, καὶ εἰσακούσῃ τῆς φωνῆς σὐτοῦ· 31 Ὅτι Θεὸς οἰκτίρμων Κύριος ὁ Θεός σου· οὐκ ἐγκαταλείψει σε, οὐδὲ μὴ ἐκτρίψει σε· οὐκ ἐπιλήσεται τὴν διαθήκην τῶν πατέρων σου, ἣν ὤμοσεν αὐτοῖς Κύριος. 32 Ἐπερωτήσατε ἡμέρας προτέρας τὰς γενομένας προτέρας σου ἀπὸ τῆς ἡμέρας ἧς ἔκτισεν ὁ Θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐρανοῦ ἕως τοῦ ἄκρου τοῦ οὐρανοῦ, εἰ γέγονε κατὰ τὸ ῥῆμα τὸ μέγα τοῦτο, εἰ ἤκουσται τοιοῦτο· εἰ ἀκήκοεν ἔθνος φωνὴν 33 Θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ὃν τρόπον ἀκήκοας σὺ καὶ ἔζησας· 34 εἰ ἐπείρασεν ὁ Θεὸς εἰσελθὼν λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ἐν πειρασμῷ, καὶ ἐν σημείοις, καὶ ἐν τέρασι, καὶ ἐν πολέμῳ, καὶ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν ὁράμασιν μεγάλοις, κατὰ πάντα ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἐν Αἰγύπτῳ ἐνώπιόν σου βλέποντος· 35 ὥστε εἰδῆσαί σε ὅτι Κύριος ὁ Θεός σου οὗτος Θεός ἐστι, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ. 36 Ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ ἐγένετο ἡ φωνὴ αὐτοῦ παιδεῦσαί σε, καὶ ἐπὶ τῆς γῆς ἔδειξέ σοι τὸ πῦρ αὐτοῦ τὸ μέγα, καὶ τὰ ῥήματα αὐτοῦ ἤκουσας ἐκ μέσου τοῦ πυρός. 37 Διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετʼ αὐτοὺς ὑμᾶς, καὶ ἐξήγαγέ σε αὐτὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου, 38 ἐξολοθρεῦσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερά σου πρὸ προσώπου σου, εἰσαγαγεῖν σε δοῦναί σοι τὴν γῆν αὐτῶν κληρονομεῖν, καθὼς ἔχεις σήμερον. 39 Καὶ γνώσῃ σήμερον, καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ, ὅτι Κύριος ὁ Θεός σου οὗτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ. 40 Καὶ φυλάξασθε τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἀντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σὲ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι πάσας τὰς ἡμέρας. 41 Τότε ἀφώρισε Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ἰορδάνου ἀπὸ ἀνατολῶν ἡλίου, 42 φυγεῖν ἐκεῖ τὸν φονευτὴν ὃς ἂν φονεύσῃ τὸν πλησίον οὐκ εἰδὼς, καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς χθὲς καὶ τῆς τρίτης, καὶ καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων, καὶ ζήσεται· 43 τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ῥουβήν, καὶ τὴν Ῥαμὼθ ἐν Γαλαὰδ τῷ Γαδδί, καὶ τὴν Γαυλὼν ἐν Βασὰν τῷ Μανασσῄ. 44 Οὗτος ὁ νόμος, ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν Ἰσραήλ. 45 Ταῦτα τὰ μαρτύρια, καὶ τὰ δικαιώματα, καὶ τὰ κρίματα, ὅσα ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, 46 ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ἐν φάραγγι, ἐγγὺς οἴκου Φογώρ, ἐν γῇ Σηὼν βασιλέως τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβὼν, ὅν ἐπάταξε Μωυσῆς, καὶ οἱ υἱοὶ Ἰσραήλ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου. 47 Καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ, καὶ τὴν γῆν Ὢγ βασιλέως τῆς Βασὰν, δύο βασιλέων τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ἡλίου, 48 ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνών, καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηὼν, ὅ ἐστιν Ἀερμὼν, 49 πᾶσαν τὴν Ἄραβα πέραν τοῦ Ἰορδάνου κατὰ ἀνατολὰς ἡλίου ὑπὸ Ἀσηδὼθ τὴν λαξευτήν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Cited in the guide: Exodus 2–Deuteronomy 34

