LXX Brenton's Greek Septuagint WEB World English Bible (Classic, with Deuterocanon) 1 Ἰδὼν δὲ Ἰακὼβ ὅτι ἐστὶ πράσις ἐν Αἰγύπτῳ, εἶπε τοῖς υἱοῖς αὐτοῦ, ἱνατί ῥαθυμεῖτε; 1 Now Jacob saw that there was grain in Egypt, and Jacob said to his sons, “Why do you look at one another?”
2 Ἰδοὺ ἀκήκοα, ὅτι ἐστὶ σῖτος ἐν Αἰγύπτῳ· κατάβητε ἐκεὶ, καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα, ἵνα ζήσωμεν καὶ μὴ ἀποθάνωμεν. 2 He said, “Behold, I have heard that there is grain in Egypt. Go down there, and buy for us from there, so that we may live, and not die.”
3 Κατέβησαν δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ οἱ δέκα, πρίασθαι σῖτον ἐξ Αἰγύπτου· 3 Joseph’s ten brothers went down to buy grain from Egypt.
4 Τὸν δὲ Βενιαμὶν, τὸν ἀδελφὸν Ἰωσὴφ, οὐκ ἀπέστειλε μετὰ τῶν ἀδελφῶν αὐτοῦ· εἶπε γὰρ, μή ποτε συμβῇ αὐτῷ μαλακία. 4 But Jacob didn’t send Benjamin, Joseph’s brother, with his brothers; for he said, “Lest perhaps harm happen to him.”
5 Ἦλθον δὲ οἱ υἱοὶ Ἰσραὴλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων· ἦν γὰρ ὁ λιμὸς ἐν γῇ Χαναάν. 5 The sons of Israel came to buy among those who came, for the famine was in the land of Canaan.
6 Ἰωσὴφ δὲ ἦν ὁ ἄρχων τῆς γῆς· οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς· ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. 6 Joseph was the governor over the land. It was he who sold to all the people of the land. Joseph’s brothers came, and bowed themselves down to him with their faces to the earth.
7 Ἰδὼν δὲ Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπέγνω· καὶ ἠλλοτριοῦτο ἀπʼ αὐτῶν, καὶ ἐλάλησεν αὐτοῖς σκληρά· καὶ εἶπεν αὐτοῖς, πόθεν ἥκατε; οἱ δὲ εἶπον, ἐκ γῆς Χαναὰν, ἀγοράσαι βρώματα. 7 Joseph saw his brothers, and he recognized them, but acted like a stranger to them, and spoke roughly with them. He said to them, “Where did you come from?” They said, “From the land of Canaan, to buy food.”
8 Ἐπέγνω δὲ Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ· αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν· 8 Joseph recognized his brothers, but they didn’t recognize him.
9 Καὶ ἐμνήσθη Ἰωσὴφ τῶν ἐνυπνίων αὐτοῦ, ὧν εἶδεν αὐτός· καὶ εἶπεν αὐτοῖς, κατάσκοποί ἐστε, κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε. 9 Joseph remembered the dreams which he dreamed about them, and said to them, “You are spies! You have come to see the nakedness of the land.”
10 Οἱ δὲ εἶπαν, οὐχὶ, κύριε· οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα. 10 They said to him, “No, my lord, but your servants have come to buy food.
11 Πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου· εἰρηνικοί ἐσμεν, οὐκ εἰσιν οἱ παῖδές σου κατάσκοποι. 11 We are all one man’s sons; we are honest men. Your servants are not spies.”
12 Εἶπε δὲ αὐτοῖς, οὐχί· ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθετε ἰδεῖν. 12 He said to them, “No, but you have come to see the nakedness of the land!”
13 Οἱ δὲ εἶπαν, δώδεκά ἐσμεν οἱ παῖδές σου ἀδελφοὶ ἐν γῇ Χαναάν· καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον· ὁ δὲ ἕτερος οὐχ ὑπάρχει. 13 They said, “We, your servants, are twelve brothers, the sons of one man in the land of Canaan; and behold, the youngest is today with our father, and one is no more.”
