1 Ἐστερέωθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπʼ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίᾳ σου. 2 Ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν, οὐκ ἔστιν ἅγιος πλήν σου. 3 Μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλά· μὴ ἐξελθέτω μεγαλοῤῥημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεων Κύριος, καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ. 4 Τόξον δυνατῶν ἠσθένησε, καὶ ἀσθενοῦντες περιεζώσαντο δυνάμιν. 5 Πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτὰ, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε. 6 Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει. 7 Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ. 8 Ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν, καθίσαι μετὰ δυναστῶν λαοῦ, καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς, 9 διδοὺς εὐχὴν τῷ εὐχομένῳ· καὶ εὐλόγησεν ἔτη δικαίου, ὅτι οὐκ ἐν ἰσχύϊ δυνατὸς ἀνήρ. 10 Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος· μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλʼ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησεν· αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ. 11 Καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον Κυρίου, καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ· καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ Κυρίου ἐνώπιον Ἡλὶ τοῦ ἱερέως. 12 Καὶ οἱ υἱοὶ Ἡλὶ τοῦ ἱερέως υἱοὶ λοιμοί, οὐκ εἰδότες τὸν Κύριον. 13 Καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ παντὸς τοῦ θύοντος· καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ, 14 καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκεῖον ἢ εἰς τὴν χύτραν, καὶ πᾶν ὃ ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ, ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ Ἰσραὴλ τοῖς ἐρχομένοις θῦσαι Κυρίῳ ἐν Σηλώμ. 15 Καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ, ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως, καὶ ἔλεγε τῷ ἀνδρὶ τῷ θύοντι, δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ κρέας ἑφθὸν ἐκ τοῦ λέβητος. 16 Καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων, θυμιαθήτω πρῶτον ὡς καθήκει τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων ὧν ἐπιθυμεῖ ἡ ψυχή σου· καὶ εἶπεν, οὐχί· ὅτι νῦν δώσεις· καὶ ἐὰν μὴ, λήψομαι κραταιῶς. 17 Καὶ ἦν ἡ ἁμαρτία ἐνώπιον Κυρίου τῶν παιδαρίων μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν Κυρίου. 18 Καὶ Σαμουὴλ ἦν λειτουργῶν ἐνώπιον Κυρίου, παιδάριον περιεζωσμένον ἐφοὺδ βάδ· 19 Καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ, καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν. 20 Καὶ εὐλόγησεν Ἡλὶ τὸν Ἑλκανὰ καὶ τὴν γυναῖκα αὐτοῦ, λέγων, ἀποτίσαι σοι Κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης, ἀντὶ τοῦ χρέους οὗ ἔχρησας τῷ Κυρίῳ· καὶ ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸν τὸπον αὐτοῦ. 21 Καὶ ἐπεσκέψατο Κύριος τὴν Ἄνναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς, καὶ δύο θυγατέρας· καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουὴλ ἐνώπιον Κυρίου. 22 Καὶ Ἡλὶ πρεσβύτης σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ· 23 Καὶ εἶπεν αὐτοῖς, ἱνατί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ Κυρίου; 24 Μὴ τέκνα, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ ἣν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ ἃς ἐγὼ ἀκούω τοῦ μὴ δουλεύειν λαὸν Θεῷ. 25 Ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς Κύριον· καὶ ἐὰν τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; Καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς. 26 Καὶ τὸ παιδάριον Σαμουὴλ ἐπορεύετο, καὶ ἦν ἀγαθὸν μετὰ Κυρίου καὶ μετὰ ανθρώπων. 27 Καὶ ἦλθεν ὁ ἄνθρωπος Θεοῦ πρὸς Ἡλὶ, καὶ εἶπε, τάδε λέγει Κύριος, ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον τοῦ πατρός σου, ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραὼ. 28 Καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων Ἰσραὴλ ἐμοὶ ἱερατεύειν, τοῦ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου, καὶ θυμιᾷν θυμίαμα, καὶ αἴρειν ἐφούδ· καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ἰσραὴλ εἰς βρῶσιν. 29 Καὶ ἱνατί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ; καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας τοῦ Ἰσραὴλ ἔμπροσθέν μου; 30 Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, εἶπα, ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησι Κὺριος, μηδαμῶς ἐμοὶ, ὅτι ἀλλʼ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται. 31 Ἰδοὺ ἔρχονται ἡμέραι, καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου· 32 Καὶ οὐκ ἔσται σοι πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας. 33 Καὶ ἄνδρα οὐκ ἐξολοθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου, ἐκλείπειν τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ καταῤῥεῖν τὴν ψυχὴν αὐτοῦ· καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομφαίᾳ ἀνδρῶν. 34 Καὶ τοῦτό σοι τὸ σημεῖον ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου, Ὀφνὶ καὶ Φινεὲς, ἐν μιᾷ ἡμέρᾳ ἀποθανοῦνται ἀμφότεροι. 35 Καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας. 36 Καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σον, ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου, λέγων, παράῤῥιψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον.
1 Samuel · Brenton's Greek Septuagint
1 Samuel 2 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Eli
The priest at Shiloh who judged Israel forty years, blessed Hannah, took in the boy Samuel, failed to restrain his wicked sons, and died at ninety-eight when he heard the ark of…
Cited in the guide: 1 Samuel 1:3; 1 Samuel 1:9; 1 Samuel 2:22
Hophni
A priest at Shiloh and son of Eli, who treated the LORD's offering with contempt and died the same day as his brother Phinehas when the ark of God was captured.
Cited in the guide: 1 Samuel 1:3; 1 Samuel 2:34; 1 Samuel 4:4
Phinehas
A priest at Shiloh and son of Eli, who died on the day the ark of God was captured; his wife died in childbirth after naming their son Ichabod.
