1 Τότε ᾖσε Μωυσῆς καὶ οἱ υἱοὶ Ἰσραὴλ τὴν ᾠδὴν ταύτην τῷ Θεῷ, καὶ εἶπαν, λέγοντες, ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν. 2 Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου Θεὸς, καὶ δοξάσω αὐτόν· Θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν. 3 Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. 4 Ἅρματα Φαραὼ, καὶ τὴν δύναμιν αὐτοῦ, ἔῤῥιψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας· κατεπόθησαν ἐν ἐρυθρᾷ θαλάσσῃ· 5 Πόντῳ ἐκάλυψεν αὐτούς· κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος. 6 Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς. 7 Καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους· ἀπέστειλας τὴν ὀργήν σου κατέφαγεν αὐτοὺς ὡς καλάμην. 8 Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ· ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα· ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης. 9 Εἶπεν ὁ ἐχθρὸς, διώξας καταλήψομαι, μεριῶ σκῦλα· ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου. 10 Ἀπέστειλας τὸ πνεῦμά σου· ἐκάλυψεν αὐτοὺς θάλασσα· ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ. 11 Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα. 12 Ἐξέτεινας τὴν δεξιάν σου· κατέπιεν αὐτοὺς γῆ. 13 Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω· παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου. 14 Ἤκουσαν ἔθνη, καὶ ὠργίσθησαν· ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ. 15 Τότε ἔσπευσαν ἡγεμόνες Ἐδὼμ, καὶ ἄρχοντες Μωαβιτῶν· ἔλαβεν αὐτοὺς τρόμος· ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν. 16 Ἐπιπέσοι ἐπʼ αὐτοὺς τρόμος καὶ φόβος· μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε· ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω. 17 Εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, ὃ κατηρτίσω, Κύριε, ἁγίασμα, Κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου. 18 Κύριος βασιλεύων τὸν αἰῶνα, καὶ ἐπʼ αἰῶνα, καὶ ἔτι. 19 Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. 20 Λαβοῦσα δὲ Μαριὰμ ἡ προφῆτις ἡ ἀδελφὴ Ἀαρὼν τὸ τύμπανον ἐν τῇ χειρὶ αὐτῆς, καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν. 21 Ἐξῆρχε δὲ αὐτῶν Μαριὰμ, λέγουσα, ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν. 22 Ἐξῆρε δὲ Μωυσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς, καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ ηὕρισκον ὕδωρ, ὥστε πιεῖν. 23 Ἦλθον δὲ εἰς Μεῤῥᾶ, καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μεῤῥᾶς· πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πικρία. 24 Καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυσῇ, λέγοντες, τί πιόμεθα; 25 Ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον· καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ· ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις· καὶ ἐκεῖ αὐτὸν ἐπείρασε, 26 καὶ εἶπεν, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ, καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἰώμενός σε. 27 Καὶ ἤλθοσαν εἰς Αἰλείμ· καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων· παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα.
Exodus · Brenton's Greek Septuagint
Exodus 15 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Aaron
Moses' brother and spokesman, Israel's first high priest.
Cited in the guide: Exodus 4–40; Leviticus 8–10
Miriam
The sister who watched over baby Moses and later led Israel in song.
Cited in the guide: Exodus 2:1–8; 15:20–21; Numbers 12
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (27)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Revelation 15:3; Exodus 15:21; Psalm 106:12; Isaiah 12:1–6; Isaiah 51:10–11
- 2 Isaiah 12:2; Psalm 118:14; Psalm 18:46; Psalm 59:17; Isaiah 25:1
- 3 Psalm 24:8; Exodus 14:14; Revelation 19:11–21; Isaiah 42:8; Exodus 6:6–8
- 4 Exodus 14:13–28; Exodus 14:6–7
- 5 Nehemiah 9:11; Exodus 14:28; Exodus 15:10; Jeremiah 51:63–64; Ezekiel 27:34
- 6 Psalm 118:15–16; Isaiah 51:9; Psalm 2:9; 1 Chronicles 29:11–12; Matthew 6:13
- 7 Isaiah 5:24; Malachi 4:1; Isaiah 47:14; Psalm 83:13; Isaiah 5:16
- 8 Job 4:9; Psalm 78:13; Exodus 14:21–22; 2 Thessalonians 2:8; Isaiah 11:4
- 9 Judges 5:30; Exodus 14:5; Isaiah 53:12; Luke 11:22; Habakkuk 3:14
- 10 Exodus 14:27–28; Exodus 14:21; Isaiah 11:15; Exodus 15:5; Deuteronomy 11:4
- 11 1 Kings 8:23; Psalm 89:5–8; 1 Samuel 2:2; 2 Samuel 7:22; Revelation 4:8
- 12 Exodus 15:6
- 13 Psalm 77:20; 1 Peter 1:5; Psalm 77:14–15; Psalm 78:52–54; Psalm 106:9
- 14 Deuteronomy 2:25; Joshua 2:9–10; Psalm 48:6; Isaiah 14:31; Joshua 9:24
- 15 Joshua 5:1; Joshua 2:9; Joshua 2:11; Genesis 36:40; Deuteronomy 2:4
- 16 Psalm 74:2; Deuteronomy 2:25; Joshua 2:9; 1 Samuel 25:37; Jeremiah 31:11
- 17 Psalm 80:8; Psalm 44:2; Psalm 78:54–55; Jeremiah 32:41; Psalm 78:68–69
- 18 Psalm 29:10; Psalm 10:16; Psalm 146:10; Isaiah 57:15; Daniel 2:44
- 19 Exodus 14:28–29; Hebrews 11:29; Exodus 14:22–23; Proverbs 21:31
- 20 Psalm 150:4; 1 Samuel 18:6; Psalm 68:25; Psalm 149:3; Judges 11:34
- 21 Exodus 15:1; Revelation 15:3; Revelation 7:10–12; Revelation 5:9; Revelation 19:1–6
- 22 Genesis 16:7; 1 Samuel 15:7; Exodus 3:18; Genesis 25:18
- 23 Ruth 1:20; Numbers 33:8
- 24 Exodus 16:2; Numbers 20:2–5; Exodus 14:11; Psalm 78:19–20; Numbers 14:1–4
- 25 Deuteronomy 8:2; Psalm 66:10; Judges 3:1; Judges 3:4; Judges 2:22
- 26 Psalm 103:3; Deuteronomy 7:15; Exodus 23:25; Psalm 41:3–4; Psalm 147:3
- 27 Revelation 22:2; Revelation 7:17; Numbers 33:9; Isaiah 12:3; Ezekiel 47:12
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Not, however, the wood which we read Moses cast into the bitter waters to make them sweet, nor the stone which Jacob used as a pillow, nor the ram which Abraham offered up instead of his son; for these, though they are things, are also signs of other things.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
… expression as when we say, "This servitude he served," "such a life he lived." He is here alluding to that well-known hymn, commencing, "I will sing unto the Lord, for He hath triumphed gloriously: the horse and the rider hath He thrown into the sea."
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)