1 Ἐν ταῖς ἡμέραις ἐκείναις ἠῤῥώστησεν Ἐζεκίας εἰς θάνατον· καὶ εἰσῆλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, ἔντειλαι τῷ οἴκῳ σου, ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ. 2 Καὶ ἐπέστρεψεν Ἐζεκίας πρὸς τὸν τοῖχον, καὶ ηὔξατο πρὸς Κύριον λέγων 3 Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει, καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα· καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ. 4 Καὶ ἦν Ἡσαΐας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγων, 5 ἐπίστρεψον, καὶ ἐρεῖς πρὸς Ἐζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου, τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε· τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου. 6 Καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πεντεκαίδεκα ἔτη· καὶ ἐκ χειρὸς· βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης διʼ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου. 7 Καὶ εἶπε, λαβέτωσαν παλάθην σύκων, καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει. 8 Καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν, τί τὸ σημεῖον ὅτι ἰάσεταί με Κύριος, καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ; 9 Καὶ εἶπεν Ἡσαΐας, τοῦτο τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει Κύριος τὸν λόγον ὃν ἐλάλησε· πορεύσεται ἡ σκιὰ δέκα βαθμοὺς, ἐὰν ἐπιστρέψῃ δέκα βαθμούς. 10 Καὶ εἶπεν Ἐζεκίας, κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχὶ, ἀλλʼ ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα βαθμοὺς εἰς τὰ ὀπίσω. 11 Καὶ ἐβόησεν Ἡσαΐας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς. 12 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρωδὰχ Βαλαδὰν υἱὸς Βαλαδὰν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναὰ πρὸς Ἐζεκίαν, ὅτι ἤκουσεν ὅτι ἠῤῥώστησεν Ἐζεκίας. 13 Καὶ ἐχάρη ἐπʼ αὐτοῖς Ἐζεκίας, καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθὰ, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθὸν, καὶ τὸν οἶκον τῶν σκευῶν, καὶ ὅσα εὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ. 14 Καὶ εἰσῆλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἑζεκίαν, καὶ εἶπε πρὸς αὐτόν, τί ἐλάλησαν οἱ ἄνδρες οὖτοι, καὶ πόθεν ἥκασι πρὸς σέ; καὶ εἶπεν Ἐζεκίας, ἐκ γῆς πόῤῥωθεν ἥκασιν πρὸς μὲ, ἐκ Βαβυλῶνος. 15 Καὶ εἶπε, τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπε πάντα ὅσα ἐν τῷ οἴκῳ μου εἶδον· οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου. 16 Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν, ἄκουσον λόγον Κυρίου, 17 ἰδοὺ ἡμέραι ἔρχονται, καὶ ληφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα ὃ εἶπε Κύριος. 18 Καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σοῦ οὓς γεννήσεις, λήψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος. 19 Καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν, ἀγαθὸς ὁ λόγος Κυρίου ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου. 20 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησε, τὴν κρήνην καὶ τὸν ὑδραγωγόν, καὶ εἰσήγαγε τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 21 Καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2 Kings · Brenton's Greek Septuagint
2 Kings 20 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Amoz
Named as the father of the prophet Isaiah.
Cited in the guide: 2 Kings 19:2; 2 Kings 19:20; 2 Kings 20:1
Baladan
Named as the father of Merodach-baladan king of Babylon.
Cited in the guide: 2 Kings 20:12; Isaiah 39:1
Hezekiah
A great reformer who trusted God and saw Jerusalem delivered from Assyria.
Cited in the guide: 2 Kings 18-20; 2 Chron. 29-32; Isa. 36-39; Matt. 1:9-10
Isaiah
The prophet, son of Amoz, who told Hezekiah that Sennacherib would not enter Jerusalem, foretold his illness and recovery, brought back the shadow ten steps, and warned of the…
Cited in the guide: 2 Kings 19:2; 2 Kings 19:20; 2 Kings 20:1
Merodach-baladan
Son of Baladan and king of Babylon, who sent letters and a gift to Hezekiah after hearing of his illness.
Cited in the guide: 2 Kings 20:12; Isaiah 39:1
Cross references (21)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Isaiah 38:1–22; 2 Chronicles 32:24–26; Philippians 2:27; Jonah 3:4–10; 2 Kings 19:20
- 2 Psalm 50:15; Matthew 6:6; 1 Kings 8:30; Isaiah 38:2–3
- 3 Nehemiah 13:14; Nehemiah 13:22; 2 Kings 18:3–6; Nehemiah 5:19; Nehemiah 13:31
- 4 1 Kings 7:8; 2 Kings 22:14
- 5 Psalm 66:19–20; Isaiah 38:5; 1 Samuel 9:16; Psalm 39:12; 2 Kings 19:20
- 6 2 Kings 19:34; Acts 27:24; Isaiah 10:24; Psalm 116:15; 2 Chronicles 32:22
- 7 Isaiah 38:21; 2 Kings 2:20–22; 2 Kings 4:41
- 8 Isaiah 7:11; Judges 6:17; 2 Kings 20:5; Hosea 6:2; 2 Kings 19:29
- 9 Isaiah 38:7–8; Matthew 16:1–4; Luke 11:29–30; Mark 8:11–12
- 10 2 Kings 2:10; 2 Kings 3:18; John 14:12; Isaiah 49:6; Mark 9:28–29
- 11 Isaiah 38:8; Joshua 10:12–14; 2 Chronicles 32:24; Acts 9:40; Exodus 14:15
- 12 2 Chronicles 32:31; Isaiah 39:1–8; Genesis 10:10; Genesis 11:9; Isaiah 14:4
- 13 Isaiah 39:2; Proverbs 23:5; 2 Chronicles 32:25–27; 1 Kings 10:15; 1 Kings 10:25
- 14 Jeremiah 26:18–19; Joshua 9:9; Deuteronomy 28:49; 2 Samuel 12:7–15; Isaiah 13:5
- 15 2 Kings 20:13; Job 31:33; 1 John 1:8–10; Proverbs 28:13; Joshua 7:19
- 16 1 Kings 22:19; 2 Kings 7:1; Amos 7:16; Isaiah 1:10
- 17 2 Kings 24:13; 2 Chronicles 36:10; Jeremiah 27:21–22; Jeremiah 52:17–19; 2 Kings 25:13–15
- 18 2 Chronicles 33:11; 2 Kings 24:12; Daniel 1:3; 2 Kings 25:6
- 19 1 Samuel 3:18; Job 1:21; Zechariah 8:19; Luke 2:10; Psalm 39:9
- 20 Nehemiah 3:16; 2 Chronicles 32:32; 2 Chronicles 32:4; 2 Chronicles 32:30; Isaiah 22:9–11
- 21 2 Chronicles 32:33; 1 Kings 14:31; 2 Kings 21:18; 2 Chronicles 26:23; 1 Kings 2:10
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
For when he had fallen sick, Esaias said to him, Set thine house in order; for thou shalt die, and not live.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)