14 Εἶπε δὲ αὐτοῖς Ἰωσὴφ, τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν, λέγων, ὅτι κατάσκοποί ἐστε. 14 Joseph said to them, “It is like I told you, saying, ‘You are spies!’
15 Ἐν τούτῳ φανεῖσθε· νὴ τὴν ὑγίειαν Φαραὼ, οὐ μὴ ἐξέλθητε ἐντεῦθεν, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε. 15 By this you shall be tested. By the life of Pharaoh, you shall not go out from here, unless your youngest brother comes here.
16 Ἀποστείλατε ἐξ ὑμῶν ἕνα, καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν· ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ῥήματα ὑμῶν, εἰ ἀληθεύετε ἢ οὔ· εἰ δὲ μὴ, νὴ τὴν ὑγίειαν Φαραὼ, ἦ μὴν κατάσκοποί ἐστε. 16 Send one of you, and let him get your brother, and you shall be bound, that your words may be tested, whether there is truth in you, or else by the life of Pharaoh surely you are spies.”
17 Καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ ἡμέρας τρεῖς. 17 He put them all together into custody for three days.
18 Εἶπε δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ, τοῦτο ποιήσατε, καὶ ζήσεσθε· τὸν Θεὸν γὰρ ἐγὼ φοβοῦμαι. 18 Joseph said to them the third day, “Do this, and live, for I fear God.
19 Εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν κατασχεθήτω εἷς ἐν τῇ φυλακῇ· αὐτοὶ δὲ βαδίσατε, καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν. 19 If you are honest men, then let one of your brothers be bound in your prison; but you go, carry grain for the famine of your houses.
20 Καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με, καὶ πιστευθήσονται τὰ ῥήματα ὑμῶν· εἰ δὲ μὴ, ἀποθανεῖσθε. Ἐποίησαν δὲ οὕτως. 20 Bring your youngest brother to me; so will your words be verified, and you won’t die.” They did so.
21 Καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, ναὶ, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερίδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· καὶ ἕνεκεν τούτου ἐπῆλθεν ἐφʼ ἡμᾶς ἡ θλίψις αὕτη. 21 They said to one another, “We are certainly guilty concerning our brother, in that we saw the distress of his soul, when he begged us, and we wouldn’t listen. Therefore this distress has come upon us.”
22 Ἀποκριθεὶς δὲ Ῥουβὴν εἶπεν αὐτοῖς, οὐκ ἐλάλησα ὑμῖν, λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον, καὶ οὐκ εἰσηκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. 22 Reuben answered them, saying, “Didn’t I tell you, saying, ‘Don’t sin against the child,’ and you wouldn’t listen? Therefore also, behold, his blood is required.”
23 Αὐτοὶ δὲ οὐκ ᾔδεισαν, ὅτι ἀκούει Ἰωσήφ· ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ἦν· 23 They didn’t know that Joseph understood them; for there was an interpreter between them.
24 Ἀποστραφεὶς δὲ ἀπʼ αὐτῶν ἔκλαυσεν Ἰωσήφ· καὶ πάλιν προσῆλθε πρὸς αὐτοὺς, καὶ εἶπεν αὐτοῖς· καὶ ἔλαβε τὸν Συμεὼν ἀπʼ αὐτῶν, καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν. 24 He turned himself away from them, and wept. Then he returned to them, and spoke to them, and took Simeon from among them, and bound him before their eyes.
25 Ἐνετείλατο δὲ Ἰωσὴφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου, καὶ ἀποδοῦναι τὸ ἀργύριον αὐτῶν ἑκάστῳ εἰς τὸν σάκκον αὐτοῦ, καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν· καὶ ἐγενήθη αὐτοῖς οὕτως. 25 Then Joseph gave a command to fill their bags with grain, and to restore each man’s money into his sack, and to give them food for the way. So it was done to them.