Cross references (48)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Romans 10:5; Ezekiel 20:11; Deuteronomy 8:1; Leviticus 18:5; Deuteronomy 5:1
  2. 2 Proverbs 30:6; Deuteronomy 12:32; Revelation 22:18–19; Joshua 1:7; Matthew 5:18
  3. 3 Numbers 25:1–9; Psalm 106:28–29; Hosea 9:10; Numbers 26:64; Numbers 31:16
  4. 4 Deuteronomy 10:20; Joshua 23:8; John 6:67–69; Romans 12:9; Revelation 14:4
  5. 5 Matthew 28:20; 1 Thessalonians 4:1–2; Hebrews 3:5; Deuteronomy 4:1; Proverbs 22:19–20
  6. 6 Psalm 111:10; Job 28:28; 2 Timothy 3:15; Proverbs 1:7; 1 Kings 10:6–9
  7. 7 Psalm 145:18; 2 Samuel 7:23; Psalm 34:18; Psalm 73:28; James 4:8
  8. 8 Psalm 147:19–20; Romans 7:12–14; Psalm 119:127–128; Psalm 119:86; Psalm 19:7–11
  9. 9 Deuteronomy 6:7; Deuteronomy 11:19; Psalm 78:3–8; Genesis 18:19; Deuteronomy 32:46
  10. 10 Exodus 19:9; Hebrews 12:18–19; Exodus 19:16; Deuteronomy 17:19; Exodus 20:20
  11. 11 Deuteronomy 5:23; Exodus 19:16–18; Hebrews 12:18–19; Exodus 20:18–19
  12. 12 Deuteronomy 5:4; Deuteronomy 5:22; Deuteronomy 4:15; John 12:28–30; Matthew 3:17
  13. 13 Exodus 34:28; Exodus 31:18; Deuteronomy 9:9–11; Exodus 24:12; Exodus 19:5
  14. 14 Ezekiel 21:1–23; Psalm 105:44–45
  15. 15 Deuteronomy 4:12; 2 Corinthians 4:4–6; Isaiah 40:18; Malachi 2:15; Jeremiah 17:21
  16. 16 Acts 17:29; Deuteronomy 5:8; Romans 1:22–24; Deuteronomy 4:23; Exodus 20:4–5
  17. 17 Romans 1:23
  18. 19 Romans 1:25; Deuteronomy 17:3; 2 Kings 21:3; Genesis 1:16–18; 2 Kings 17:16
  19. 20 1 Kings 8:51; Jeremiah 11:4; Exodus 19:5–6; Deuteronomy 32:9; Psalm 135:4
  20. 21 Numbers 20:12; Deuteronomy 1:37; Psalm 106:32–33; Deuteronomy 3:26; Deuteronomy 31:2
  21. 22 Deuteronomy 3:25; Deuteronomy 3:27; 2 Peter 1:13–15; Hebrews 12:6–10; 1 Kings 13:21–22
  22. 23 Deuteronomy 4:9; Isaiah 24:5; Ezekiel 16:59; Joshua 23:16; Deuteronomy 29:25
  23. 24 Hebrews 12:29; Deuteronomy 9:3; Exodus 24:17; Nahum 1:6; Isaiah 33:14
  24. 25 Deuteronomy 4:16; 1 Corinthians 10:22; Hosea 9:9; Exodus 32:7; 2 Kings 21:14–16
  25. 26 Deuteronomy 32:1; Micah 6:2; Deuteronomy 30:18–19; Isaiah 1:2; Jeremiah 22:29
  26. 27 Deuteronomy 28:62–64; Leviticus 26:33; Nehemiah 1:8–9; Ezekiel 32:26; Ezekiel 12:15
  27. 28 Deuteronomy 28:64; Jeremiah 16:13; Isaiah 46:7; Deuteronomy 28:36; 1 Samuel 26:19
  28. 29 Jeremiah 29:12–14; Psalm 119:2; 2 Chronicles 15:4; Isaiah 55:6–7; Psalm 119:10
  29. 30 Joel 2:12–13; Jeremiah 23:20; Hosea 3:5; Deuteronomy 31:29; Genesis 49:1
  30. 31 Deuteronomy 31:8; Psalm 116:5; Nehemiah 9:31; Jonah 4:2; 2 Chronicles 30:9
  31. 32 Job 8:8; Psalm 44:1; Deuteronomy 32:7; Matthew 24:31; Joel 1:2
  32. 33 Deuteronomy 5:24; Judges 6:22; Exodus 33:20; Deuteronomy 5:26; Exodus 24:11
  33. 34 Deuteronomy 26:8; Deuteronomy 5:15; Exodus 6:6; Deuteronomy 7:19; Deuteronomy 7:8–9
  34. 35 Isaiah 45:18; 1 Samuel 2:2; Isaiah 45:5; Isaiah 44:8; Deuteronomy 4:39
  35. 36 Exodus 19:19; Exodus 19:9; Deuteronomy 4:33; Nehemiah 9:13; Hebrews 12:25
  36. 37 Deuteronomy 10:15; Isaiah 63:11–12; Exodus 13:9; Exodus 13:3; Exodus 13:14
  37. 38 Deuteronomy 7:1; Exodus 23:27–28; Deuteronomy 11:23; Deuteronomy 9:1–5; Psalm 44:2–3
  38. 39 Joshua 2:11; Deuteronomy 4:35; 1 Chronicles 29:11; Hosea 7:2; Psalm 135:6
  39. 40 Deuteronomy 6:3; Ephesians 6:3; Deuteronomy 12:25; Leviticus 22:31; Deuteronomy 12:28
  40. 41 Numbers 35:6; Numbers 35:14–15; Joshua 20:2–9
  41. 42 Deuteronomy 19:1–10; Hebrews 6:18; Numbers 35:6; Numbers 35:15–28; Numbers 35:11–12
  42. 43 Joshua 20:8; 1 Chronicles 6:71; 1 Chronicles 6:80; Joshua 21:27; 1 Kings 4:13
  43. 44 Deuteronomy 27:26; Leviticus 27:34; Malachi 4:4; Deuteronomy 27:8; Deuteronomy 1:5
  44. 45 1 Kings 2:3; Psalm 119:14; Psalm 119:24; Deuteronomy 6:20; Deuteronomy 4:1
  45. 46 Deuteronomy 3:29; Numbers 32:19; Deuteronomy 2:30–36; Deuteronomy 3:8; Deuteronomy 1:4–5
  46. 47 Deuteronomy 29:7–8; Numbers 21:33–35; Deuteronomy 3:1–14
  47. 48 Deuteronomy 3:9; Deuteronomy 2:36; Deuteronomy 3:12; Psalm 133:3; Joshua 13:24–33
  48. 49 Deuteronomy 3:17; Deuteronomy 34:1; Joshua 13:20