Cited in the guide: 1 Samuel 1:3; 1 Samuel 2:34; 1 Samuel 4:4
Cross references (36)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Luke 1:46–56; Psalm 13:5; Isaiah 12:2–3; Philippians 4:6; Psalm 92:10
- 2 2 Samuel 22:32; Isaiah 44:6; Psalm 86:8; Exodus 15:11; Psalm 89:8
- 3 1 Kings 8:39; Proverbs 8:13; Proverbs 24:12; Jude 15–16; Hebrews 4:12
- 4 Psalm 76:3; Psalm 37:15; Philippians 4:13; Psalm 46:9; Hebrews 11:34
- 5 Psalm 113:9; Jeremiah 15:9; Luke 1:53; Psalm 34:10; Isaiah 54:1
- 6 Deuteronomy 32:39; Isaiah 26:19; Jonah 2:2–6; 2 Kings 5:7; Job 5:18
- 7 Psalm 75:7; Job 5:11; Deuteronomy 8:17–18; Job 1:21; James 4:10
- 8 Psalm 113:7–8; James 2:5; Daniel 2:48; Daniel 6:3; 1 Samuel 15:17
- 9 Psalm 91:11–12; Psalm 121:3; Psalm 33:16–17; 1 Peter 1:5; Job 5:24
- 10 Psalm 2:9; Psalm 89:24; Psalm 18:13–14; Psalm 96:13; Exodus 15:6
- 11 1 Samuel 2:18; 1 Samuel 3:1; 1 Samuel 1:28; 1 Samuel 1:19; 1 Samuel 3:15
- 12 Romans 1:28–30; Jeremiah 2:8; Romans 1:21; Judges 2:10; 2 Corinthians 6:15
- 13 Leviticus 7:29–34
- 14 Exodus 29:27–28; 1 Samuel 2:29; Isaiah 56:11; 2 Peter 2:13–15; Malachi 1:10
- 15 Leviticus 3:16; Romans 16:18; Leviticus 3:3–5; Philippians 3:19; Jude 12
- 16 Leviticus 7:23–25; Leviticus 3:16; 1 Peter 5:2–3; Judges 18:25; Nehemiah 5:15
- 17 Malachi 2:7–9; Genesis 13:13; Malachi 2:13; Genesis 6:11; 2 Kings 21:6
- 18 Exodus 28:4; 1 Samuel 3:1; 1 Samuel 2:11; 2 Samuel 6:14; 1 Samuel 22:18
- 19 1 Samuel 1:3; 1 Samuel 1:21; Exodus 23:14
- 20 1 Samuel 1:27–28; Luke 2:34; Ruth 4:11; Genesis 27:27–29; Ruth 2:12
- 21 Luke 2:40; Genesis 21:1; 1 Samuel 3:19; 1 Samuel 2:26; Judges 13:24
- 22 Exodus 38:8; Jeremiah 7:9–10; 1 Samuel 2:13–17; Hosea 4:9–11; Ezekiel 22:26
- 23 Isaiah 3:9; Jeremiah 3:3; Acts 9:4; Jeremiah 8:12; Acts 14:15
- 24 1 Kings 15:30; 2 Corinthians 6:8; Acts 6:3; 1 Timothy 3:7; Matthew 18:7
- 25 Joshua 11:20; Numbers 15:30; Hebrews 10:26; 1 Samuel 3:14; 1 Timothy 2:5
- 26 Luke 2:52; Luke 2:40; Acts 2:47; Luke 1:80; 1 Samuel 2:21
- 27 Judges 13:6; 1 Kings 13:1; Deuteronomy 33:1; Exodus 4:14–16; Exodus 4:27
- 28 Exodus 28:1; Leviticus 8:7–8; Numbers 18:19; Leviticus 2:3; Leviticus 7:34–35
- 29 Matthew 10:37; Deuteronomy 32:15; 1 Samuel 2:13–17; Malachi 1:12–13; Luke 14:26
- 30 John 12:26; Jeremiah 18:9–10; Proverbs 3:9–10; Malachi 1:6; Psalm 91:14
- 31 1 Samuel 22:17–20; 1 Kings 2:26–27; 1 Samuel 4:11–20; 1 Samuel 14:3; 1 Samuel 4:2
- 32 Zechariah 8:4; 1 Samuel 4:11; Psalm 78:59–64; 1 Kings 2:26–27; 1 Samuel 4:22
- 33 1 Kings 2:26–27; 1 Samuel 22:21–23; 1 Kings 1:19; 1 Kings 1:7; Matthew 2:16–18
- 34 1 Samuel 4:11; 1 Kings 13:3; 1 Samuel 4:17; 1 Samuel 3:12; 1 Kings 14:12
- 35 2 Samuel 7:27; 2 Samuel 7:11; 1 Kings 11:38; 1 Samuel 25:28; Psalm 18:50
- 36 1 Kings 2:27; Ezekiel 44:10–12; Malachi 1:13; 1 Samuel 2:29–30
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
The Lord hath ascended into the heavens, and hath thundered: He shall judge the ends of the earth, for He is righteous: and He giveth strength to our kings, and shall exalt the horn of His Christ." Do you say that these are the words of a single weak woman giving thanks for the birth of a son?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
"For them that glorify me," saith He, "I will glorify; and they that despise me, shall be lightly esteemed." Let us, I say, do all things unto His glory; that we may attain unto that blessed portion, unto which God grant we may all attain, by the grace and love towards man of our Lord Jesus Christ, to whom be …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
If thou findest fault with Him who saith, The Lord killeth, and maketh alive, why dost thou honour Peter, who raised up Tabitha, but struck Sapphira dead?
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
For even as ten thousand times signifies often, so here too. For by saying, "The barren hath borne seven," the Scripture means many.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)