26 Καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοῦς ὄνους αὐτῶν, ἀπῆλθον ἐκεῖθεν. 26 They loaded their donkeys with their grain, and departed from there.
27 Λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ, δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ, οὗ κατέλυσαν, καὶ εἶδε τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ, καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου. 27 As one of them opened his sack to give his donkey food in the lodging place, he saw his money. Behold, it was in the mouth of his sack.
28 Καὶ εἶπε τοῖς ἀδελφοῖς αὐτοῦ, ἀπεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου· καὶ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν πρὸς ἀλλήλους, λέγοντες, τί τοῦτο ἐποίησεν ὁ Θεὸς ἡμῖν; 28 He said to his brothers, “My money is restored! Behold, it is in my sack!” Their hearts failed them, and they turned trembling to one another, saying, “What is this that God has done to us?”
29 Ἦλθον δὲ πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν εἰς γὴν Χαναὰν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβάντα αὐτοῖς, λέγοντες, 29 They came to Jacob their father, to the land of Canaan, and told him all that had happened to them, saying,
30 Λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρὰ, καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ, ὡς κατασκοπεύοντας τὴν γῆν. 30 “The man, the lord of the land, spoke roughly with us, and took us for spies of the country.
31 Εἴπαμεν δὲ αὐτῷ, εἰρήνικοί ἐσμεν, οὐκ ἐσμὲν κατάσκοποι. 31 We said to him, ‘We are honest men. We are no spies.
32 Δώδεκα ἀδελφοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν· ὁ εἷς οὐχ ὑπάρχει· ὁ δὲ μικρὸς μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χαναάν. 32 We are twelve brothers, sons of our father; one is no more, and the youngest is today with our father in the land of Canaan.’
33 Εἶπε δὲ ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς, ἐν τούτῳ γνώσομαι, ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὧδε μετʼ ἐμοῦ· τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε. 33 The man, the lord of the land, said to us, ‘By this I will know that you are honest men: leave one of your brothers with me, and take grain for the famine of your houses, and go your way.
34 Καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον· καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλʼ ὅτι εἰρηνικοί ἐστε· καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῇ γῇ ἐμπορεύσεσθε. 34 Bring your youngest brother to me. Then I will know that you are not spies, but that you are honest men. So I will deliver your brother to you, and you shall trade in the land.’”
35 Ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν, καὶ ἦν ἑκάστου ὁ δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν· καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν αὐτοὶ, καὶ ὁ πατὴρ αὐτῶν, καὶ ἐφοβήθησαν. 35 As they emptied their sacks, behold, each man’s bundle of money was in his sack. When they and their father saw their bundles of money, they were afraid.
36 Εἶπε δὲ αὐτοῖς Ἰακὼβ ὁ πατὴρ αὐτῶν, ἐμὲ ἠτεκνώσατε· Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπʼ ἐμὲ ἐγένετο ταῦτα πάντα. 36 Jacob, their father, said to them, “You have bereaved me of my children! Joseph is no more, Simeon is no more, and you want to take Benjamin away. All these things are against me.”
37 Εἶπε δὲ Ῥουβὴν τῷ πατρὶ αὐτῶν, λέγων, τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ· δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κᾀγὼ ἀνάξω αὐτὸν πρὸς σέ. 37 Reuben spoke to his father, saying, “Kill my two sons, if I don’t bring him to you. Entrust him to my care, and I will bring him to you again.”
38 Ὁ δὲ εἶπεν, οὐ καταβήσεται ὁ υἱός μου μεθʼ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ᾗ ἐὰν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδοῦ. 38 He said, “My son shall not go down with you; for his brother is dead, and he only is left. If harm happens to him along the way in which you go, then you will bring down my gray hairs with sorrow to Sheol.”