2 ΤΗ ΑΙΓΥΠΤΩ ἘΠΙ ΔΥΝΑΜΙΝ ΦΑΡΑΩ ΝΕΧΑΩ ΒΑΣΙΛΕΩΣ ΑΙΓΥΠΤΟΥ, ὃς ἦν ἐπὶ τῷ ποταμῷ Εὐφράτῃ ἐν Χαρμεὶς, ὃν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἔτει τῷ τετάρτῳ Ἰωακεὶμ βασιλέως Ἰούδα. 3 Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας, καὶ προσαγάγετε εἰς πόλεμον, 4 καὶ ἐπισάξατε τοὺς ἵππους, ἐπίβητε οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεφαλαίαις ὑμῶν, προσβάλετε τὰ δόρατα, καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμῶν. 5 Τί ὅτι αὐτοὶ πτοοῦνται, καὶ ἀποχωροῦσιν εἰς τὸ ὀπίσω; διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται, φυγῇ ἔφυγον, καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν, λέγει Κύριος. 6 Μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασωζέσθω ὁ ἰσχυρὸς ἐπὶ Βοῤῥᾶν· τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησε, καὶ πεπτώκασι. 7 Τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται, καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ; 8 Ὕδατα Αἰγύπτου ὡς ποταμὸς ἀναβήσεται· καὶ εἶπεν, ἀναβήσομαι, καὶ κατακαλύψω τὴν γῆν, καὶ ἀπολῶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. 9 Ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα, ἐξέλθατε οἱ μαχηταὶ Αἰθιόπων, καὶ Λίβυες καθωπλισμένοι ὅπλοις, καὶ Λυδοὶ ἀνάβητε, ἐντείνατε τόξον. 10 Καὶ ἡ ἡμέρα ἐκείνη Κυρίῳ τῷ Θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως, τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὐτοῦ· καὶ καταφάγεται ἡ μάχαιρα Κυρίου, καὶ ἐμπλησθήσεται, καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν, ὅτι θυσία τῷ Κυρίῳ ἀπὸ γῆς Βοῤῥᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ. 11 Ἀνάβηθι Γαλαὰδ, καὶ λάβε ῥητίνην τῇ παρθένῳ θυγατρὶ Αἰγύπτου· εἰς τὸ κενὸν ἐπλήθυνας ἰάματά σου, ὠφέλεια οὐκ ἔστιν ἐν σοί. 12 Ἤκουσαν ἔθνη φωνήν σου, καὶ τῆς κραυγῆς σου ἐπλήσθη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησαν, ἐπιτοαυτὸ ἔπεσαν ἀμφότεροι. 13 Ἃ ἘΛΑΛΗΣΕ ΚΥΡΙΟΣ ἐν χειρὶ Ἱερεμίου, τοῦ ἐλθεῖν τὸν βασιλέα Βαβυλῶνος τοῦ κόψαι γῆν Αἰγύπτου. 14 Ἀναγγείλατε εἰς Μαγδωλὸν, καὶ παραγγείλατε εἰς Μέμφιν· εἴπατε, ἐπίστηθι, καὶ ἑτοίμασον, ὅτι κατέφαγε μάχαιρα τὴν σμίλακά σου. 15 Διατί ἔφυγεν ἀπὸ σοῦ ὁ Ἄπις; ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν· ὅτι Κύριος παρέλυσεν αὐτόν. 16 Καὶ τὸ πλῆθός σου ἠσθένησε, καὶ ἔπεσε· καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλει, ἀναστῶμεν, καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν εἰς τὴν πατρίδα ἡμῶν, ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς. 17 Καλέσατε τὸ ὄνομα Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, Σαὼν ἑσβειὲ μωήδ. 18 Ζῶ ἐγὼ, λέγει Κύριος ὁ Θεὸς, ὅτι ὡς τὸ Ἰταβύριον ἐν τοῖς ὄρεσι, καὶ ὡς ὁ Κάρμηλος ὁ ἐν τῇ θαλάσσῃ, ἥξει. 19 Σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ κατοικοῦσα θύγατερ Αἰγύπτου, ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται, καὶ κληθήσεται Οὐαὶ, διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ. 20 Δάμαλις κεκαλλωπισμένη Αἴγυπτος, ἀπόσπασμα ἀπὸ Βοῤῥᾶ ἦλθεν ἐπʼ αὐτὴν, 21 καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ, ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτῇ· διότι καὶ αὐτοὶ ἐπεστράφησαν, καὶ ἔφυγον ὁμοθυμαδόν· οὐκ ἔστησαν, ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπʼ αὐτοὺς, καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. 22 Φωνὴ αὐτῶν ὡς ὄφεως συρίζοντος, ὅτι ἐν ἄμμῳ πορεύονται, ἐν ἀξίναις ἥξουσιν ἐπʼ αὐτήν· 23 ὡς κόπτοντες ξύλα ἐκκόψουσι τὸν δρυμὸν αὐτῆς, λέγει Κύριος, ὅτι οὐ μὴ εἰκασθῇ, ὅτι πληθύνει ὑπὲρ ἀκρίδα, καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός. 24 Κατῃσχύνθη ἡ θυγάτηρ Αἰγύπτου, παρεδόθη εἰς χεῖρας λαοῦ ἀπὸ Βοῤῥᾶ. 25 Ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Ἀμμὼν τὸν υἱὸν αὐτῆς ἐπὶ Φαραὼ, καὶ ἐπὶ τοὺς πεποιθότας ἐπʼ αὐτῷ. 27 Σὺ δὲ μὴ φοβηθῇς δοῦλός μου Ἰακὼβ, μηδὲ πτοηθῇς Ἰσραήλ· διότι ἐγὼ ἰδοὺ σώζων σε μακρόθεν, καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν· καὶ ἀναστρέψει Ἰακὼβ, καὶ ἡσυχάσει καὶ ὑπνώσει, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν. 28 Μὴ φοβοῦ παῖς μου Ἰακὼβ, λέγει Κύριος, ὅτι μετὰ σοῦ ἐγώ εἰμι· ἡ ἀπτόητος καὶ τρυφερὰ παρεδόθη· ὅτι ποιήσω ἔθνει συντέλειαν ἐν παντὶ ἔθνει εἰς οὓς ἔξωσά σε ἐκεῖ, σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν, καὶ παιδεύσω σε εἰς κρίμα, καὶ ἀθῶον οὐκ ἀθωώσω σε.