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 4:19 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter VI)

    … And he does thus explain what are meant by the things in heaven: "Lest when," he says, "looking towards heaven, and observing the sun, and the moon, and the stars, and all the ornament of heaven, falling into error, thou shouldest adore and serve them." And Moses himself, being a man of God, was indeed given as a god before …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 4:24 Augustine of Hippo, Confessions (Book V)

    … their own pride, as fowls of the air, nor their own curiosities, by which (like the fishes of the sea) they wander over the unknown paths of the abyss, nor their own extravagance, as the "beasts of the field," that Thou, Lord, "a consuming fire," mayest burn up their lifeless cares and renew them immortally.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Quotes verse 4:2 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LI)

    "For ye shall not add," saith he, "unto the word which I command you this day, and ye shall not take away from it." But not the less were they innovating; as in this instance, that one ought not to eat with unwashen hands, that we must wash cups and brazen vessels, that we must wash also ourselves.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 4:15 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VI)

    Wherefore Moses saith also to the Israelites: And take ye good heed to your own souls, for ye saw no similitude.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 4:24 Gregory of Nazianzus, Theological Orations (The Fourth Theological Oration, Which is the Second Concerning the Son)

    … (God), even if, as those who are skilful in these matters say, it were derived from Theein (to run) or from Aithein (to blaze), from continual motion, and because He consumes evil conditions of things (from which fact He is also called A Consuming Fire), would still be one of the Relative Names, and not an Absolute one; as again …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)