Jeremías · Septuaginta griega de Brenton
Jeremías 26 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Esta traducción no tiene los versículos 1, 26; los demás conservan su numeración habitual.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Achbor
Named as the father of Elnathan, an official under Jehoiakim.
Citado en la guía: Jeremiah 26:22; Jeremiah 36:12
Elnathan
Son of Achbor whom Jehoiakim sent to Egypt to bring Uriah back, and who was among the officials who heard the scroll.
Citado en la guía: Jeremiah 26:22; Jeremiah 36:12; Jeremiah 36:25
Micah
The prophet from Moresheth to whom the word of the LORD came in the days of Jotham, Ahaz and Hezekiah concerning Samaria and Jerusalem.
Citado en la guía: Jeremiah 26:18; Micah 1:1
Shemaiah
Named as the father of the prophet Uriah of Kiriath-jearim.
Citado en la guía: Jeremiah 26:20
Uriah
A prophet from Kiriath-jearim who prophesied as Jeremiah did, fled to Egypt, was brought back and put to the sword by Jehoiakim.
Citado en la guía: Jeremiah 26:20; Jeremiah 26:21; Jeremiah 26:23
Referencias cruzadas (23)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 2 Deuteronomio 4:2; Hechos 20:27; Mateo 28:20; Jeremías 1:17; Jeremías 19:14
- 3 Jeremías 36:3; Jeremías 18:7–10; Jonás 4:2; Isaías 1:16–19; Jonás 3:8–10
- 4 1 Reyes 9:6; Isaías 1:20; Jeremías 44:10; Deuteronomio 4:8; 2 Crónicas 7:19–20
- 5 Jeremías 11:7; Jeremías 7:13; 2 Reyes 9:7; Jeremías 7:25; Jeremías 25:3–4
- 6 Jeremías 24:9; 2 Reyes 22:19; Isaías 65:15; Jeremías 25:18; Daniel 9:11
- 7 Jeremías 5:31; Miqueas 3:11; Mateo 21:15; Hechos 5:17; Hechos 4:1–6
- 8 Lamentaciones 4:13–14; Jeremías 18:18; Hechos 7:52; Hechos 5:33; Mateo 22:6
- 9 Hechos 4:17–19; Mateo 27:20; Mateo 21:23; Hechos 21:30; Isaías 29:21
- 10 Jeremías 36:10; Jeremías 36:12–19; Ezequiel 22:6; Jeremías 26:24; 2 Reyes 15:35
- 11 Jeremías 38:4; Mateo 26:66; Deuteronomio 18:20; Hechos 6:11–14; Hechos 25:2–13
- 12 Hechos 5:29; Hechos 4:19; Jeremías 26:15; Jeremías 1:17–18; Jeremías 26:2
- 13 Jonás 4:2; Jonás 3:9; Isaías 1:19; Jeremías 26:3; Isaías 55:7
- 14 Josué 9:25; 2 Samuel 15:26; Jeremías 38:5; Daniel 3:16
- 15 Números 35:33; Proverbios 6:17; Mateo 26:25; Jeremías 7:6; Hechos 7:60
- 16 Hechos 23:29; Hechos 25:25; Hechos 5:34–39; Hechos 23:9; Jeremías 36:19
- 17 Hechos 5:34; Miqueas 1:1
- 18 Zacarías 8:3; Miqueas 1:1; Nehemías 4:2; Jeremías 17:3; Miqueas 3:12–4:1
- 19 2 Samuel 24:16; Éxodo 32:14; 2 Crónicas 29:6–11; Isaías 37:15–20; Isaías 37:1
- 20 1 Samuel 7:2; Josué 9:17; Josué 15:60; 1 Samuel 6:21; Josué 18:14
- 21 Mateo 10:23; 2 Crónicas 16:10; Jeremías 36:26; Mateo 14:5; Proverbios 29:25
- 22 Jeremías 36:12; 2 Reyes 22:14; 2 Reyes 22:12; Proverbios 29:12; Salmo 12:8
- 23 Jeremías 2:30; Apocalipsis 11:7; Jeremías 36:30; Hechos 12:1–3; Mateo 14:10
- 24 Jeremías 1:18–19; Jeremías 40:5–7; Jeremías 39:14; 1 Reyes 18:4; 2 Reyes 22:12–14
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias